Capitolul 49
Isaia 491 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου 2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με. 3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι. 4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου. 5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς – 6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε. 8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, 9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· 10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· 11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. 12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. 13 εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. 14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου. 15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος. 16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· 17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. 18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. 19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν, 23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ. 24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται; 25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· 26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.
1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.
3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.
5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς –
6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε.
8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
13 εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου.
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.
Traducerea catolică
Traducerea greacă bizantină
1 „Ascultați-mă, insulelor!
Dați atenție, popoare îndepărtate!
Domnul m-a chemat din sânul matern,
din pântecele mamei mele
și-a adus aminte de numele meu.
1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
2 A făcut gura mea ca o sabie tăioasă,
la umbra mâinii sale m-a adăpostit;
m-a făcut ca o săgeată ascuțită
și m-a pus în tolba sa.
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.
3 El mi-a zis: «Tu ești slujitorul meu, Israél;
în tine mă voi glorifica»”.
3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
4 Dar eu spuneam: „Degeaba m-am trudit,
în zadar și fără folos mi-am consumat puterea.
Și totuși, judecata mea este la Domnul
și răsplata mea, la Dumnezeul meu”.
4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.
5 Acum, așa vorbește Domnul,
cel care m-a plăsmuit în sânul mamei
ca să fiu slujitorul lui,
ca să-l întorc pe Iacób și să-l adun pe Israél.
De aceea am fost prețuit
în ochii Domnului
și Dumnezeul meu este puterea mea.
5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς –
6 El zice: „Este puțin să fii slujitorul meu,
ca să ridici triburile lui Iacób
și să-i aduci înapoi pe cei rămași ai lui Israél.
Te-am pus lumină pentru popoare,
ca să fie mântuirea mea
până la marginile pământului”.
6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
7 Așa vorbește Domnul,
Răscumpărătorul lui Israél,
Cel sfânt al lui,
celui pe care omul îl disprețuiește
și pe care națiunea îl urăște,
slujitorului conducătorilor:
„Regii vor vedea și se vor ridica
iar căpeteniile se vor prosterna
datorită Domnului care este fidel,
datorită Sfântului lui Israél, care te-a ales”.
7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε.
8 Așa vorbește Domnul:
„În timpul bunăvoinței ți-am răspuns
și în ziua mântuirii te-am ajutat.
Te voi păzi
și te voi face o alianță pentru popor,
ca să ridici țara și să faci
să ia în stăpânire moștenirile devastate.
8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
9 Vei spune celor captivi: «Ieșiți!»
și celor care sunt în întuneric:
«Veniți afară!».
Vor paște pe lângă drumuri
și pășunea lor va fi pe toate colinele golașe.
9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
10 Nu vor flămânzi și nu vor înseta;
nu-i va lovi dogoarea și nici soarele,
pentru că cel care se îndură de ei
îi călăuzește și-i conduce la izvoare de apă.
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
11 Voi schimba toți munții mei în drumuri
și căile mele vor fi înălțate.
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
12 Iată-i, vin de departe!
Iată-i, unii [vin] de la nord și de la vest,
iar alții din țara Siním!”.
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
13 Strigați de bucurie, cerurilor,
bucură-te, pământule,
și tresăltați de bucurie, munților,
pentru că Domnul îl mângâie pe poporul său
și se îndură de sărmanii lui!
13 εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
14 Siónul a zis:
„Domnul m-a părăsit; Domnul m-a uitat”.
14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου.
15 Uită oare o femeie de cel pe care-l alăptează,
fără ca să aibă milă de fiul sânului ei?
Chiar dacă ea ar uita, eu nu te voi uita.
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.
16 Iată, te-am gravat pe palmele mele,
zidurile tale sunt înaintea mea pururi!
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·
17 Constructorii tăi se grăbesc,
cei care te-au distrus
și cei care te-au devastat
pleacă de la tine.
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
18 Ridică-ți ochii de jur împrejur și privește:
toți se adună și vin la tine.
Viu sunt eu – oracolul Domnului –,
ei toți sunt ca un ornament
cu care te îmbraci
și te încingi ca o mireasă.
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
19 Căci ruinele tale,
dărâmăturile și țara ta pustiită
acum vor fi prea strâmte ca să fie locuite
și cei care te înghițeau vor fi departe.
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
20 Fiii de care ai fost lipsită
vor spune la urechile tale:
„Este prea strâmt locul pentru mine.
Lasă-mă să mă apropii, ca să locuiesc!”.
20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.
21 Vei spune în inima ta:
„Cine mi i-a născut pe aceștia?
Eu eram lipsită de copii și sterilă,
deportată și rătăcită.
Cine mi i-a crescut pe aceștia?
Iată, rămăsesem singură:
unde erau aceștia?”!
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Așa vorbește Domnul Dumnezeu:
„Iată, îmi voi ridica mâna către națiuni
și voi înălța steagul meu spre popoare
și ele îi vor aduce înapoi la sânul tău
pe fiii tăi
și fiicele tale vor fi purtate pe brațe!
22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,
23 Regii vor fi cei care te vor hrăni
și principesele, cele care te vor alăpta.
Se vor prosterna cu fața la pământ
înaintea ta
și vor linge praful de pe picioarele tale.
Vei ști că eu sunt Domnul:
cei care-și pun speranța
în mine nu se vor rușina.
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.
24 Oare poate fi luată prada de la cel puternic?
Sau poate să scape cel captiv pe drept?”.
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
25 Căci așa vorbește Domnul:
„Chiar captivii celui puternic vor fi luați
și prada va scăpa de la tiran.
Eu mă voi bate cu cei care se bat cu tine
și pe fiii tăi îi voi salva.
25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
26 Pe cei care te oprimă
îi voi face să-și mănânce carnea
și să-și bea sângele ca vinul dulce.
Și va ști toată făptura
că eu sunt Domnul, cel care te salvează,
Răscumpărătorul tău,
Cel Puternic al lui Iacób”.
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Ascultați, ostroave, luați aminte, popoare depărtate! Domnul M-a chemat de la nașterea Mea, din pântecele maicii Mele Mi-a spus pe nume.
1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
2 Făcut-a din gura Mea sabie ascuțită; ascunsu-M-a la umbra mâinii Sale. Făcut-a din Mine săgeată ascuțită și în tolba Sa de o parte M-a pus,
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.
3 Și Mi-a zis Mie: „Tu ești sluga Mea, Israel, întru care Eu Mă voi preaslăvi!”
3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
4 Dar Eu Îmi spuneam: „În deșert M-am trudit, în zadar și pentru nimic Mi-am prăpădit puterea Mea!” Partea ce Mi se cuvine Mie este la Domnul și răsplata Mea la Dumnezeul Meu.
4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.
5 Și acum Domnul Cel Care M-a zidit din pântecele maicii Mele ca să-l slujesc Lui și să întorc pe Iacov către El și să strâng la un loc pe Israel – căci așa am fost Eu cinstit în ochii Domnului și Dumnezeul Meu fost-a puterea Mea, –
5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς –
6 Mi-a zis: „Puțin lucru este să fii sluga Mea ca să aduci la loc semințiile lui Iacov și să întorci pe cei ce-au scăpat dintre ai lui Israel. Te voi face Lumina popoarelor ca să duci mântuirea Mea până la marginile pământului!”
6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
7 Așa grăiește Răscumpărătorul și Sfântul lui, Israel către Cel disprețuit și către urâciunea neamurilor, Sluga tiranilor: „Regi Te vor vedea și se vor ridica, căpetenii se vor închina pentru Domnul cel credincios și pentru Sfântul lui Israel, Cel Care Te-a ales!”
7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε.
8 Așa grăiește Domnul: „În vremea milostivirii Te voi asculta și în vremea mântuirii Te voi ajuta. Te-am făcut și Te-am hotărât Legământ al poporului, ca să așezi rânduială în țară și să dai fiecăruia moștenirile nimicite!”
8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
9 Ca să zici celor robiți: „Ieșiți!” și celor care sunt în întuneric: „Veniți la lumină!” Ei vor paște oriunde pe calea lor și pe toate povârnișurile va fi pășunea lor.
9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
10 Nu le va fi nici foame, nici sete, soarele și vântul cel arzător nu-i va atinge, că Cel Care se va milostivi de ei va fi Povățuitorul lor și îi va îndrepta către izvoare de apă.
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
11 Voi preface toți munții Mei în drumuri și cărările Mele vor fi bine gătite.
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
12 Iată că unii vin din ținuturi depărtate, de la miazănoapte, de la apus, iar alții din țara Sinim.
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
13 Săltați, ceruri, de bucurie și tu, pământule, bucură-te; munților, chiotiți de veselie, că Domnul a mângâiat pe poporul Său și de cei în necaz ai Lui S-a milostivit.
13 εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
14 Sionul zicea: „Domnul m-a părăsit și Stăpânul meu m-a uitat!”
14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου.
15 Oare femeia uită pe pruncul ei și de rodul pântecelui ei n-are ea milă? Chiar când ea îl va uita, Eu nu te voi uita pe tine.
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.
16 Iată, te-am însemnat în palmele Mele; zidurile tale sunt totdeauna înaintea ochilor Mei!
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·
17 Cei ce te vor ridica din ruini aleargă către tine și cei ce te-au pustiit fug departe de tine.
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
18 Ridică ochii tăi de jur împrejur și vezi: toți se adună, toți vin la tine. Viu sunt Eu, zice Domnul, tu te vei îmbrăca întru ei ca într-un veșmânt de podoabă și te vei încinge cu ei ca o mireasă.
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
19 Căci locurile tale pustii, ruinele tale și țara ta pustiită vor fi prea strâmte pentru locuitorii tăi, iar pustiitorii tăi vor fi departe.
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
20 Și vor mai grăi la urechile tale feciorii tăi de care tu erai lipsită: „ținutul este prea strâmt pentru mine, fă-mi loc să stau și eu!”
20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.
21 Atunci tu vei zice în inima ta: „Cine mi i-a născut pe aceștia? Pierdusem copiii mei și eram stearpă, dusă în robie și gonită; dar pe aceștia cine i-a născut? Iată că rămăsesem singură! Dar aceștia de unde vin?”
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Așa zice Domnul Dumnezeu: „Iată voi ridica mâna Mea către neamuri și către popoare voi înălța steagul meu. Ele vor aduce pe feciorii tăi pe brațe și pe fiicele tale pe umeri le vor purta.
22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,
23 Regi te vor crește și prințese te vor alăpta. Cu fața la pământ se vor închina înaintea ta și vor linge pulberea de pe picioarele tale. Atunci tu vei ști că Eu sunt Domnul, Care nu rușinează pe cei ce își pun nădejdea în El!
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.
24 Oare poate să i se ia celui viteaz prada și celui puternic să i se smulgă din mână cei robiri?
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
25 Da! zice Domnul: „Chiar robii unui viteaz i se vor lua, prada unui războinic îi va scăpa; Eu Mă voi război cu potrivnicii tăi și pe fiii tăi Eu îi voi scăpa!
25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
26 Și pe asupritorii tăi îi voi face să-și mănânce carnea lor și să se îmbete de sângele lor ca de vin. Atunci toată făptura va ști că Eu sunt Domnul, Mântuitorul tău și Răscumpărătorul tău, viteazul lui Iacov!”