1 Καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ὁ θεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ. 3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ. 4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν. 5 εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις Δαυιδ]. 6 καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ’ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα. 7 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ· 8 καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν. 9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ’ αὐτοῦ. 10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ· 11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. – 12 καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς. 13 οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· 14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. – 15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων· 16 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ. 17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ; 18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 19 καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 20 Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, 21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. – 22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· 23 καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24 ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ. 26 Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελφὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ, 27 Σαμμωθ ὁ Αδι, Χελλης ὁ Φελωνι, 28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι, Αβιεζερ ὁ Αναθωθι, 29 Σοβοχαι ὁ Ασωθι, Ηλι ὁ Αχωι, 30 Μοοραι ὁ Νετωφαθι, Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι, 31 Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν, Βαναιας ὁ Φαραθωνι, 32 Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ ὁ Γαραβεθθι, 33 Αζμωθ ὁ Βεερμι, Ελιαβα ὁ Σαλαβωνι, 34 Βενναιας, Οσομ ὁ Γεννουνι, Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι, 35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι, Ελφαλ υἱὸς Ουρ, 36 Οφαρ ὁ Μοχοραθι, Αχια ὁ Φελωνι, 37 Ησεραι ὁ Χαρμαλι, Νααραι υἱὸς Αζωβαι, 38 Ιωηλ ἀδελφὸς Ναθαν, Μεβααρ υἱὸς Αγαρι, 39 Σεληκ ὁ Αμμωνι, Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια, 40 Ιρα ὁ Ιεθηρι, Γαρηβ ὁ Ιεθηρι, 41 Ουριας ὁ Χεττι, Ζαβετ υἱὸς Αχλια, 42 Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ’ αὐτῷ τριάκοντα, 43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι, 44 Οζια ὁ Ασταρωθι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι, 45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι, 46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης, 47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια.
1 Καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ὁ θεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ.
3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ.
4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν.
5 εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις Δαυιδ].
6 καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ’ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα.
7 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ·
8 καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.
9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ’ αὐτοῦ.
10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·
11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. –
12 καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.
13 οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·
14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. –
15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·
16 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ;
18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
19 καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
20 Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. –
22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
23 καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
24 ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
26 Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελφὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ,
27 Σαμμωθ ὁ Αδι, Χελλης ὁ Φελωνι,
28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι, Αβιεζερ ὁ Αναθωθι,
29 Σοβοχαι ὁ Ασωθι, Ηλι ὁ Αχωι,
30 Μοοραι ὁ Νετωφαθι, Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι,
31 Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν, Βαναιας ὁ Φαραθωνι,
32 Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ ὁ Γαραβεθθι,
33 Αζμωθ ὁ Βεερμι, Ελιαβα ὁ Σαλαβωνι,
34 Βενναιας, Οσομ ὁ Γεννουνι, Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι,
35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι, Ελφαλ υἱὸς Ουρ,
36 Οφαρ ὁ Μοχοραθι, Αχια ὁ Φελωνι,
37 Ησεραι ὁ Χαρμαλι, Νααραι υἱὸς Αζωβαι,
38 Ιωηλ ἀδελφὸς Ναθαν, Μεβααρ υἱὸς Αγαρι,
39 Σεληκ ὁ Αμμωνι, Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια,
40 Ιρα ὁ Ιεθηρι, Γαρηβ ὁ Ιεθηρι,
41 Ουριας ὁ Χεττι, Ζαβετ υἱὸς Αχλια,
42 Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ’ αὐτῷ τριάκοντα,
43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι,
44 Οζια ὁ Ασταρωθι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι,
45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι,
46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης,
47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 După aceea s-au adunat toți Israeliții la David în Hebron zicând: „Iată noi suntem oasele tale și carnea ta.
1 Καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
2 Și mai înainte, când Saul era încă rege, tu ai povățuit pe Israel la război și l-ai adus teafăr înapoi și Domnul Dumnezeul tău ți-a spus: Tu vei paște pe poporul Meu Israel și tu vei fi povățuitorul poporului Meu Israel”.
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ὁ θεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ.
3 Și au venit toate căpeteniile lui Israel la rege în Hebron și a încheiat cu ei David legământ în Hebron înaintea fetei Domnului; și au uns pe David de rege peste Israel, după cuvântul Domnului care fusese prin Samuel.
3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ.
4 Apoi s-a dus David și tot Israelul la Ierusalim, adică la Iebus. Acolo însă erau Iebuseii, locuitorii tării aceleia.
4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν.
5 Și au zis locuitorii Iebusului către David: „Nu vei intra aici!” Dar David a luat cetatea Sionului. Aceasta este cetatea lui David.
5 εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις Δαυιδ].
6 Apoi a zis David: „Cine va lovi cel dintâi pe Iebuseu, acela va fi cap și căpetenie peste oștire”. Și s-a sculat înainte de toți Ioab, fiul Țeruiei, și s-a făcut căpetenie.
6 καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ’ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα.
7 David a locuit în cetatea aceea și ea s-a și numit cetatea lui David.
7 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ·
8 El a zidit cetatea împrejur, începând de la Milo, iar Ioab a reînnoit celelalte părți ale cetății.
8 καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.
9 După aceea a propășit David și s-a ridicat din ce în ce mai mult și Domnul Savaot era cu el.
9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ’ αὐτοῦ.
10 Iată cei mai de seamă dintre puternicii lui David, care s-au luptat tare împreună cu el, în domnia lui, împreună cu tot Israelul, ca să întărească domnia lui asupra lui Israel, după cuvântul Domnului.
10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·
11 Și iată numărul vitejilor pe care i-a avut David: Iașobeam (Ioșeb-Bașebet), fiul lui Hacmoni, cel mai de seamă între cei treizeci; el și-a ridicat sulița asupra a trei sute de oameni și i-a ucis dintr-o dată.
11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. –
12 După el vine Eleazar, fiul lui Dodo Ahohitul, unul din cei trei viteji.
12 καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.
13 Acesta a fost cu David la Pasdamim, unde se adunaseră Filistenii pentru război. Acolo, parte din câmp era semănat cu orz și Israeliții au fugit de Filisteni;
13 οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·
14 Dar ei au stat în mijlocul câmpului, l-au apărat și au înfrânt pe Filisteni și le-a dăruit Domnul biruință mare.
14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. –
15 Trei din cele treizeci de căpetenii s-au coborât pe stâncă la David, în peștera Adulam, când tabăra Filistenilor era așezată în valea Refaim.
15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·
16 David atunci era la loc întărit, iar oștirea de întărire a Filistenilor era atunci în Betleem.
16 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
17 Și a dorit David și a zis: „Cine mă va adăpa cu apă din fântâna Betleemului care este la poartă?”
17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ;
18 Atunci acești trei au străbătut prin tabăra Filistenilor, au scos apă din fântâna Betleemului cea de la poartă și au luat-o și au dus-o lui David. Dar David n-a voit să o bea și a vărsat-o înaintea Domnului,
18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
19 Zicând: „Să mă ferească Dumnezeu să fac eu aceasta! Aș putea să beau eu sângele celor care s-au dus acolo cu primejduirea vieții lor? Căci cu primejduirea vieții lor au adus-o!” Și n-a vrut să o bea. Iată ce au făcut acești trei viteji.
19 καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
20 Și Abișai, fratele lui Ioab, era căpetenia celor trei; el a rănit deodată cu sulița trei sute de oameni și era vestit între cei trei.
20 Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
21 El era mai strălucit decât cei treizeci și le era căpetenie, dar cu ceilalți trei nu era deopotrivă.
21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. –
22 Benaia, fiul lui Iehoiada, bărbat viteaz, mare după fapte, era din Cabțeel; el a ucis doi fii ai lui Ariel Moabitul și s-a coborât într-o groapă și a ucis un leu pe o vreme cu zăpadă.
22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
23 Tot el a ucis un egiptean, un om cu statură de cinci coți, care avea în mână o suliță, ca un sul de la războiul de țesut; el s-a dus la el cu toiagul, i-a smuls sulița din mână și l-a ucis cu sulița lui.
23 καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
24 Iată ce a făcut Benaia, fiul lui Iehoiada, care era în cinste la cei trei viteji.
24 ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
25 El era mai vestit decât cei treizeci, dar cu cei trei nu era deopotrivă și David l-a pus cel mai de aproape împlinitor al poruncilor sale.
25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
26 Iar dintre oștenii cei mai de seamă erau: Asael, fratele lui Ioab; Elhanan, fiul lui Dodo, din Betleem;
26 Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελφὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ,
27 Șamot din Haror; Heleț din Pelon;
27 Σαμμωθ ὁ Αδι, Χελλης ὁ Φελωνι,
28 Ira, fiul lui Icheș din Tecoa; Abiezer din Anatot;
28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι, Αβιεζερ ὁ Αναθωθι,
29 Sibecai Hușateul, Ilai din Ahoh;
29 Σοβοχαι ὁ Ασωθι, Ηλι ὁ Αχωι,
30 Maharai din Netofat, Heled, fiul lui Baana din Netofat,
30 Μοοραι ὁ Νετωφαθι, Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι,
31 Itai, fiul lui Ribai, din Ghibeea lui Veniamin; Benaia din Piraton
31 Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν, Βαναιας ὁ Φαραθωνι,
32 Hurai din Nahali-Gaaș; Abiel din Araba;
32 Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ ὁ Γαραβεθθι,
33 Azmavet din Bahurim; Eliahba din Șaalbon;
33 Αζμωθ ὁ Βεερμι, Ελιαβα ὁ Σαλαβωνι,
34 Fiii lui Hașem din Ghizon: Ionatan, fiul lui Șaghi din Harar;
34 Βενναιας, Οσομ ὁ Γεννουνι, Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι,
35 Ahiam, fiul lui Sacar din Harar; Elifelet, fiul lui Uri.
35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι, Ελφαλ υἱὸς Ουρ,
36 Hefer din Mechera, Ahia din Pelon,
36 Οφαρ ὁ Μοχοραθι, Αχια ὁ Φελωνι,
37 Hețro din Carmel, Naarai, fiul lui Ezbai;
37 Ησεραι ὁ Χαρμαλι, Νααραι υἱὸς Αζωβαι,
38 Ioil, fratele lui Natan; Mibhar, fiul lui Hagri;
38 Ιωηλ ἀδελφὸς Ναθαν, Μεβααρ υἱὸς Αγαρι,
39 Țelec Amonitul; Nahrai din Beerot, purtătorul de arme al lui Ioab, fiul Țeruiei,
39 Σεληκ ὁ Αμμωνι, Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια,
40 Ira din Iatir, Gareb din Iatir;
40 Ιρα ὁ Ιεθηρι, Γαρηβ ὁ Ιεθηρι,
41 Urie Heteul; Zabad, fiul lui Ahlai;
41 Ουριας ὁ Χεττι, Ζαβετ υἱὸς Αχλια,
42 Adina, fiul lui Șiza Rubenitul, căpetenia Rubeniților care avea sub el treizeci de inși,
42 Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ’ αὐτῷ τριάκοντα,
43 Hanan, fiul lui Maaca; Iosafat din Mitni,
43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι,
44 Uzia din Aștarot; Șama și Iehiel, fiii lui Hotam din Aroer,
44 Οζια ὁ Ασταρωθι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι,
45 Iediael, fiul lui Șimri și Ioha, fratele lui Tițitul,
45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι,
46 Eliel din Mahavim, Ieribai și Ioșavia, fiii lui Elnaam și Itma Moabitul,
46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης,
47 Eliel, Obed și Iaasiel din Mețoba.
47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια.