Κατὰ Ἰωάννην (Evanghelia după sfântul Ioan)

traducerea greacă bizantină

Capitolul 14

1 Μὴ ταρασσέσθω ὑμῶν καρδίαπιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσινεἰ δὲ μή, εἶπον ἂν ὑμῖνΠορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. 3 Καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπονπάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4 Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. 5 Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγειςκαὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 Λέγει αὐτῷ Ἰησοῦς, Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωήοὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ διἐμοῦ. 7 Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄνκαὶ ἀπἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν. 8 Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9 Λέγει αὐτῷ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμέ, ἑώρακεν τὸν πατέρακαὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10 Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἐγὼ λαλῶ ὑμῖν, ἀπἐμαυτοῦ οὐ λαλῶ∙ δὲ πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. 11 Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοίεἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. 12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσειὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι. 13 Καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ πατὴρ ἐν τῷ υἱῷ. 14 Ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. 16 Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθὑμῶν εἰς τὸν αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. 18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούςἔρχομαι πρὸς ὑμᾶς. 19 Ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ μεὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. 20 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν. 21 ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ἀγαπῶν με δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μουκαὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 Λέγει αὐτῷ Ἰούδας, οὐχ Ἰσκαριώτης, Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; 23 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παραὐτῷ ποιήσομεν. 24 μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖκαὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.

25 Ταῦτα λελάληκα ὑμῖν παρὑμῖν μένων. 26 δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, πέμψει πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν. 27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖνοὐ καθὼς κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν καρδία, μηδὲ δειλιάτω. 28 Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέραὅτι πατήρ μου μείζων μού ἐστιν. 29 Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαιἵνα, ὅταν γένηται, πιστεύσητε. 30 Οὐκέτι πολλὰ λαλήσω μεθὑμῶνἔρχεται γὰρ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν 31 ἀλλἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι πατήρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

Textul a fost copiat în clipboard