Capitolul 1
2Macabei 11 Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν· 2 καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· 3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· 4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι 5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. 6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. 7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ’ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ’ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας 8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους. 9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου. 10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. 11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· 12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. 13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. 14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον 15 καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος, 16 ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν. 17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας. 18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας. 19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. 20 διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν. 21 ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. 22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας. 23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου· 24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, 25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, 26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον. 27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν. 28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ. 29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωυσῆς. 30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. 31 καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν. 32 ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη. 33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας, 34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα. 35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου. 36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ, ὃ διερμηνεύεται καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεφθαι.
1 Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν·
2 καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ’ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ’ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους.
9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.
11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
15 καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
16 ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν.
17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.
19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
20 διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν.
21 ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας.
23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου·
24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν.
28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ.
29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωυσῆς.
30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
31 καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
32 ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου.
36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ, ὃ διερμηνεύεται καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεφθαι.
Traducerea catolică
Traducerea greacă bizantină
1 „Fraților iudei care sunt în Egipt, salutare! Frații iudei care sunt în Ierusalím și în ținutul Iudeii, pace și bunăstare!
1 Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν·
2 Domnul să vă facă bine și să-și amintească de alianța sa cu Abrahám, cu Isáac și cu Iacób, slujitorii săi credincioși!
2 καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
3 Să vă dea tuturor o inimă ca să vă temeți de el și să împliniți voința lui cu inimă mare și cu suflet binevoitor!
3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
4 Să vă deschidă inimile spre legea și prescrierile lui și să vă dăruiască pace!
4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
5 Să vă asculte cererile, să se împace cu voi și să nu vă părăsească în clipa cea rea!
5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
6 Și acum noi ne rugăm pentru voi aici.
6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
7 În timpul domniei lui Demétrios, în anul o sută șaizeci și nouă, noi, iudeii, v-am scris: «În strâmtorarea și în tulburarea care au venit peste noi în anii aceștia de când Iáson și cei care erau cu el s-au îndepărtat de Țara Sfântă și de domnie,
7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ’ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ’ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
8 au dat foc porții [templului] și au vărsat sânge nevinovat. Noi ne-am rugat Domnului și am fost ascultați; am adus jertfe și făină aleasă, am aprins candelele și am așezat pâinile punerii înainte.
8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους.
9 Să celebrați zilele [Sărbătorii] Corturilor în luna Caseléu»”. [Scrisoarea este scrisă] în anul o sută optzeci și opt.
9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
10 „Cei din Ierusalím, cei din Iudéea, adunarea bătrânilor și Iúda, lui Aristobúl, învățătorul regelui Ptoleméu, din neamul preoților unși, și iudeilor din Egipt, salutare și sănătate!
10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.
11 Salvați de Dumnezeu din pericole mari, îi aducem mare mulțumire că ne-a stat alături împotriva regelui.
11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
12 El însuși i-a alungat pe cei care s-au ridicat împotriva cetății sfinte.
12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
13 Căci, ajungând în Pérsia conducătorul lor și cei care erau cu el cu o armată care părea de neînvins, au fost măcelăriți în templul [zeiței] Nanáia din cauza înșelătoriei utilizate de preoții [zeiței] Nanáia.
13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
14 [Zicând] Antióh că vrea să se căsătorească cu [zeița], Antióh, împreună cu prietenii lui, s-a dus în locul acela ca să ia multe bogății ca zestre.
14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
15 Preoții [zeiței] Nanáia le-au scos în fața lui. [Antióh], însoțit de puțini [oameni], a intrat în incinta templului. Când a intrat Antióh, au închis templul,
15 καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
16 au deschis ușa ascunsă din tavan, au aruncat pietre asupra căpeteniei și, făcându-i bucăți și tăindu-le capetele, le-au aruncat celor de afară.
16 ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν.
17 Pentru acestea, binecuvântat să fie Dumnezeul nostru, care i-a dat [morții] pe cei necredincioși!
17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
18 Întrucât avem de gând ca, în luna Casléu, în [ziua] a douăzeci și cincea, să celebrăm purificarea templului, am crezut necesar să vă înștiințăm ca și voi să celebrați [Sărbătoarea] Corturilor și a focului [care s-a arătat] când Nehemía, după ce a reconstruit templul și altarul, a adus jertfe.
18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.
19 Când părinții noștri au fost duși în Pérsia, atunci preoți credincioși au luat din focul de pe altar, l-au ascuns cu grijă în interiorul unei fântâni secate și l-au pus în siguranță, în așa fel încât nimeni să nu știe.
19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
20 Trecând mulți ani, când a decis Dumnezeu, Nehemía a fost trimis de către regele Pérsiei [în Iudéea]. Atunci, el i-a trimis după foc pe descendenții preoților care-l ascunseseră. Când aceștia i-au adus la cunoștință că nu au găsit foc, ci numai apă densă, le-a poruncit să o scoată și să o aducă.
20 διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν.
21 După ce s-au pregătit cele pentru jertfe, Nehemía le-a poruncit preoților să ude cu apa lemnele și cele așezate peste ele.
21 ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
22 După ce au făcut aceasta, după ce a trecut ceva timp, a ieșit soarele, care mai întâi era în nori, și s-a ridicat un foc mare care i-a mirat pe toți.
22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας.
23 Preoții, și alături de ei toți [ceilalți], făceau rugăciunea în timp ce jertfa se mistuia: Ionatán începea și ceilalți răspundeau împreună cu Nehemía.
23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου·
24 Rugăciunea era astfel: «Doamne, Doamne Dumnezeule creator a toate, cel înfricoșător, puternic, drept și milostiv, singurul rege și singurul bun,
24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
25 unicul generos, singurul drept, atotputernic și veșnic, cel care îl eliberezi pe Israél de orice rău și cel care i-a făcut pe părinții noștri aleși și sfinți!
25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
26 Primește jertfa pentru întregul tău popor Israél, ocrotește partea ta și sfințește-o!
26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
27 Adună-i pe cei împrăștiați dintre noi, eliberează-i pe cei care sunt sclavi între neamuri, privește spre cei care sunt disprețuiți și batjocoriți ca să știe neamurile că tu ești Dumnezeul nostru!
27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν.
28 Chinuie-i pe cei care ne oprimă și ne batjocoresc cu trufie!
28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ.
29 Sădește-l pe poporul tău în locul tău cel sfânt, după cum a zis Moise!».
29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωυσῆς.
30 Iar preoții cântau imnuri.
30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
31 După ce jertfa a fost mistuită, Nehemía a poruncit să ude cu apa rămasă pietrele cele mari.
31 καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
32 După ce s-a făcut aceasta, s-a ridicat o flacără, dar a fost înghițită de lumina care strălucea în fața ei de pe altar.
32 ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
33 Când au fost cunoscute faptele și i s-a adus la cunoștință regelui perșilor că în locul unde preoții deportați ascunseseră focul a apărut apă, cu care Nehemía și cei din jurul lui au purificat cele ale jertfei,
33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
34 regele a împrejmuit [locul] și l-a declarat sacru, după ce a cercetat faptele.
34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
35 Regele primea multe daruri și dădea celor cărora binevoia.
35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου.
36 Cei care erau în jurul lui Nehemía au numit acel [lucru] „Neftár”, care se traduce „pur”, însă este numit de mulți „Neftái”.
36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ, ὃ διερμηνεύεται καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεφθαι.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 «Fraților Iudei, care sunt prin Egipt, bucurie! Frații voștri Iudei, cei din Ierusalim și cei din țara Iudeii, vă doresc vouă tuturor pace și sănătate!
1 Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν·
2 Să vă facă bine Dumnezeu și să-și aducă aminte de legământul Său care l-a făcut cu Avraam, cu Isaac și cu Iacov, robii cei credincioși.
2 καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
3 Să vă dea inimă vouă tuturor ca să vă închinați Lui și să faceți voia Lui cu dor mare și cu râvnă în suflet;
3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
4 Să deschidă inima voastră în legea Sa și întru poruncile Sale, și pace să facă.
4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
5 Și să asculte rugăciunile voastre și să se împace cu voi și să nu vă părăsească în vreme rea.
5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
6 Așa ne rugăm acum aici pentru voi.
6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
7 Domnind Dimitrie în anul o sută șaizeci și nouă, noi Iudeii am scris vouă din necazul și din strâmtorarea ce a venit peste noi în anii aceștia, de când Iason și cei care au fost cu el trădaseră pământul cel sfânt și regatul.
7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ’ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ’ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
8 Și au dat foc porților, și au vărsat sânge nevinovat, și ne-am rugat Domnului, și ne-a ascultat, și am adus jertfă și făină de grâu, și am aprins lumini, și am pus pâini înainte.
8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους.
9 Și acum vă scriem ca să țineți sărbătoarea corturilor în luna Chislev».
9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
10 Scrisă în anul o sută optzeci și opt. «Cei din Ierusalim și din Iudeea și sfatul bătrânilor și Iuda, lui Aristobul, sfetnicul regelui Ptolomeu, care este din neamul preoților celor unși și Iudeilor celor din Egipt, bucurie și sănătate.
10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.
11 Din mari primejdii izbăvindu-ne Dumnezeu, mulțumim neîncetat Lui, ca cei care suntem gata să ne războim împotriva regelui.
11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
12 Că Dumnezeu a lovit pe cei care s-au războit asupra sfintei cetăți.
12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
13 Că fiind în Persia căpetenia potrivnicilor și oștirile cele ce erau cu el, cărora se părea că nimeni nu le poate sta înainte, au fost măcelăriți în templul zeiței Nanaia, înșelându-i cu cuvinte viclene preoții zeiței Nanaia.
13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
14 Căci Antioh, prefăcându-se că vrea să se căsătorească cu zeița Nanaia, a sosit acolo cu prietenii săi, ca să ridice multele bogății ale templului în chip de zestre.
14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
15 Și preoții zeiței Nanaia, punând comorile înainte și el apropiindu-se cu câțiva din suita sa de curtea capiștei, ei au închis templul;
15 καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
16 Și după ce a intrat Antioh, ei au deschis o ușă ascunsă a podului, și aruncând cu pietre, au omorât pe căpetenie și pe cei care erau cu el, și desfăcându-i în bucăți și tăindu-le capetele le-au aruncat celor din afară.
16 ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν.
17 Întru toate binecuvântat este Dumnezeul nostru, Cel care a dat pierzării pe cei care au făcut fapte păgânești.
17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
18 Vrând drept aceea să facem în douăzeci și cinci de zile ale lunii lui Chislev sărbătoarea sfințirii templului, cu cuviință am socotit a vă înștiința, ca și voi asemenea să prăznuiți sărbătoarea corturilor și a focului, în amintirea lui Neemia, cel care a zidit templul Domnului și jertfelnicul pe care a adus jertfă.
18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.
19 Căci, când au fost duși în Persia strămoșii noștri, bunii credincioși preoți, care erau atunci, luând din focul jertfelnicului, l-au ascuns în taină într-o groapă ca de fântână fără de apă, în care l-au astupat, încât locul nu era știut de nimeni.
19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
20 Iar după ce au trecut câțiva ani, când a voit Dumnezeu, trimis fiind Neemia de regele Persiei, a trimis după foc pe nepoții preoților celor ce l-au ascuns, și, precum ne-au spus, n-au aflat foc, ci apă mocirloasă.
20 διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν.
21 Și le-a poruncit să scoată de acolo apă și să aducă, și după ce s-au adus cele de jertfă, a poruncit Neemia preoților să stropească cu apa aceea lemnele și cele ce erau puse deasupra.
21 ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
22 După ce s-a făcut aceasta și a vestit vremea, când a strălucit soarele care mai înainte era în nori, s-a aprins foc mare, încât toți s-au minunat.
22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας.
23 Și rugăciune făceau toți preoții, când se mistuia jertfa, preoții toți începând cu Ionatan; iar ceilalți răspundeau împreună cu Neemia.
23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου·
24 Iar rugăciunea era într-acest chip: «Doamne! Doamne Dumnezeule! Făcătorul tuturor, Cel înfricoșător și tare și drept și milostiv.
24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
25 Cel care unul este Împărat și bun și unul dătător de bunătăți și singur drept și atotțiitor și veșnic Cel care mântuiești pe Israel din tot răul, Cel care ai ales pe părinți și i-ai sfințit.
25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
26 Primește jertfa aceasta, pentru tot poporul Tău Israel, și păzește partea Ta și o sfințește.
26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
27 Adună risipirea noastră, izbăvește pe cei care slujesc între neamuri, spre cei ocăriți și urâți caută, ca să cunoască neamurile că Tu ești Dumnezeul nostru.
27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν.
28 Pedepsește pe cei care ne asupresc și ne hulesc cu mândrie.
28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ.
29 Răsădește pe poporul Tău în locul cel sfânt al Tău, precum a zis Moise».
29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωυσῆς.
30 Și preoții cântau laude.
30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
31 Iar după ce s-au mistuit cele ce erau ale jertfei, a poruncit Neemia să ude cu cealaltă apă, care a rămas, pietrele cele mai mari.
31 καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
32 Îndată ce s-a făcut aceasta, s-a aprins din ele flacără, dar flacăra de pe altar o covârșea în strălucire.
32 ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
33 Și după ce s-a făcut aievea lucrul acesta, s-a spus regelui Perșilor că în locul în care ascunseseră focul preoții duși în robie s-a arătat apă, din care Neemia și cei care erau cu el a sfințit jertfele.
33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
34 Iar regele, cercetând lucrul, a îngrădit locul și a făcut jertfelnic.
34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
35 Și multe daruri și lucruri luând regele, le-a dăruit preoților.
35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου.
36 Și a numit Neemia locul acela Neftar, care se tălmăcește curățenie, dar se cheamă de către cei mulți Neftai.