1 Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. 2 Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. 3 Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ. 4 Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. 5 Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην. 6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. 7 Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 8 Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν. 9 Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου. 10 Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ. 11 Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. 12 Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. 13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; 14 Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. 15 Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς; 16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν. 17 Ἐποίησεν κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε. 18 Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου. 19 Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων. 20 Ἰδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην; 21 Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω. 22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
1 Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
2 Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
3 Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ.
4 Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
5 Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην.
6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
7 Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
8 Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
9 Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου.
10 Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ.
11 Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
12 Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
14 Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
15 Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς;
16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
17 Ἐποίησεν κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε.
18 Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
19 Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων.
20 Ἰδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην;
21 Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 O, cum a acoperit cu nori Domnul întru mânia Lui pe fiica Sionului! Din cer a aruncat pe pământ măreția lui Israel și în ziua mâniei Sale nu și-a adus aminte de așternutul picioarelor Sale.
1 Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
2 Domnul a nimicit fără milă toate sălașele lui Iacov; întru întărâtarea urgiei Lui a doborât la pământ întăriturile fiicei lui Iuda; le-a făcut una cu pământul, a pângărit regatul și căpeteniile lui.
2 Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
3 Întru aprinderea mâniei Lui a zdrobit toată puterea lui Israel; înaintea dușmanului și-a tras dreapta înapoi. El a aprins pe Iacov cu un foc arzător care prăpădește de jur împrejur.
3 Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ.
4 El a încordat arcul Său ca un dușman, dreapta Sa a stat gata ca a unui vrăjmaș și a ucis tot ce desfăta ochiul în cortul fiicei Sionului; vărsat-a ca un foc mânia Lui.
4 Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
5 Stăpânul S-a arătat ca un dușman nimicind Israelul; i-a dărâmat toate palatele și cetățile întărite și asupra fiicei lui Iuda a adus multă supărare.
5 Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην.
6 Prăbușit-a la pământ ca pe o dumbravă cortul lui, stricat-a locul de sărbătoare. Domnul a făcut să se uite zilele de odihnă în Sion, disprețuind, în văpaia mâniei Lui, pe rege și pe preot.
6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
7 Disprețuit-a Domnul jertfelnicul Său și S-a îndepărtat de locașul Său cel sfânt; dat-a zidurile palatelor Sale în mâna dușmanilor care au strigat în templul Domnului ca în zilele de sărbătoare.
7 Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
8 Găsit-a Domnul cu cale să surpe zidurile fiicei Sionului; întins-a funia și n-a tras înapoi mâna Sa, până nu le-a nimicit. El a întins jalea peste ziduri și întărituri, ce stau laolaltă dărăpănate.
8 Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
9 Porțile lui s-au afundat în pământ, zăvoarele lor El le-a sfărâmat; regele lui și căpeteniile sunt pribegi printre neamuri. Lege nu mai au, chiar și profeții nu mai primesc vedenii de la Domnul.
9 Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου.
10 Stau la pământ și tac bătrânii fiicei Sionului; pe capul lor și-au pus țărână și s-au încins cu sac; la pământ își pleacă fecioarele Ierusalimului capetele lor.
10 Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ.
11 Ochii mei se sfârșesc de plâns, lăuntrul meu arde ca văpaia, măruntaiele mele fierb și fierea mi se varsă pe pământ din pricina zdrobirii fiicei neamului meu, când copiii și pruncii stau sleiți de putere în piețele cetății,
11 Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
12 Zicând mamei lor: „Unde este pâine, unde este vin?” Ei cad sleiți de putere ca doborâți de sabie pe piețele cetății și își dau sufletul la sânul maicii lor.
12 Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
13 Cu cine te voi asemăna, cu cine aș putea să te pun alături, o, fiică a Ierusalimului! Cu cine te-aș pune față în față, ca să te pot mângâia, o, fecioară, fiică a Sionului? Căci nețărmurită ca marea este năruirea ta! Cine ar putea să te tămăduiască?
13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
14 Profeții tăi au avut pentru tine vedenii zadarnice și arătări și nu ți-au dat pe față fărădelegea ta, ca să-ți schimbe calea ta, ci ți-au arătat vedenii înșelătoare și aducătoare de pieire.
14 Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
15 Bat spre tine din palme toți cei ce trec pe cale, fluieră și clatină din cap pentru fiica Ierusalimului: „Aceasta este, oare, cetatea pe care o numeau cununa frumuseții, bucuria a tot pământul?”
15 Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς;
16 Către tine toți vrăjmașii tăi cască gura lor, fluieră, scrâșnesc din dinți, zicând: „Am nimicit-o. Da, aceasta este ziua pe care noi o așteptam; am aflat-o și o vedem”.
16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
17 Împlinit-a Domnul hotărârea Sa, adus-a la îndeplinire cuvântul Său, spus din zilele străvechi; prăbușit-a fără milă, bucurat-a pe vrăjmașul tău, înălțat-a puterea apăsătorilor tăi.
17 Ἐποίησεν κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε.
18 Strigă către Domnul, tu fecioară, fiică a Sionului! Să curgă lacrimile tale ca un șuvoi, zi și noapte; nu înceta, ochiul tău să nu zăbovească!
18 Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
19 Scoală, jelește-te în timpul nopții, la început de strajă; varsă-ți inima ta ca apa înaintea feței Celui Atotstăpânitor. Către El ridică mâna ta pentru viața pruncilor tăi, care se prăpădesc de foame la colțul tuturor ulițelor.
19 Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων.
20 Vezi, o, Doamne, și privește cui ai făcut aceasta! Să mănânce femeile rodul pântecelui lor, copiii pe care îi poartă în brațe? Să fie uciși în templu, Doamne, preotul și profetul?
20 Ἰδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην;
21 Stau culcați la pământ pe ulițe tânăr și bătrân. Fecioarele și flăcăii mei de sabie au căzut; Tu i-ai ucis în ziua mâniei Tale, jertfitu-i-ai fără de milă.
21 Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
22 Chemat-ai ca la sărbătoare pe toți cei ce au sălaș în jurul meu. Și în ziua mâniei Domnului n-a scăpat, nici n-a rămas vreunul; pe cei care i-am purtat în brațe și i-am făcut mari, mi i-a nimicit dușmanul.
22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.