1 Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς, 2 ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ’ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. 3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ. 4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται· 5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. 6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας. 7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, 8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν. 9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. 10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν. 11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; 12 καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ· 13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν; 15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, 16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. 17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; 18 Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. 19 καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι· 20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ’ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ. 21 θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι. 22 θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. 23 καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν, 24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. 25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς· 26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ἃ ἐποίησεν μεθ’ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· 27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.
1 Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς,
2 ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ’ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ.
4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·
5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.
7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν,
8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν.
9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.
10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν.
11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;
12 καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ·
13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν;
15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,
16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.
17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
18 Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
19 καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι·
20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ’ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.
21 θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι.
22 θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.
23 καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν,
24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς·
26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ἃ ἐποίησεν μεθ’ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·
27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Sunați din trâmbiță în Sion, strigați din răsputeri în muntele cel sfânt al Meu, ca să se cutremure toți locuitorii țării! Căci vine ziua Domnului; iată ea este aproape;
1 Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς,
2 O zi de întuneric și de beznă, zi cu nori și cu negură deasă. Precum zorile se revarsă pe deasupra munților, tot așa dă năvală un popor numeros și puternic, cum n-a mai fost niciodată și cum nu va mai fi după el până în anii vremurilor celor mai îndepărtate.
2 ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ’ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
3 Înaintea lui merge mistuind focul, iar după el arde văpaia. Pământul este înaintea lui ca grădina raiului, iar după trecerea lui, pustiu înfricoșător, căci nimic nu scapă din fața lui.
3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ.
4 Cum sunt caii, așa le este chipul lor; și ca sprinteni călăreți, așa aleargă.
4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·
5 Se aud ca un duruit de care de război, care se avântă în goană pe creștetul munților, ca pârâitul flăcărilor care mistuie o miriște, ca o oștire puternică așezată în linie de bătaie.
5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
6 Înaintea lui popoarele tremură de spaimă, toate fețele ard ca văpaia.
6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.
7 Aleargă ca niște viteji; ca războinicii încercați se avântă peste ziduri; om după om își urmează calea, fără ca vreunul să se rătăcească.
7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν,
8 Nimeni nu se îmbrâncește cu cel de alături, fiecare își vede de drumul lui; printre săgeți își croiesc cale, fără ca nici unul să rupă rândul.
8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν.
9 Dau năvală în cetate, aleargă pe deasupra zidurilor, pătrund în case și intră pe ferestre ca furii.
9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.
10 Înaintea lor tremură pământul, cerul se cutremură, soarele și luna se întunecă, iar stelele își pierd strălucirea lor.
10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν.
11 Dar Domnul Își face auzit glasul în fruntea oștirilor Sale, căci întinsă foarte este tabăra Lui și puternic este cel ce împlinește poruncile Lui. Ziua Domnului este mare și înfricoșătoare foarte și cine va putea sta împotriva ei?
11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;
12 „Și acum, zice Domnul, întoarceți-vă la Mine din toată inima voastră, cu postiri, cu plâns și cu tânguire”.
12 καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ·
13 Sfâșiați inimile și nu hainele voastre, și întoarceți-vă către Domnul Dumnezeul vostru, căci El este milostiv și îndurat, încet la mânie și mult Milostiv și-I pare rău de răul pe care l-a trimis asupra voastră.
13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
14 O, de v-ați întoarce și v-ați pocăi, ar rămâne de pe urma voastră o binecuvântare, un prinos și o jertfă cu turnare pentru Domnul Dumnezeul vostru!
14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν;
15 Sunați din trâmbiță în Sion, gătiți postiri sfinte, prăznuiți sărbătoarea cea pentru toți!
15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,
16 Adunați poporul, vestiți o adunare sfântă, strângeți laolaltă pe bătrâni, aduceți copiii și pruncii care sug la sân; să iasă mirele din cămara lui și mireasa din iatacul ei!
16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.
17 Între tindă și altar să plângă preoții, slujitorii Domnului, și să zică: „Milostivește-Te, Doamne, către poporul Tău și nu face de ocară moștenirea Ta ca să-și bată joc de ea neamurile!” Pentru ce să se spună printre neamuri: „Unde este Dumnezeul lor?”
17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
18 Dar Domnul este plin de zel pentru țara Sa și Se îndură de poporul Său.
18 Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
19 Pentru aceasta a răspuns Domnul către poporul Său, grăind: „Iată, Eu vă voi trimite grâu, must și untdelemn și vă voi sătura și nu vă voi mai face de ocară printre neamuri!
19 καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι·
20 Prăpădul dușmanului de la miazănoapte îl voi depărta de la voi și-l voi izgoni înspre un ținut uscat și pustiu; capătul lui spre marea cea de la răsărit, iar sfârșitul la marea cea dinspre apus; și se va ridica din el duhoare și miros de stârv va porni din el, căci a săvârșit lucruri mari”.
20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ’ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.
21 Nu te teme, tu țară, bucură-te și te veselește, căci Domnul a făcut lucruri mari!
21 θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι.
22 Nu vă temeți nici voi dobitoacele câmpului, căci au înverzit pășunile pustiului; căci pomii dau roadele lor; smochinul și vița de vie vor fi plini de roade.
22 θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.
23 Și voi locuitori ai Sionului, bucurați-vă și vă veseliți în Domnul Dumnezeul vostru, căci El v-a dat pe Învățătorul dreptății; și v-a mai trimis și ploaie, ploaie timpurie și târzie, ca odinioară.
23 καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν,
24 Și ariile se vor umple de grâu; iar teascurile vor da peste margini de must și de untdelemn.
24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
25 Și vă voi da ani de belșug în locul anilor în care au mâncat lăcustele mici, cele mari, cele zburătoare și stolurile de lăcuste, marea Mea oștire pe care am trimis-o împotriva voastră.
25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς·
26 Și veți mânca din destul și vă veți sătura și veți preaslăvi numele Domnului Dumnezeului vostru, Care a făcut cu voi lucruri minunate. Și poporul Meu nu se va rușina în veci de veci!
26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ἃ ἐποίησεν μεθ’ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·
27 Atunci vă veți da seama că Eu sunt în mijlocul lui Israel și că Eu sunt Domnul Dumnezeul vostru și nu este altul, iar poporul Meu nu va mai fi niciodată de ocară!
27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.