Capitolul 13
Daniel 131 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ 2 καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον 3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ 4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων 5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν 6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι 7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς 8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς 9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων 10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν 11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ 12 καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν 13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων 14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην 15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν 16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν 17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι 18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι 19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ 20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν 21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ 22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν 23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου 24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς 25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου 26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ 27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης 28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν 29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν 30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς 31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει 32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς 33 ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν 34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς 35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ 36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας 37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ' αὐτῆς 38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς 39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι 40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος 41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν 42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν 43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ 44 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς 45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ 46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης 47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας 48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ 49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς 50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον 51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς 52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον 53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς 54 νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον 55 εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον 56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου 57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν 58 νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον 59 εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς 60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν 61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον 62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ 63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα 64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα
1 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ
2 καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον
3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ
4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων
5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν
6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι
7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων
10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν
11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ
12 καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν
13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων
14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην
15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν
16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν
17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι
18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι
19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν
21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ
22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν
23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου
24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς
25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου
26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ
27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης
28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν
30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς
31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς
33 ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν
34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ
36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας
37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ' αὐτῆς
38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς
39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος
41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν
42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ
44 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς
45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ
46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης
47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας
48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ
49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς
50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον
51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς
52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον
53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς
54 νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον
55 εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον
56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου
57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν
58 νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον
59 εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς
60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν
61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον
62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα
64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα
Traducerea catolică
Traducerea greacă bizantină
1 Era un om care locuia în Babilón și numele lui era Ioachím.
1 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ
2 El și-a luat o soție, al cărei nume era Suzána, fiica lui Hilchía. Ea era foarte frumoasă și se temea de Domnul.
2 καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον
3 Părinții ei erau drepți și au învățat-o pe fiica lor după Legea lui Moise.
3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ
4 Ioachím era foarte bogat și avea o grădină în apropierea casei lui. La el se adunau iudeii pentru că el era cel mai onorat dintre toți.
4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων
5 Fuseseră stabiliți doi bătrâni din popor judecători în anul acela despre care Stăpânul spusese: „A ieșit nelegiuirea din Babilón, de la bătrânii judecători despre care se credea că guvernau poporul”.
5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν
6 Ei obișnuiau să vină în casa lui Ioachím și la ei veneau toți cei care se judecau.
6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι
7 Se întâmpla că, atunci când poporul pleca, spre miezul zilei, Suzána ieșea și se plimba prin grădina soțului ei.
7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
8 Cei doi bătrâni o priveau în fiecare zi ieșind și plimbându-se și au fost cuprinși de poftă față de ea.
8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς
9 Ei și-au pierdut mințile și și-au plecat ochii, ca să nu mai vadă cerul și nici să nu-și mai amintească de judecățile cele drepte.
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων
10 Și erau amândoi topiți pentru ea, dar nu și-au spus unul altuia chinul lor,
10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν
11 pentru că se rușinau să-și dea pe față pofta lor, fiindcă voiau să se împreuneze cu ea.
11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ
12 Ei căutau cu neliniște în fiecare zi să o vadă.
12 καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν
13 Odată și-au spus unul către altul: „Să mergem acasă, căci e ora prânzului!”. Și au ieșit despărțindu-se unul de altul.
13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων
14 Dar, întorcându-se, au venit în același loc. Și, întrebând amândoi despre motiv, și-au mărturisit pofta. Apoi au decis de comun acord timpul când o puteau găsi singură.
14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην
15 În timp ce ei așteptau ziua potrivită, [Suzána] a ieșit ca ieri și ca alaltăieri, numai cu două slujitoare, și dorea să facă baie în grădină, căci era cald.
15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν
16 Nu era nimeni acolo, în afară de cei doi bătrâni care erau ascunși și o urmăreau.
16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν
17 Ea le-a zis slujitoarelor: „Aduceți-mi ulei și săpun, închideți porțile grădinii, ca să fac baie!”.
17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι
18 Ele au făcut cum li se spusese; au închis porțile grădinii și au ieșit pe o poartă lăturalnică să aducă ceea ce li se poruncise, dar nu știau că cei doi bătrâni erau ascunși.
18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι
19 Când au ieșit slujitoarele, s-au ridicat cei doi bătrâni și au alergat la ea.
19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
20 Și au spus: „Porțile grădinii sunt închise și nimeni nu ne vede, iar noi suntem împătimiți după tine. Fii de acord cu noi și împreunează-te cu noi!
20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν
21 Dacă nu, vom da mărturie împotriva ta că era cu tine un tânăr și de aceea le-ai trimis pe slujitoare de la tine”.
21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ
22 Suzána a suspinat și a zis: „Sunt îngrădită din toate părțile: dacă fac aceasta, sunt sortită morții; dacă nu fac, nu voi scăpa din mâinile voastre.
22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν
23 Este mai bine pentru mine să nu fac și să cad în mâinile voastre, decât să păcătuiesc înaintea Domnului”.
23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου
24 Suzána a strigat cu glas puternic, dar au strigat și cei doi bătrâni împotriva ei.
24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς
25 Și, alergând, unul dintre ei a deschis porțile grădinii.
25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου
26 Când au auzit strigătul care venea din grădină, cei din casă s-au grăbit prin poarta lăturalnică să vadă ce i s-a întâmplat.
26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ
27 Când bătrânii au spus cuvintele lor, slujitorii s-au rușinat foarte mult, căci niciodată nu se auzise un astfel de cuvânt despre Suzána.
27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης
28 A doua zi, când s-a adunat poporul la soțul ei, Ioachím, au venit cei doi bătrâni, plini de nelegiuire, cu gândul împotriva Suzánei ca să o dea la moarte.
28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν
29 Ei au spus înaintea poporului: „Trimiteți după Suzána, fiica lui Hilchía, care este soția lui Ioachím!”. Și ei au trimis.
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν
30 Au venit ea, părinții ei, copiii ei și toate rudele ei.
30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς
31 Suzána era foarte grațioasă și frumoasă la vedere.
31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
32 Nelegiuiții au poruncit ca ea să fie descoperită, căci era acoperită cu văl, ca să se sature de frumusețea ei.
32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς
33 Plângeau cei care erau lângă ea și toți cei care o vedeau.
33 ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν
34 Dar cei doi bătrâni, ridicându-se în mijlocul poporului, au pus mâinile pe capul ei.
34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς
35 Iar ea, plângând, a privit spre cer, căci în inima ei era încrezătoare în Domnul.
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ
36 Cei doi bătrâni au spus: „Pe când ne plimbam noi singuri în grădină, a intrat ea cu două slujitoare. Ea a închis porțile grădinii și le-a trimis pe slujitoare.
36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας
37 Și a venit la ea un tânăr care era ascuns și s-a culcat cu ea.
37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ' αὐτῆς
38 Noi eram într-un colț al grădinii. Văzând nelegiuirea, am alergat la ei.
38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς
39 Văzându-i împreunați, pe acela nu am putut să-l prindem, căci era mai puternic decât noi. Și, deschizând porțile, a fugit afară.
39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι
40 Dar pe ea am prins-o și am întrebat-o cine era tânărul.
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος
41 Ea însă nu a vrut să ne facă cunoscut și dăm mărturie pentru acestea”.
Adunarea i-a crezut, întrucât erau bătrâni ai poporului și judecători și au condamnat-o la moarte.
41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν
42 Suzána a strigat cu glas puternic și a zis: „Dumnezeule veșnic, care cunoști cele ascunse și știi toate mai înainte ca să fi fost,
42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν
43 tu știi că au dat mărturie falsă împotriva mea și, iată, mor, deși nu am făcut nimic din ceea ce aceștia au spus cu răutate împotriva mea”.
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ
44 Domnul a ascultat glasul ei.
44 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς
45 Pe când era dusă ca să fie ucisă, Dumnezeu a făcut să se ridice duhul sfânt al unui tinerel, al cărui nume era Daniél.
45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ
46 El a strigat cu glas puternic: „Eu sunt curat de sângele acesteia”.
46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης
47 Tot poporul s-a întors spre el și a zis: „Ce este cuvântul acesta pe care l-ai spus?”.
47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας
48 Apoi, stând în mijlocul lor, a spus: „Așa de nebuni sunteți, fii ai lui Israél? Nu ați cercetat și fără ca să știți cu certitudine ați condamnat o fiică a lui Israél.
48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ
49 Întoarceți-vă la judecată! Aceștia au dat mărturie falsă împotriva ei”.
49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς
50 Tot poporul s-a întors în grabă. Și bătrânii i-au spus: „Vino, stai în mijlocul nostru, căci ție ți-a dat Dumnezeu ceea ce este propriu bătrânilor!”.
50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον
51 Daniél le-a spus: „Puneți-l pe unul departe de celălalt și eu îi voi cerceta!”.
51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς
52 După ce i-au despărțit pe unul de celălalt, l-a chemat pe unul dintre ei și i-a zis: „Tu, îmbătrânit în zile rele, acum te-au ajuns păcatele pe care le-ai făcut mai înainte.
52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον
53 Făcând judecăți nedrepte, îi condamnați pe cei nevinovați și-i eliberați pe cei vinovați, deși Domnul a zis: «Pe cel nevinovat și pe cel drept să nu-i ucizi!».
53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς
54 Acum, deci, dacă într-adevăr ai văzut-o, spune sub ce copac i-ai văzut întreținându-se unul cu altul?”. El a spus: „Sub un acacia”.
54 νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον
55 Daniél a spus: „Într-adevăr, ai mințit împotriva capului tău. Iată, îngerul lui Dumnezeu a primit poruncă de la Dumnezeu să te despice la mijloc!”.
55 εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον
56 Îndepărtându-l pe acesta, a poruncit să fie adus celălalt. Și i-a zis: „Sămânță a lui Canaán, și nu a lui Iúda! Frumusețea te-a sedus și pofta ți-a pervertit inima.
56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου
57 Așa le făceați fiicelor lui Israél care, temându-se, se întrețineau cu voi. Dar o fiică a lui Iúda nu a suportat nelegiuirea voastră.
57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν
58 Acum, deci, sub ce copac i-ai prins întreținându-se unul cu celălalt?”. Și el a spus: „Sub un stejar”.
58 νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον
59 Dar Daniél i-a spus: „Într-adevăr, ai mințit și tu împotriva capului tău. Îngerul lui Dumnezeu așteaptă cu sabia să te taie la mijloc, ca să vă nimicească”.
59 εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς
60 Toată adunarea a strigat cu glas puternic și l-a lăudat pe Dumnezeu, care îi salvează pe cei care își pun speranța în el.
60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν
61 S-au ridicat împotriva celor doi bătrâni, pentru că Daniél demonstrase din gura lor că dăduseră mărturie falsă și au făcut cu ei după modul cum făceau ei rău aproapelui.
61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον
62 Au făcut după Legea lui Moise și i-au ucis. Și a fost salvat sângele nevinovat în ziua aceea.
62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
63 Hilchía și soția lui l-au lăudat pe Dumnezeu pentru fiica lor, Suzána, împreună cu Ioachím, soțul ei, și cu toate rudele pentru că nu s-a găsit în ea nicio faptă rușinoasă.
63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα
64 Iar Daniél a devenit mare înaintea poporului din acea zi înainte.
64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Era un om cu numele Ioachim, care locuia în Babilon.
1 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ
2 Și și-a luat femeie, al cărui nume era Susana, fiica lui Hilchia, frumoasă foarte și cu frica lui Dumnezeu.
2 καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον
3 Și părinții ei, drepți fiind, au învățat pe fiica lor după legea lui Moise.
3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ
4 Și era Ioachim foarte bogat și avea grădină aproape de casă.
4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων
5 Și se adunau la el Iudeii; pentru că era mai în cinste decât toți.
5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν
6 Și au fost rânduiți doi bătrâni din popor judecători în anul acela, de care zisese Domnul, «că a ieșit fărădelegea din Babilon, din bătrânii judecători, care se părea că ocârmuiesc poporul».
6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι
7 Aceștia rămâneau la casa lui Ioachim, și veneau la ei toți cei care voiau să aibă judecată.
7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
8 Când pleca poporul la amiază, ieșea și Susana în grădina bărbatului ei.
8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς
9 Și au văzut-o cei doi bătrâni în toate zilele ieșind și umblând, și s-au aprins cu poftă asupra ei.
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων
10 Au răzvrătit gândul, și-au abătut ochii dinspre cer, și nici nu și-au adus aminte de judecățile cele drepte.
10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν
11 Și erau amândoi înfierbântați pentru ea și n-a spus unul altuia zbuciumul lor, că le era rușine a-și spune pofta, că voiau să se împreuneze cu ea.
11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ
12 Și păzeau cu nevoință în toate zilele s-o vadă. Și a zis unul către altul: «Să mergem acasă, că este vremea prânzului».
12 καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν
13 Și ieșind, s-au despărțit unul de altul și, întorcându-se, au venit la același loc și, întrebându-se unul pe altul pricina, își mărturisiră pofta.
13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων
14 Și amândoi împreună au hotărât vremea când o vor putea afla singură.
14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην
15 Și pe când pândeau ei o zi prielnică, ea a intrat ca de obicei cu două fete să se scalde în grădină, că era foarte cald.
15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν
16 Și nimeni nu era acolo, afară de cei doi bătrâni ascunși, care o pândeau.
16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν
17 Și a zis fetelor: «Aduceți-mi untdelemn și săpun și închideți porțile grădinii ca să mă scald».
17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι
18 Și au făcut cum le-a zis; au închis ușile grădinii și, ieșind pe alături ca să aducă cele ce le-a poruncit, n-au văzut pe bătrâni ascunși.
18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι
19 Și după ce au ieșit fetele, s-au sculat cei doi bătrâni și au alergat asupra ei și au zis: «Iată ușile grădinii sunt închise și nimeni nu ne vede, și suntem aprinși cu poftă asupra ta.
19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
20 Pentru aceea binevoiește și te culcă cu noi; iar de nu, vom mărturisi asupra ta că a fost cu tine un tânăr și pentru aceea ai trimis fetele de la tine».
20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν
21 Și a suspinat Susana și a zis: «Sunt strâmtorată din toate părțile;
21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ
22 Că de voi face aceasta, moarte îmi este; iar de nu voi face, nu voi scăpa din mâinile voastre.
22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν
23 Mai bine este pentru mine să nu fac și să cad în mâinile voastre decât să păcătuiesc înaintea Domnului».
23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου
24 Și a strigat Susana cu glas mare, și au strigat și cei doi bătrâni asupra ei, și alergând unul a deschis ușile grădinii.
24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς
25 Dacă auziră cei din casă strigătul în grădină, săriră înăuntru pe ușa cea din dos să vadă ce i s-a întâmplat.
25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου
26 Și, după ce au grăit bătrânii cuvintele lor, s-au rușinat slugile foarte, că niciodată nu s-a grăit cuvânt ca acesta despre Susana.
26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ
27 Și a doua zi, după ce s-a adunat poporul la Ioachim, bărbatul ei, au venit și cei doi bătrâni plini de cuget rău asupra Susanei, ca să o omoare.
27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης
28 Și au zis înaintea poporului: «Trimiteți la Susana, fata lui Hilchia, femeia lui Ioachim», și ei au trimis.
28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν
29 Și a venit ea și părinții ei și fiii ei și toate rudeniile ei.
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν
30 Susana era gingașă și frumoasă.
30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς
31 Acești bătrâni nelegiuiți au poruncit ca ea să se descopere, că era acoperită, ca să se sature de frumusețile ei.
31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
32 Și plângeau cei care erau lângă ea și toți cei care o știau.
32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς
33 Și sculându-se bătrânii în mijlocul poporului, puseră mâinile pe ea.
33 ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν
34 Ea, plângând, căuta la cer, că inima ei era nădăjduind spre Domnul.
34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς
35 Și au zis bătrânii: «Umblând noi în grădină, a intrat ea cu două slujnice și a închis ușa, dându-le drumul.
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ
36 Și a venit la ea un tânăr care fusese ascuns și s-a culcat cu ea.
36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας
37 Noi fiind în colțul grădinii, văzând fărădelegea, am alergat asupră-le.
37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ' αὐτῆς
38 Și văzându-i împreunându-se, pe el nu l-am putut opri, că era mai tare ca noi, și deschizând ușile a fugit.
38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς
39 Și prinzând-o pe ea, am întrebat-o cine era tânărul acela, și n-a vrut să ne spună.
39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι
40 Aceasta mărturisim».
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος
41 Și i-a crezut pe ei adunarea, ca pe niște bătrâni ai poporului și judecători, și au judecat-o spre moarte.
41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν
42 Și strigând cu glas mare Susana a zis: «Dumnezeule cel Veșnic, Cunoscătorul celor ascunse, Care știi toate mai înainte de a se face, Tu știi că minciuni au spus ei asupra mea.
42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν
43 Și iată mor, nefăcând nimic din cele ce au viclenit aceștia asupra mea».
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ
44 Și a auzit Dumnezeu glasul ei și, când o duceau să o piardă, a deșteptat duhul într-un prunc tânăr, căruia îi era numele Daniel.
44 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς
45 Și a strigat pruncul cu glas mare: «Curat sunt eu de sângele acesteia».
45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ
46 S-a întors tot poporul la el, și a zis: «Ce înseamnă aceasta?»
46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης
47 Și el, stând în mijlocul lor, a zis: «Oare așa de nebuni sunt toți fiii lui Israel?
47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας
48 Căci necercetând, nici adevărul cunoscând, ați osândit pe fata lui Israel.
48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ
49 Întoarceți-vă la judecată, pentru că minciuni au spus ei asupra ei».
49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς
50 Și s-a întors tot poporul degrabă și i-au zis lui bătrânii: «Vino de șezi în mijlocul nostru și ne spune nouă că ți-a dat Dumnezeu cinstea bătrâneților».
50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον
51 Și a zis către ei Daniel: «Despărțiți-i unul de altul și-i voi întreba».
51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς
52 Și după ce s-au despărțit unul de altul, a chemat pe unul din ei și a zis către el: «Învechitule în zile rele! Acum au venit păcatele tale, pe care le făceai mai înainte, făcând judecăți strâmbe, și pe cei nevinovați învinuind, și pe cei vinovați slobozind, de vreme ce Domnul zice: Pe cel nevinovat și pe cel nedrept să nu-l omori.
52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον
53 Și de ai văzut pe această femeie cu acel tânăr, spune sub ce copac i-ați prins în fapt?» El a zis: «Sub mesteacăn».
53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς
54 Zis-a Daniel: «Drept ai mințit asupra capului tău.
54 νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον
55 Acum îngerul lui Dumnezeu, luând poruncă de la El, te va spinteca în două».
55 εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον
56 Și punându-l alături, a poruncit să aducă pe celălalt și i-a zis: «Sămânța lui Canaan și nu a lui Iuda, frumusețile te-au înșelat și pofta a răzvrătit inima ta.
56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου
57 Așa făceai fetelor lui Israel care, de frică, se împreunau cu voi; ci n-a suferit fata lui Iuda fărădelegea voastră.
57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν
58 Acum spune-mi sub ce copac i-ați prins?» Iar el a zis: «Sub salcâm».
58 νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον
59 Și i-a zis Daniel lui: «Drept ai mințit și tu asupra capului tău.
59 εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς
60 Căci așteaptă îngerul lui Dumnezeu, având sabie, să te taie în două, ca să vă piardă de tot pe voi».
60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν
61 Și a strigat toată adunarea cu glas mare și a binecuvântat pe Dumnezeu, Cel care izbăvește pe cei care nădăjduiesc în El.
61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον
62 Și s-a sculat asupra celor doi bătrâni, că i-a dovedit Daniel din cuvintele lor, că au mărturisit strâmb și le-a făcut după legea lui Moise, precum cu vicleșug gândit-au să facă aproapelui lor, și i-a omorât și a scăpat sângele cel nevinovat în ziua aceea.
62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
63 Iar Hilchia și femeia lui au lăudat pe Dumnezeu pentru Susana, fiica lor, împreună cu Ioachim, bărbatul ei, și cu toate rudele ei, pentru că nu s-a aflat întru ea lucru urât.
63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα
64 Și Daniel s-a făcut mare înaintea poporului din ziua aceea și de aci înainte.