1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς— 2 λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι∙ ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας— 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία∙ 4 ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας∙ ὡς πλάνοι καὶ ἀληθεῖς∙ 9 ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι∙ ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν∙ ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι∙ 10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες∙ ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες∙ ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν—ὡς τέκνοις λέγω—πλατύνθητε καὶ ὑμεῖς.
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις∙ τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω∙ καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε∙ κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.
1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς—
2 λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι∙ ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας—
3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία∙
4 ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας∙ ὡς πλάνοι καὶ ἀληθεῖς∙
9 ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι∙ ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν∙ ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι∙
10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες∙ ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες∙ ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν—ὡς τέκνοις λέγω—πλατύνθητε καὶ ὑμεῖς.
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις∙ τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
15 Τίς δὲ συμφώνησις χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
16 Τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω∙ καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
17 Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε∙ κἀγὼ εἰσδέξομαι ὑμᾶς,
18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.
Traducerea greacă bizantină
Traducerea catolică
1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς—
1 Deoarece noi colaborăm cu el, vă mai îndemnăm să nu primiți harul lui Dumnezeu în zadar,
2 λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι∙ ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας—
2 căci el spune:
„La momentul potrivit te-am ascultat
și în ziua mântuirii te-am ajutat:
iată, acum este momentul potrivit,
iată, acum este ziua mântuirii!”.
3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία∙
3 Noi nu dăm nimănui nicio ocazie de poticnire ca să nu fie defăimată slujirea noastră.
4 ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
4 Dar în toate noi ne prezentăm ca niște slujitori ai lui Dumnezeu printr-o mare răbdare în necazuri, în nevoi și strâmtorări,
5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
5 în bătăi, în închisori și în răscoale, în osteneli, în vegheri și în posturi,
6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
6 prin curăție, prin cunoaștere, prin îndelungă răbdare, prin bunătate, prin Duhul Sfânt și prin iubire neprefăcută,
7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
7 prin cuvântul adevărului, prin puterea lui Dumnezeu și prin armele de atac și de apărare ale dreptății,
8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας∙ ὡς πλάνοι καὶ ἀληθεῖς∙
8 în glorie și necinste, în defăimare și în vorbire de bine; [considerați] ca înșelători, deși suntem [fideli] adevărului;
9 ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι∙ ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν∙ ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι∙
9 ca niște necunoscuți, deși suntem bine cunoscuți; ca unii care sunt pe moarte, deși iată că trăim; ca niște pedepsiți, dar nu omorâți;
10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες∙ ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες∙ ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
10 ca niște întristați, deși totdeauna ne bucurăm; ca niște săraci, deși îmbogățim pe mulți; ca unii care nu au nimic, deși stăpânim toate.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
11 Gura noastră s-a deschis către voi, corinténilor, inima noastră s-a lărgit.
12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
12 Nu prin noi sunteți strâmtorați, ci înlăuntrul vostru sunteți strâmtorați.
13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν—ὡς τέκνοις λέγω—πλατύνθητε καὶ ὑμεῖς.
13 Plătiți-ne și voi același preț – vă spun ca unor copii – lărgiți-vă inimile!
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις∙ τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
14 Nu vă înjugați la același jug cu cei necredincioși! Căci ce legătură este între justificare și nelegiuire? Sau ce comuniune este între lumină și întuneric?
15 Τίς δὲ συμφώνησις χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
15 Ce acord poate fi între Cristos și Beliár? Sau ce relație este între un credincios și un necredincios?
16 Τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω∙ καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
16 Ce legătură poate fi între templul lui Dumnezeu și idoli? Doar noi suntem templul Dumnezeului celui viu, după cum a spus Dumnezeu:
„Voi locui între ei
și voi umbla împreună cu ei;
eu voi fi Dumnezeul lor
și ei vor fi poporul meu”.
17 Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε∙ κἀγὼ εἰσδέξομαι ὑμᾶς,
17 De aceea, „ieșiți din mijlocul lor
și despărțiți-vă,
spune Domnul.
Iar de ceea ce este necurat,
nu vă atingeți și eu vă voi primi.
18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.
18 Eu vă voi fi tată și voi îmi veți fi fii și fiice”
spune Domnul cel Atotputernic.