1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ. 2 Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ χριστοῦ. 4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 Νόει ἃ λέγω∙ δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν,ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου∙ 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος∙ ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. 10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος∙ εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν∙ 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν∙ εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς∙ 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει∙ ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο∙ ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει∙ ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός∙ 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. 20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε∙ δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας. 24 Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους∙ μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ.
2 Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
3 Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ χριστοῦ.
4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.
6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
7 Νόει ἃ λέγω∙ δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
8 Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν,ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου∙
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος∙ ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται.
10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.
11 Πιστὸς ὁ λόγος∙ εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν∙
12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν∙ εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς∙
13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει∙ ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο∙ ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει∙ ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός∙
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν.
21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε∙ δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας.
24 Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους∙ μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Traducerea greacă bizantină
Traducerea catolică
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ.
1 Așadar, copilul meu, tu întărește-te cu harul care este în Cristos Isus!
2 Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
2 Și ceea ce ai auzit de la mine prin multe mărturii încredințează unor oameni credincioși care vor fi vrednici să-i învețe și pe alții!
3 Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ χριστοῦ.
3 Ia parte la suferințele mele ca un soldat bun al lui Cristos Isus!
4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
4 Niciun soldat nu se amestecă în problemele vieții, ca să-i placă celui care l-a înrolat.
5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.
5 Iar dacă cineva participă la întreceri, nu primește coroana dacă nu se luptă după regulament.
6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
6 Agricultorul trebuie mai întâi să trudească pentru a culege roadele.
7 Νόει ἃ λέγω∙ δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
7 Înțelege ceea ce îți spun! De fapt, Domnul îți va da înțelegere în toate.
8 Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν,ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου∙
8 Adu-ți aminte de Isus Cristos, din descendența lui Davíd, care a înviat din morți, după evanghelia mea,
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος∙ ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται.
9 pentru care sufăr până acolo că sunt legat ca un răufăcător! Dar cuvântul lui Dumnezeu nu poate fi legat.
10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.
10 De aceea îndur cu răbdare toate pentru cei aleși, pentru ca și ei să obțină mântuirea, care este în Cristos Isus, odată cu gloria veșnică.
11 Πιστὸς ὁ λόγος∙ εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν∙
11 Vrednic de crezare este cuvântul:
Dacă am murit împreună cu el,
vom și trăi împreună cu el.
12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν∙ εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς∙
12 Dacă îndurăm cu răbdare împreună cu el,
vom și domni împreună cu el.
Dacă îl renegăm, și el ne va renega.
13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει∙ ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
13 Dacă suntem infideli, el rămâne fidel,
pentru că nu se poate renega pe sine.
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
14 Amintește-le acestea și îndeamnă-i stăruitor înaintea lui Dumnezeu să se ferească de cuvinte de ceartă, care nu aduc niciun folos, ci duc la pieirea ascultătorilor!
15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
15 Străduiește-te să te prezinți înaintea lui Dumnezeu ca un om încercat, ca un lucrător care nu are de ce să se rușineze, ca un împărțitor corect al cuvântului adevărului!
16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο∙ ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
16 Ferește-te de vorbăria deșartă, căci ea duce tot mai mult la nelegiuire
17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει∙ ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός∙
17 și cuvântul lor roade ca o cangrenă! Printre aceștia sunt Imenéu și Filét.
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
18 Aceștia au rătăcit de la adevăr – spunând că învierea a și avut loc – și răstoarnă credința unora.
19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.
19 Totuși, temelia solidă a lui Dumnezeu rămâne neclintită, având acest sigiliu: „Domnul îi cunoaște pe cei care sunt ai lui” și: „Să se îndepărteze de nedreptate oricine pronunță numele Domnului!”.
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν.
20 Într-o casă mare nu sunt numai vase de aur și de argint, ci și de lemn și de lut: unele de cinste, altele de necinste.
21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
21 Așadar, dacă cineva se purifică de acestea, va fi un vas de cinste, sfințit, folositor stăpânului său, pregătit de orice lucrare bună.
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε∙ δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
22 Fugi de poftele tinereții, urmărește dreptatea, credința, iubirea și pacea cu cei care îl invocă pe Domnul dintr-o inimă curată,
23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας.
23 dar ferește-te de întrebările nechibzuite și necuviincioase, știind că provoacă certuri!
24 Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
24 De altfel, slujitorul Domnului nu trebuie să se certe, ci să fie blând față de toți, în stare să învețe, îngăduitor,
25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους∙ μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
25 să-i mustre cu blândețe pe cei care i se opun, cu speranța că Dumnezeu le va da convertirea spre cunoașterea adevărului,
26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
26 așa încât să-și revină din lațul diavolului de care erau prinși de vii, pentru a-i face voința!