1 Τῇ ἐλευθερίᾳ
οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ τοῦ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε∙ τῆς χάριτος ἐξεπέσατε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. 7 Ἐτρέχετε καλῶς∙ τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε∙ ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί∙ μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός∙ ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις∙ ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά,εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια∙ κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 Οἱ δὲ τοῦ χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
1 Τῇ ἐλευθερίᾳ
οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 Κατηργήθητε ἀπὸ τοῦ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε∙ τῆς χάριτος ἐξεπέσατε.
5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς∙ τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε∙ ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί∙ μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός∙ ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.
18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21 φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις∙ ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά,εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23 πρᾳότης, ἐγκράτεια∙ κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
24 Οἱ δὲ τοῦ χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Traducerea greacă bizantină
Traducerea catolică
1 Τῇ ἐλευθερίᾳ
οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
1 Pentru libertate ne-a eliberat Cristos. Așadar, rămâneți tari și nu luați din nou jugul sclaviei!
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
2 Iată, eu, Paul, vă spun că, dacă primiți circumcízia, Cristos nu vă folosește la nimic.
3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
3 Din nou mărturisesc înaintea oricărui om care primește circumcízia că este necesar să împlinească toată Legea.
4 Κατηργήθητε ἀπὸ τοῦ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε∙ τῆς χάριτος ἐξεπέσατε.
4 Voi, care voiți să fiți justificați prin Lege, v-ați înstrăinat de Cristos, ați căzut din har.
5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
5 Căci în Duh, noi așteptăm din credință speranța justificării.
6 Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
6 Pentru că în Cristos Isus nici circumcízia, nici necircumcízia nu au nicio putere, ci doar credința care lucrează prin iubire.
7 Ἐτρέχετε καλῶς∙ τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
7 Voi ați alergat bine. Cine v-a împiedicat să nu vă încredeți în adevăr?
8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
8 Acest îndemn nu este de la cel care vă cheamă.
9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
9 Puțin aluat face să dospească întreaga frământătură.
10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε∙ ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.
10 Eu am convingerea în Domnul cu privire la voi că nu gândiți altfel, dar cel care vă tulbură, oricine ar fi el, va suporta judecata.
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
11 Dar dacă eu, fraților, aș mai predica circumcízia, de ce aș mai fi persecutat? Atunci scandalul crucii a fost anulat.
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
12 Cei care vă tulbură mai bine să se mutileze de tot.
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί∙ μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
13 Voi însă, fraților, ați fost chemați la libertate; numai ca această libertate să nu fie ocazie pentru [a sluji] trupului, ci slujiți-vă prin iubire unii pe alții!
14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
14 Căci toată Legea este împlinită într-o singură poruncă: „Să-l iubești pe aproapele tău ca pe tine însuți!”.
15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
15 Dar dacă voi vă mușcați și vă mâncați între voi, aveți grijă să nu vă nimiciți unii pe alții!
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
16 Așadar, vă spun: umblați în Duh și nu împliniți poftele trupului!
17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός∙ ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.
17 Căci trupul dorește împotriva Duhului, iar Duhul, împotriva trupului: acestea se împotrivesc unul altuia așa încât nu puteți face [tot] ceea ce voiți.
18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
18 Căci dacă sunteți conduși de Duh, nu mai sunteți sub Lege.
19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
19 De altfel, faptele trupului sunt cunoscute. Acestea sunt: desfrânarea, necurăția, nerușinarea,
20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
20 idolatria, vrăjitoria, dușmăniile, cearta, gelozia, mâniile, ambițiile, discordiile, dezbinările,
21 φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις∙ ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
21 invidiile, bețiile, orgiile și cele asemănătoare acestora. Vă spun mai dinainte, așa cum v-am mai spus, că cei care practică astfel de fapte nu vor moșteni împărăția lui Dumnezeu.
22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά,εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
22 În schimb, rodul Duhului este: iubirea, bucuria, pacea, îndelunga-răbdare, bunătatea, bunăvoința, fidelitatea,
23 πρᾳότης, ἐγκράτεια∙ κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
23 blândețea, cumpătarea. Împotriva faptelor de acest fel nu există Lege.
24 Οἱ δὲ τοῦ χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
24 Căci cei care sunt ai lui Cristos Isus și-au răstignit trupul împreună cu patimile și poftele.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
25 Dacă trăim prin Duh, să ne și comportăm potrivit Duhului!
26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
26 Să nu fim [căutători] de glorie deșartă, provocându-ne unii pe alții și invidiindu-ne între noi!