Capitolul 9
2Corinteni 91 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν∙ 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι∙ καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. 3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ∙ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε∙ 4 μήπως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ λέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως. 5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει∙ καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ∙ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης∙ ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. 8 Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν∙ 9 καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν∙ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν∙ 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ. 12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ∙ 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας∙ 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν. 15 Χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν∙
2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι∙ καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.
3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ∙ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε∙
4 μήπως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ λέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.
5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει∙ καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.
7 Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ∙ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης∙ ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
8 Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν∙
9 καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν∙ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν∙
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.
12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ∙
13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας∙
14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
15 Χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Cât despre această slujire în folosul sfinților, este de prisos să vă mai scriu,
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν∙
2 căci cunosc bunăvoința voastră cu care mă mândresc înaintea macedonenilor când este vorba de voi: „Aháia este gata încă de anul trecut” și zelul vostru i-a provocat pe mulți.
2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι∙ καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.
3 I-am trimis totuși pe frați pentru ca lauda noastră cu privire la voi să nu fie zădărnicită în această privință, ci ca să fiți gata așa cum v-am spus,
3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ∙ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε∙
4 căci dacă vor veni cu mine niște macedoneni și vă vor găsi nepregătiți, nu cumva noi, ca să nu spun voi, să ne facem de rușine în această situație.
4 μήπως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ λέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.
5 Așadar, am considerat că este necesar să-i încurajez pe frați să vină de mai înainte la voi ca să pregătească contribuția pe care ați promis-o ca să fie gata ca o binecuvântare, și nu din silă.
5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
6 Însă eu vă spun aceasta: cine seamănă cu zgârcenie va și secera cu zgârcenie, dar cine seamănă cu generozitate va și secera cu generozitate.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει∙ καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.
7 [Să dea] fiecare așa cum a hotărât în inima sa; nu cu amărăciune sau cu silă, căci Dumnezeu îl iubește pe cel care dă cu bucurie.
7 Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ∙ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης∙ ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
8 Iar Dumnezeu poate să prisosească în voi orice fel de har așa încât, având totdeauna și pretutindeni tot ce vă trebuie, să prisosiți în orice faptă bună,
8 Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν∙
9 după cum este scris:
„A împărțit, a dat săracilor;
dreptatea lui rămâne în veci”.
9 καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν∙ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10 Cel care dă sămânță semănătorului și pâine ca hrană vă va dărui și va prisosi sămânța voastră și va face să crească roadele dreptății voastre,
10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν∙
11 fiind îmbogățiți în toate pentru orice binefacere care, prin noi, aduce mulțumire lui Dumnezeu.
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.
12 Căci îndeplinirea acestei slujiri sacre nu numai că acoperă nevoile sfinților, ci aduce multe mulțumiri lui Dumnezeu.
12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ∙
13 Prin dovada acestei slujiri, ei îl vor glorifica pe Dumnezeu pentru supunerea pe care o mărturisiți față de evanghelia lui Cristos și pentru dărnicia pe care o aveți în comuniune cu ei și cu toți,
13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας∙
14 iar prin rugăciunea lor pentru voi vă vor arăta dragostea lor datorită harului nemăsurat al lui Dumnezeu față de voi.
14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
15 Mulțumire să-i fie lui Dumnezeu pentru darul său nespus de mare!
15 Χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Despre strângerea de ajutoare pentru sfinți îmi este de prisos să vă scriu.
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν∙
2 Că știu bunăvoința voastră, cu care, pentru voi, mă laud către macedoneni; că Ahaia s-a pregătit din anul trecut, și râvna voastră a însuflețit pe cei mai mulți.
2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι∙ καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.
3 Am trimis dar pe frați, ca lauda noastră pentru voi, în privința aceasta, să nu fie zadarnică, ci să fiți gata, precum ziceam,
3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ∙ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε∙
4 Ca nu cumva, când macedonenii vor veni împreună cu mine și vă vor găsi nepregătiți, să fim rușinați noi, ca să nu zicem voi, în această laudă încrezătoare.
4 μήπως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ λέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.
5 Am socotit deci că este nevoie să îndemn pe frați să vină întâi la voi și să pregătească darul vostru cel dinainte făgăduit, ca el să fie gata, așa ca un dar, nu ca o faptă de zgârcenie.
5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
6 Aceasta însă zic: Cel ce seamănă cu zgârcenie, cu zgârcenie va și secera, iar cel ce seamănă cu dărnicie, cu dărnicie va și secera.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει∙ καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.
7 Fiecare să dea cum socotește cu inima sa, nu cu părere de rău, sau de silă, căci Dumnezeu iubește pe cel care dă cu voie bună.
7 Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ∙ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης∙ ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
8 Și Dumnezeu poate să înmulțească tot harul la voi, ca, având totdeauna toată îndestularea în toate, să prisosiți spre tot lucrul bun,
8 Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν∙
9 Precum este scris: "Împărțit-a, dat-a săracilor; dreptatea Lui rămâne în veac".
9 καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν∙ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10 Iar Cel ce dă sămânță semănătorului și pâine spre mâncare, vă va da și va înmulți sămânța voastră și va face să crească roadele dreptății voastre,
10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν∙
11 Ca întru toate să vă îmbogățiți, spre toată dărnicia care aduce prin noi mulțumire lui Dumnezeu.
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.
12 Pentru că slujirea acestui dar nu numai că împlinește lipsurile sfinților, ci prisosește prin multe mulțumiri în fața lui Dumnezeu;
12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ∙
13 Slăvind ei pe Dumnezeu, prin adeverirea acestei ajutorări, pentru supunerea mărturisirii voastre Evangheliei lui Hristos și pentru dărnicia împărtășirii către ei și către toți,
13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας∙
14 Se roagă pentru voi, și vă iubesc pentru harul lui Dumnezeu cel ce prisosește la voi.
14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
15 Iar lui Dumnezeu mulțumire pentru darul Său cel negrăit.