Κατὰ Λουκᾶν (Evanghelia după sfântul Luca)

traducerea greacă bizantină

Capitolul 17

1 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἀνένδεκτόν ἐστιν τοῦ
μὴ ἐλθεῖν τὰ σκάνδαλαοὐαὶ δὲ διοὗ ἔρχεται.
2 Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. 3 Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ἐπιτίμησον αὐτῷκαὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. 4 Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.

5 Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. 6 Εἶπεν δὲ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃκαὶ ὑπήκουσεν ἂν ὑμῖν. 7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως, Παρελθὼν ἀνάπεσε 8 ἀλλοὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίωκαὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; Οὐ δοκῶ. 10 Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμενὅτι ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.

11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας. 12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν 13 καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷκαὶ αὐτὸς ἦν Σαμαρείτης. 17 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ἀλλογενὴς οὗτος; 19 Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου πίστις σου σέσωκέν σε.

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως 21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, , Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ὧδε, , Ἰδοὺ ἐκεῖμὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑποὐρανὸν εἰς τὴν ὑποὐρανὸν λάμπει, οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας. 28 Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν 29 δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀποὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας 30 κατὰ ταῦτα ἔσται ἡμέρᾳ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτάκαὶ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήνκαὶ ὃς ἐὰν ἀπολέσῃ αὐτὴν ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶςεἷς παραληφθήσεται, καὶ ἕτερος ἀφεθήσεται. 35 Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτόμία παραληφθήσεται, καὶ ἑτέρα ἀφεθήσεται. 36 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

Textul a fost copiat în clipboard