1 Ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά. 2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν. ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων 4 Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ’ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες 6 Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χετ, 8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10 Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ· ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων 11 Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου. 12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς 13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ’ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων 15 Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων, καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρη [αὕτη ἐστὶν Χεβρων] ἐν τῇ γῇ Χανααν. 20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ.
1 Ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν. ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι.
3 καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων
4 Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ’ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ.
5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
6 Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χετ,
8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ,
9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
10 Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ· ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
11 Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ’ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων
15 Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.
16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων, καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρη [αὕτη ἐστὶν Χεβρων] ἐν τῇ γῇ Χανααν.
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Viața Sárei a fost de o sută douăzeci și șapte de ani. Aceștia au fost anii vieții Sárei.
1 Ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
2 Sára a murit în Chiriát-Árba, adică Hebrón, în țara Canaán. Abrahám a venit să o jelească pe Sára și să o plângă.
2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν. ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι.
3 Abrahám s-a ridicat din fața moartei sale, a vorbit cu fiii lui Het, zicându-le:
3 καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων
4 „Eu sunt străin și pribeag printre voi; dați-mi proprietatea unui mormânt ca s-o pot îngropa pe moarta mea înaintea mea!”.
4 Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ’ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ.
5 Fiii lui Het i-au răspuns lui Abrahám, zicându-i:
5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
6 „Ascultă-ne, domnule! Tu ești un principe al lui Dumnezeu în mijlocul nostru; îngroapă-ți moarta în cel mai ales dintre mormintele noastre! Niciunul dintre noi nu se va opune să-ți îngropi moarta în mormântul lui”.
6 Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
7 Abrahám s-a ridicat și s-a prosternat înaintea poporului țării, adică înaintea fiilor lui Het.
7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χετ,
8 Și le-a vorbit, zicându-le: „Dacă vreți din inimă să-mi îngrop moarta dinaintea mea, ascultați-mă și interveniți pentru mine pe lângă Efrón, fiul lui Țóhar,
8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ,
9 ca să-mi dea peștera Macpéla, care e a lui și care este la marginea câmpului său; să mi-o dea pe arginți ca proprietate pentru mormânt în mijlocul vostru!”.
9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
10 Efrón locuia în mijlocul fiilor lui Het. Și Efrón, hetéul, i-a răspuns lui Abrahám în [auzul] urechilor fiilor lui Het și al tuturor celor ce treceau prin poarta cetății lui, zicând:
10 Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ· ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
11 „Nu, domnul meu, ascultă-mă! Îți dau câmpul și-ți dau și peștera care este în el. Ți le dăruiesc în fața fiilor poporului meu. Îngroapă-ți moarta!”.
11 Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
12 Abrahám s-a prosternat înaintea poporului țării.
12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
13 Și i-a spus lui Efrón în auzul poporului țării: „O, numai dacă ai vrea să mă asculți! Îți dau prețul ogorului: primește-l de la mine și-mi voi îngropa moarta acolo!”.
13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ’ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
14 Efrón i-a răspuns astfel lui Abrahám, zicându-i:
14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων
15 „Domnul meu, ascultă-mă! Un pământ de patru sute de sícli din argint, ce este aceasta între mine și tine? Îngroapă-ți, deci, moarta!”.
15 Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.
16 Abrahám l-a ascultat pe Efrón. Abrahám i-a cântărit lui Efrón argintul despre care vorbise în [auzul] urechilor fiilor lui Het: patru sute de sícli din argint, după greutatea care trece printre negustori.
16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων, καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
17 Ogorul lui Efrón care se afla în Macpéla, care este față în față cu Mamré; ogorul și peștera din el și toți copacii care se aflau în ogor și în toate hotarele lui de jur împrejur
17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
18 [au intrat] între cele dobândite de Abrahám în fața fiilor lui Het și a tuturor celor care au venit la poarta cetății.
18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
19 După aceasta, Abrahám a îngropat-o pe Sára, soția sa, în peștera din ogorul Macpéla, care este față în față cu Mamré, adică Hebrón, în țara Canaán.
19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρη [αὕτη ἐστὶν Χεβρων] ἐν τῇ γῇ Χανααν.
20 Ogorul și peștera din el au trecut în stăpânirea lui Abrahám, ca proprietate de mormânt, de la fiii lui Het.
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ.