Capitolul 1
Judecatori 11 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; 2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων. 4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν, 5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον. 6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ. 7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ. 8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. 10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ. 11 καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων. 12 καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα. 13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα. 14 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι; 15 καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν. 16 Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ. – 17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις. 18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς. 19 καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν. 20 καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ. 21 καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης. 22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν. 23 καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα. 24 καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. 26 καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης. 27 Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν. 29 Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον. 30 Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον. 31 Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ. 32 καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν. 33 Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον. 34 Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα. 35 καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον. 36 καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.
1 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;
2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων.
4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν,
5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ.
7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν.
10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ.
11 καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων.
12 καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
14 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
15 καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
16 Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ. –
17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις.
18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς.
19 καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.
20 καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ.
21 καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν.
23 καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα.
24 καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
26 καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
27 Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
29 Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
30 Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
31 Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ.
32 καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν.
33 Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
34 Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
35 καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον.
36 καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.
Traducerea catolică
Traducerea greacă bizantină
1 După moartea lui Iósue, fiii lui Israél l-au întrebat pe Domnul: „Cine va urca primul pentru noi la canaaneéni ca să lupte cu ei?”.
1 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;
2 Domnul a răspuns: „Să urce Iúda! Iată, dau țara în mâna lui!”.
2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
3 Iúda i-a zis fratelui său Simeón: „Urcă împreună cu mine în teritoriul care mi-a căzut la sorți ca să luptăm împotriva canaaneénilor și voi merge și eu în teritoriul care ți-a căzut la sorți!”. Și Simeón a mers cu el.
3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων.
4 Iúda a urcat și Domnul i-a dat pe canaaneéni și pe ferezéi în mâna lor; l-au lovit [cetatea] Bézec, zece mii de oameni.
4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν,
5 L-au găsit pe Adoní-Bézec la Bézec; au luptat împotriva lui și i-au bătut pe canaaneéni și pe ferezéi.
5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
6 Adoní-Bézec a fugit; ei l-au urmărit, l-au prins și i-au tăiat degetele mari de la mâini și de la picioare.
6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ.
7 Adoní-Bézec a zis: „Șaptezeci de regi cu degetele mari de la mâini și de la picioare tăiate adunau [resturi] sub masa mea. Așa cum am făcut eu, tot așa îmi răsplătește Dumnezeu”. L-au adus la Ierusalím și a murit acolo.
7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
8 Fiii lui Iúda au luptat împotriva Ierusalímului și l-au capturat; l-au trecut prin ascuțișul sabiei și au dat foc cetății.
8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
9 Apoi fiii lui Iúda au coborât și au luptat împotriva canaaneénilor care locuiau în ținutul muntos, spre sud, și în Șefeláh.
9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν.
10 Iúda a mers împotriva canaaneénilor care locuiau în Hebrón – al cărui nume înainte era Chiriát-Árba – și i-a lovit pe Șeșái, pe Ahimán și pe Talmái.
10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ.
11 De acolo a mers împotriva locuitorilor din Debír. Numele [cetății] Debír, mai înainte, era Chiriát-Séfer.
11 καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων.
12 Cáleb a zis: „Celui care va lovi [cetatea] Chiriát-Séfer și o va captura, i-o voi da de soție pe Acsá, fiica mea”.
12 καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
13 A capturat-o Otniél, fiul lui Chenáz, fratele cel mai mic al lui Cáleb; și Cáleb i-a dat-o pe Acsá, fiica lui, de soție.
13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
14 Când ea a venit, l-a sfătuit să ceară un ogor de la tatăl ei. Ea a coborât de pe măgar, iar Cáleb i-a zis: „Ce-i cu tine?”.
14 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
15 Ea a zis: „Dă-mi o binecuvântare! Întrucât mi-ai dat un pământ secetos, dă-mi și izvoare de apă!”. Iar Cáleb i-a dat izvoarele de sus și izvoarele de jos.
15 καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
16 Fiii lui Chení, socrul lui Moise, au urcat împreună cu fiii lui Iúda din Cetatea Palmierilor în pustiul lui Iúda, care este la sud de Arád: s-au dus și au locuit [acolo] cu poporul.
16 Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ. –
17 Iúda și Simeón, fratele lui, au mers și i-au lovit pe canaaneénii care locuiau în Țefát. Au nimicit-o și au dat cetății numele de Hormá.
17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις.
18 Iúda a capturat Gáza și teritoriul ei, Așchelón și teritoriul său și Ecrón și teritoriul lui.
18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς.
19 Domnul a fost cu Iúda, iar Iúda a luat în stăpânire ținutul muntos; dar nu a putut să-i alunge pe locuitorii din vale, pentru că aveau care de fier.
19 καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.
20 I-au dat lui Cáleb [cetatea] Hebrón, după cum spusese Moise. El i-a alungat de acolo pe cei trei fii ai lui Anác.
20 καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ.
21 Dar fiii lui Beniamín nu i-au alungat pe iebuséii care locuiau în Ierusalím, iar iebuséii au locuit cu fiii lui Beniamín în Ierusalím până astăzi.
21 καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
22 Casa lui Iosíf a urcat și ea împotriva [cetății] Bétel și Domnul a fost cu ea.
22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν.
23 Casa lui Iosíf a cercetat [cetatea] Bétel, al cărui nume era înainte Luz.
23 καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα.
24 Străjerii au văzut un om care ieșea din cetate și i-au zis: „Arată-ne intrarea în cetate și vom avea milă de tine!”.
24 καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
25 El le-a arătat intrarea în cetate. Ei au trecut cetatea prin ascuțișul sabiei; dar pe omul [acela] și toată familia lui i-au lăsat să plece.
25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
26 Omul s-a dus în țara hetéilor, a zidit o cetate și i-a pus numele Luz. Acesta este numele ei până în ziua de azi.
26 καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
27 Manáse nu i-a alungat pe cei din Bet-Șeán și din satele lui, nici pe cei din Taanác și din satele lui, nici pe locuitorii din Dor și din satele lui, nici pe locuitorii din Ibleám și din satele lui, nici pe locuitorii din Meghído și din satele lui; canaaneénii au vrut să locuiască în ținutul acesta.
27 Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
28 Când Israél a devenit puternic, i-a supus pe canaaneéni unui tribut, dar nu i-a alungat.
28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
29 Efraím nu i-a alungat pe canaaneénii care locuiau la Ghézer și canaaneénii au locuit în mijlocul lui, la Ghézer.
29 Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
30 Zabulón nu i-a alungat pe locuitorii din Chitrón, nici pe locuitorii din Nahalól și canaaneénii au locuit în mijlocul lui, dar au fost supuși unui tribut.
30 Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
31 Așér nu i-a alungat pe locuitorii din Aco, nici pe locuitorii din Sidón, nici pe cei din Ahláb, din Aczíb, din Hélba, din Afíc și din Rehób;
31 Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ.
32 [Fiii] lui Așér au locuit în mijlocul canaaneénilor – locuitori ai țării – pentru că nu i-au alungat.
32 καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν.
33 Neftáli nu i-a alungat pe locuitorii din Bet-Șémeș, nici pe locuitorii din Bet-Anát și a locuit în mijlocul canaaneénilor – locuitorii țării –, dar locuitorii din Bet-Șémeș și cei din Bet-Anát au fost supuși unui tribut.
33 Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
34 Amoréii i-au împins pe fiii lui Dan spre ținutul muntos pentru că nu i-au lăsat să coboare în vale.
34 Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
35 Amoréii au vrut să locuiască la Har-Héres, la Aialón și la Șaalbím, dar mâna casei lui Iosíf a apăsat asupra lor și au fost supuși unui tribut.
35 καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον.
36 Hotarul amoréilor era de la urcușul Acrabím, de la Séla în sus.
36 καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 După moartea lui Iosua, au întrebat fiii lui Israel pe Domnul, zicând: „Cine din noi să meargă mai întâi asupra Canaaneilor, ca să se lupte cu ei?”
1 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;
2 Și a zis Domnul: „Iuda să meargă și Eu voi da țara în mâna lui!”
2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
3 Iuda a zis către Simeon, fratele său: „Intră cu mine în ținutul care mi-a căzut la sorți și să ne luptăm cu Canaaneii și voi intra și eu cu tine în ținutul care ți-a căzut la sorți”. Și s-a dus Simeon cu el.
3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων.
4 Atunci s-a dus Iuda cu Simeon și Domnul a dat pe Canaanei și pe Ferezei în mâinile lor și au ucis ei din aceia zece mii de oameni în Bezec.
4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν,
5 Și s-au întâlnit ei în Bezec cu Adoni-Bezec și s-au bătut cu dânsul și au răpus pe Canaanei și pe Ferezei,
5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
6 Iar Adoni-Bezec a fugit; dar ei au alergat după el și l-au prins și i-au tăiat degetele cele mari de la mâini și de la picioare.
6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ.
7 Atunci Adoni-Bezec a zis: „Șaptezeci de regi cu degetele cele mari tăiate de la mâinile și de la picioarele lor adunau fărâmituri sub masa mea; cum am făcut eu, așa mi-a plătit și mie Dumnezeu. Și l-au dus în Ierusalim și a murit acolo.
7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
8 Apoi au mers fiii lui Iuda cu război asupra Ierusalimului și l-au luat și l-au trecut prin sabie, iar cetatea au dat-o focului.
8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
9 După aceea s-au dus fiii lui Iuda să se lupte cu Canaaneii care trăiau în munți, în țara de miazăzi și în părțile de jos.
9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν.
10 Și a mers Iuda asupra Canaaneilor care locuiau în Hebron; iar numele Hebronului era mai înainte Chiriat-Arba; și a bătut pe Șeșai, pe Ahiman și pe Talmai, din neamul lui Enac.
10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ.
11 Iar de acolo s-au dus împotriva locuitorilor Debirului al cărui nume era mai înainte Chiriat-Sefer.
11 καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων.
12 Atunci Caleb a zis: „Cine va lovi Chiriat-Seferul și-l va lua, aceluia îi voi da pe Acsa, fiica mea, de femeie”.
12 καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
13 Și l-a luat Otniel, fiul lui Chenaz, fratele mai mic al lui Caleb, și acesta i-a dat de soție pe Acsa, fiica sa.
13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
14 Și când a vrut ea să plece, Otniel a învățat-o să ceară la tatăl ei o țarină și ea s-a coborât de pe asin. Și i-a zis Caleb: „Ce vrei?”
14 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
15 Iar Acsa a zis către el: „Dă-mi binecuvântare; tu mi-ai dat pământul de la miazăzi, dă-mi și izvoarele de apă”. Și i-a dat Caleb, după dorința ei, izvoarele cele de sus și izvoarele cele de jos.
15 καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
16 Iar fiii lui Hobab cheneul, socrul lui Moise, au mers din cetatea Palmierilor cu fiii lui Iuda în pustiul lui Iuda din Negheb, care este la miazăzi de Arad și, venind, s-au așezat între Amaleciți.
16 Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ. –
17 Apoi a mers Iuda cu Simeon, fratele său și a lovit pe Canaaneii care locuiau în Țefat și i-au dat pieirii; de aceea s-a numit cetatea aceea Horma.
17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις.
18 Și a mai luat Iuda și Gaza cu împrejurimile ei, Ascalonul cu împrejurimile lui și Ecronul cu ținutul lui.
18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς.
19 Și a fost Domnul cu Iuda și acesta a luat în stăpânire partea muntoasă; dar pe locuitorii din vale nu i-a putut alunga, pentru că ei aveau care de fier.
19 καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.
20 Și au dat lui Caleb Hebronul, cum zisese Moise, și a primit el acolo de moștenire cele trei cetăți ale fiilor lui Enac și a alungat pe cei trei fii ai lui Enac.
20 καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ.
21 Iar fiii lui Veniamin n-au alungat pe Iebuseii care locuiau în Ierusalim; și trăiesc Iebusei cu fiii lui Veniamin în Ierusalim până în ziua de astăzi.
21 καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
22 S-au suit de asemenea și fiii lui Iosif asupra Betelului și Domnul a fost cu ei,
22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν.
23 Și s-au oprit ei și au cercetat Betelul; iar numele cetății acesteia era mai înainte Luz.
23 καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα.
24 Și au văzut cei de strajă un om ieșind din cetate și l-au prins și i-au zis: „Arată-ne intrarea cetății și vom avea milă de tine”.
24 καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
25 Și le-a arătat intrarea cetății și ei au lovit cetatea cu sabia, iar omului aceluia și la tot neamul lui i-au dat drumul.
25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
26 Și s-a dus omul acela în pământul Heteilor și a zidit acolo o cetate și i-a pus numele Luz. Și acesta este numele ei până în ziua de astăzi.
26 καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
27 Manase de asemenea n-a alungat pe locuitorii Bet-Șeanului, care e Schitopole, și ai cetăților supuse lui, nici pe ai Taanacului și ai cetăților supuse lui, nici pe locuitorii din Dor și ai cetăților supuse lui, nici pe locuitorii Ibleamului și ai cetăților supuse lui, nici pe locuitorii Meghidonului și ai cetăților supuse lui; și au rămas Canaaneii să trăiască în pământul acesta.
27 Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
28 Când Israel a ajuns puternic, atunci a făcut pe Canaanei birnici, dar de izgonit nu i-a izgonit.
28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
29 Nici Efraim n-a izgonit pe Canaaneii care locuiau în Ghezer, și au trăit Canaaneii în mijlocul lor în Ghezer și le-au plătit bir.
29 Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
30 Zabulon încă n-a izgonit pe locuitorii Chitronului și pe locuitorii Nahalolului; și au locuit Canaaneii în mijlocul lor și le-au plătit bir.
30 Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
31 Nici Așer n-a izgonit pe locuitorii din Aco care-i plăteau bir, nici pe locuitorii din Dor, nici pe locuitorii din Sidon și Mahaleb, din Aczib, din Helba, din Afec și din Rehob.
31 Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ.
32 Și a locuit Așer între Canaanei, locuitorii țării aceleia, căci nu i-a izgonit.
32 καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν.
33 Nici Neftali n-a izgonit pe locuitorii din Bet-Șemeș, nici pe locuitorii din Bet-Anat, și a trăit între Canaanei, locuitorii țării aceleia. Iar locuitorii din Bet-Șemeș și din Bet-Anat erau birnicii lui.
33 Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
34 Dar Amoreii au împins pe fiii lui Dan în munți și nu i-a lăsat să se coboare în vale.
34 Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
35 Și au rămas Amoreii să locuiască în Har-Heres, în Aialon și Șaalbim; dar mâna fiilor lui Iosif a răpus pe Amorei și au ajuns aceștia birnicii lor.
35 καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον.
36 Iar hotarele Amoreilor se întindeau până dincolo de înălțimea Acrabimului și de Sela.