Capitolul 11
Daniel 111 καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. – 2 καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων. 3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ. 4 καὶ ὡς ἂν στῇ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων. 5 καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ. 6 καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς. 7 καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει. 8 καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ. 9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ. 10 καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ. 11 καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ· 12 καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει. 13 καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ. 14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν. 15 καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. 16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν γῇ τοῦ σαβι, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ. 17 καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ’ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται. 18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. 19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται. 20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ. 21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ’ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν. 22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης· 23 καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. 24 καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ. 25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς· 26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί. 27 καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν. 28 καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. 29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη. 30 καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν. 31 καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον. 32 καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν, καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν. 33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν. 34 καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν. 35 καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν. 36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται. 37 καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται· 38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν. 39 καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις. 40 καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται. 41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων. 42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. 43 καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. 44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς. 45 καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
1 καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. –
2 καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.
3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ.
4 καὶ ὡς ἂν στῇ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων.
5 καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ.
6 καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
7 καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.
8 καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ.
9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
10 καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
11 καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ·
12 καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει.
13 καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.
14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν.
15 καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.
16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν γῇ τοῦ σαβι, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.
17 καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ’ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται.
18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.
19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται.
20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ.
21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ’ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν.
22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης·
23 καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει.
24 καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.
25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς·
26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
27 καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν.
28 καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.
30 καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον.
32 καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν, καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν.
33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
34 καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.
35 καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
37 καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται·
38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.
39 καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.
40 καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων.
42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.
43 καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς.
45 καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
Traducerea catolică
Traducerea greacă bizantină
1 În primul an al lui Dárius, eu stăteam ca să-l întăresc și să-l ajut.
1 καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. –
2 Acum îți voi face cunoscut adevărul.
Iată, încă trei regi se vor ridica pentru Pérsia, iar al patrulea va aduna foarte multe bogății, mai mult decât toți! Și, când se va întări prin bogățiile lui, îi va face pe toți să se ridice împotriva regatului din Iaván.
2 καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.
3 Dar se va ridica un rege puternic, va stăpâni peste o mare stăpânire și va face ceea ce va voi.
3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ.
4 După ce se va ridica, stăpânirea lui va fi distrusă și împărțită în cele patru vânturi ale cerului, dar nu pentru urmașii săi și nici pentru stăpânirea lui cu care a stăpânit, căci regatul lui va fi smuls și dat altora, dar nu alor săi.
4 καὶ ὡς ἂν στῇ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων.
5 Regele din sud se va întări, dar una dintre căpeteniile sale se va întări mai mult decât el și va avea o stăpânire mai mare decât stăpânirea lui.
5 καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ.
6 La sfârșitul anilor, se vor uni, iar fiica regelui din sud va veni la regele din nord și vor face înțelegere. Ea nu-și va păstra puterea brațului și nici el nu va rămâne [în picioare], nici descendența lui. Vor fi dați [abandonării] ea, cel care i-a dat naștere și cel care a întărit-o în timpurile [acelea].
6 καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
7 Dar se va ridica un vlăstar din rădăcinile ei în locul său, va merge împotriva armatei, va intra în fortăreața regelui din nord: va lupta împotriva lor și va fi mai puternic.
7 καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.
8 Îi va duce în captivitatea Egiptului chiar și pe zeii lor, pe idolii lor împreună cu vasele lor prețioase din argint și din aur, iar el va sta mai mulți ani decât regele din nord.
8 καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ.
9 Va veni în regatul regelui din sud, dar se va întoarce în pământul său.
9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
10 Fiii săi vor ataca și vor aduna mulțime de armate mari, vor veni, vor năvăli și vor străbate; iar el se va întoarce spre fortăreața lui.
10 καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
11 Regele din sud se va mânia, va ieși și va lupta împotriva lui, împotriva regelui din nord; va face să se ridice o mulțime mare și va fi dată mulțimea în mâna lui.
11 καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ·
12 După ce va fi luată mulțimea, i se va înălța inima, va face să cadă zeci de mii, dar tot nu va fi puternic.
12 καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει.
13 Dar regele din nord se va întoarce și va face să se ridice o mulțime mai mare decât cea dintâi, iar după un timp de câțiva ani va veni cu o armată mare și cu bunuri multe.
13 καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.
14 În acele timpuri, mulți se vor ridica împotriva regelui din sud, dar niște fii violenți ai poporului tău se vor ridica să împlinească viziunea, însă vor cădea.
14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν.
15 Regele din nord va veni, va înălța parapete și va captura cetatea fortificată. Puterile din sud nu se vor ridica, nici cei mai aleși ai lor, pentru că nu vor avea forță să reziste.
15 καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.
16 Cel care va veni împotriva lui va face ceea ce va voi și nu va fi cine să stea în fața lui; el va sta în țara frumuseții și distrugerea va fi în mâna lui.
16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν γῇ τοῦ σαβι, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.
17 Își va propune să vină cu forța întregului său regat și cei drepți vor lucra cu el. I-o va da pe o fată dintre femei ca să-l ruineze, dar ea nu va rezista și nu va fi a lui.
17 καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ’ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται.
18 Apoi își va întoarce fața spre insule și va captura multe; dar un conducător va face să înceteze ocara lui, fără ca el să-i întoarcă ocara.
18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.
19 Își va întoarce fața spre fortărețele țării sale, dar se va poticni, va cădea și nu va mai putea fi găsit.
19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται.
20 Dar apoi se va ridica altcineva în locul lui: va face să treacă un perceptor prin regatul său frumos, dar după câteva zile va fi zdrobit, nu prin mânie și nici prin război.
20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ.
21 Apoi se va ridica un disprețuit în locul lui, căruia nu-i vor da cinstea domniei. El va veni în timp de liniște și va face să se întărească domnia prin intrigi.
21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ’ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν.
22 Puterile potopului se vor revărsa dinaintea lui și vor fi zdrobite, chiar și principele alianței.
22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης·
23 După ce vor face înțelegere cu el, el va lucra cu înșelăciune. Se va ridica și se va întări cu puțin popor.
23 καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει.
24 Va veni în timp de liniște în locurile fertile ale provinciei și va face ceea ce nu au făcut părinții lui și nici părinții părinților lui. Va prăda și va jefui și va lua ca pradă bunurile lor. Va face planuri împotriva fortărețelor, dar până la un timp.
24 καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.
25 Apoi își va ridica puterea și inima împotriva regelui din sud cu o armată mare. Dar regele din sud îl va ataca în luptă cu o armată mare și cu o forță foarte mare; însă nu va rezista, pentru că se vor face planuri împotriva lui.
25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς·
26 Cei care vor mânca porția lui de hrană îl vor zdrobi, armata lui va fi împrăștiată și vor cădea mulți străpunși.
26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
27 Amândoi regii vor avea la inimă să-și facă rău și la aceeași masă vor spune minciuni. Dar nu va avea succes, pentru că încă nu este sfârșitul timpului hotărât.
27 καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν.
28 Se va întoarce în țara lui cu multe bunuri și inima lui va fi împotriva alianței celei sfinte. După ce va face, se va întoarce în țara lui.
28 καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
29 La timpul hotărât va veni din nou în sud, dar cele de după nu vor fi ca mai înainte.
29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.
30 Și vor veni împotriva lui corăbii din Chitím și el va fi umilit. El se va întoarce și se va înfuria împotriva alianței celei sfinte și va face astfel: se va întoarce și-i va lua în seamă pe cei care au abandonat alianța sfântă.
30 καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 Puteri [trimise] de el se vor ridica, vor profana sanctuarul, fortăreața și vor îndepărta jertfa perpetuă și vor pune urâciunea pustiirii.
31 καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον.
32 Îi va corupe pe cei care se revoltă împotriva alianței prin lingușiri, dar poporul celor care îl cunosc pe Dumnezeul lor va rămâne puternic și va face [ca atare].
32 καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν, καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν.
33 Cei pricepuți ai poporului îi vor învăța pe mulți, dar vor cădea de sabie, de foc, de captivitate și de jaf timp de [câteva] zile.
33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
34 Când vor cădea, vor fi ajutați puțin și se vor uni cu ei mulți prin intrigi.
34 καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.
35 Chiar și dintre cei pricepuți vor cădea ca să fie încercați, purificați și albiți până la timpul sfârșitului, căci încă nu este timpul hotărât.
35 καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
36 Regele va face ce va voi; se va înălța și se va mări mai presus de toți dumnezeii și împotriva Dumnezeului dumnezeilor va spune minunății. El va avea succes până se va termina indignarea, pentru că ceea ce este hotărât se va face.
36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
37 Nu va lua în seamă dumnezeii părinților lui, nici dorința femeilor și pe niciun dumnezeu al lor nu-l va lua în seamă, căci se va mări deasupra tuturor.
37 καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται·
38 În locul lor îl va cinsti pe dumnezeul fortăreței, pe dumnezeul pe care nu l-au cunoscut părinții săi: îl va cinsti cu aur, cu argint, cu pietre prețioase și cu lucruri plăcute.
38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.
39 Va face fortărețe mari cu un dumnezeu străin. Pe cel care îl va cinsti, îl va face să fie mare în onoare, îl va pune să stăpânească peste mulți și îi va împărți pământul ca răsplată.
39 καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.
40 La timpul sfârșitului, regele din sud se va confrunta cu el și se va avânta asupra lui regele din nord cu cavalerie, cu călăreți și cu corăbii multe. Va veni în țări, va năvăli și va străbate.
40 καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
41 Va veni în țara frumuseții și multe vor cădea. Dar vor scăpa din mâna lui aceștia: Edóm, Moáb și cei dintâi ai fiilor lui Amón.
41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων.
42 Își va întinde mâna împotriva țărilor și nici țara Egiptului nu va avea scăpare.
42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.
43 Va stăpâni peste comorile de aur și de argint și peste toate lucrurile de valoare ale Egiptului; libiénii și etiopiénii vor fi la picioarele lui.
43 καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
44 Îl vor tulbura vești din răsărit și din nord, iar el va ieși cu mânie mare ca să nimicească și să distrugă multe.
44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς.
45 Își va întinde corturile palatului său între mare și muntele sfânt al frumuseții. Va ajunge la sfârșitul lui și nu va fi cine să-l ajute.
45 καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Și eu în anul dintâi al lui Darius Medul stam lângă el ca să-l ajut și să-l întăresc.
1 καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. –
2 Și acum îți fac cunoscut adevărul: Iată că se vor scula încă trei regi în Persia, iar al patrulea va stăpâni bogății mai mari decât toți și, când va fi puternic prin bogățiile sale, va ridica pe toți împotriva regatului Greciei.
2 καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.
3 Și va ieși la iveală un rege viteaz și va stăpâni peste un regat puternic și va face numai ceea ce i se va părea bun.
3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ.
4 Iar când va fi în culmea puterii sale, regatul lui se va prăbuși și se va împărți după cele patru vânturi ale carului, fără ca să rămână urmașilor lui și nici să aibă putere întocmai ca mai înainte, că regatul lui va fi sfâșiat și se va împărți la alții decât la aceia din neamul lui.
4 καὶ ὡς ἂν στῇ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων.
5 Și regele de la miazăzi va ajunge puternic, dar unul din căpeteniile lui va fi mai puternic decât el și va domni, iar stăpânirea lui va fi un regat puternic.
5 καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ.
6 Și după trecere de ani se vor uni și fiica regelui de la miazăzi va veni către regele de la miazănoapte, ca să statornicească pacea. Dar ea nu va păstra tăria brațului său și nu va dăinui nici el, nici brațul lui; și va fi dată morții, ea și însoțitorii ei și copiii ei Și aliatul ei în acele vremuri.
6 καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
7 Iar unul dintre odraslale din rădăcinile ei se va ridica și va porni împotriva oștirii și va intra în cetatea cea întărită a regelui de la miazănoapte și va face cu ei ce va voi și va fi biruitor.
7 καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.
8 Chiar și dumnezeii lor, împreună cu chipurile lor turnate, cu vasele lor de preț, aur și argint, vor fi duse în robia Egiptului și el va fi mai puternic decât regele de la miazănoapte, ani de-a rândul.
8 καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ.
9 El va năvăli în regatul regelui de la miazănoapte, apoi se va întoarce în țara sa.
9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
10 Și feciorul lui va pregăti războiul și va strânge o mare mulțime de oști de luptă și va da năvală peste el și îl va potopi și îl va cotropi și se va întoarce și va pătrunde până la cetatea lui cea întărită.
10 καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
11 Atunci regele de la miazăzi va fi amărât foarte și va ieși și va face război cu el – cu regele de la miazănoapte, care va ridica o mare oștire; dar oștirea va cădea în mâna regelui de la miazăzi;
11 καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ·
12 Și oștirea va fi nimicită; inima regelui se va îngâmfa; zeci de mii va doborî la pământ, dar nu va fi mai puternic.
12 καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει.
13 Și încă o dată regele de la miazănoapte va ridica oștiri mai puternice decât cele dintâi și, după un răstimp de câțiva ani, va da năvală peste el, cu o mare oștire și cu numeroasă călărime.
13 καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.
14 Și în vremea aceea mulți se vor scula împotriva regelui de la miazăzi și oameni silnici din poporul tău se vor ridica, așa ca să se împlinească vedenia, dar se vor poticni.
14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν.
15 Iar regele de la miazănoapte va veni și va ridica întărituri și va cuprinde o cetate întărită, iar oștirea de ajutor a regelui de la miazănoapte nu va putea să țină piept și trupele sale vor fugi și nu va fi nici un chip de stat împotrivă.
15 καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.
16 Cel care va porni împotriva lui va face după placul său și nimeni nu i se va împotrivi, și se va opri în țara strălucirii și totul va fi în mâna lui.
16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν γῇ τοῦ σαβι, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.
17 Și își va îndrepta privirea să ia în stăpânire întregul lui regat și va face o învoială cu el și îi va da de soție pe o fiică a sa, ca să aducă pieirea țării, dar aceasta nu se va întâmpla și nu va duce la izbândă.
17 καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ’ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται.
18 Și își va întoarce privirea spre insule și va cuprinde multe din ele, iar o căpetenie va pune capăt ocării lui, fără putință de răspuns.
18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.
19 Și își va întoarce fața spre întăriturile țării sale, dar se va poticni, va cădea și va pieri.
19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται.
20 Și în locul lui va veni altul, care va trimite un strângător de dări în locul care este gloria regatului (Ierusalimul), dar în câteva zile va fi doborât nu prin mânie, nici prin război.
20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ.
21 Și în locul lui va veni un batjocoritor, care nu avusese nici un drept la vrednicia regală, și el va veni pașnic și prin uneltiri se va face stăpân pe regat.
21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ’ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν.
22 Și oștirile de ajutor vor da înapoi înaintea lui și vor fi sfărâmate, de asemenea și o căpetenie a legământului.
22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης·
23 Și după împrietenirea cu el se va servi de vicleșug și va porni și va birui cu puțin popor.
23 καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει.
24 Și pe neașteptate va veni în cele mai bogate ținuturi ale țării și va face ceea ce n-au făcut părinții lui și părinții părinților lui; el le va împărți cu risipă, pradă și jaf și bogății; și va urzi planuri împotriva cetăților întărite, numai pentru o vreme.
24 καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.
25 Și își va îndrepta puterea și inima împotriva regelui de la miazăzi, cu oștire mare, iar el se va prinde în luptă cu oaste mare și puternică, dar nu va putea să i se împotrivească, că se vor urzi uneltiri împotriva lui.
25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς·
26 Cei ce mănâncă la masă cu el, îl vor prăbuși, iar oastea lui se va sfărâma și mulți vor cădea loviți de moarte.
26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
27 Și cei doi regi vor pune la cale viclenii în inima lor și la masă își vor spune lucruri mincinoase, dar fără nici o izbândă, că încă n-a venit sfârșitul rânduit de Dumnezeu.
27 καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν.
28 Și se va duce cu mari averi în țara lui și inima lui va fi împotriva Legământului cel sfânt; așa va lucra și se va întoarce în țara lui.
28 καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
29 La vremea hotărâtă va năvăli din nou la miazăzi și această din urmă bătălie nu va fi ca bătălia dintâi.
29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.
30 Corăbii din Chitim vor veni împotriva lui; și el va pierde curajul, se va întoarce și se va întărâta împotriva legământului sfânt și va lucra și se va învoi iarăși cu cei ce au părăsit legământul sfânt.
30 καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 Și oști trimise de el vor sta și vor pângări locașul sfânt și cetatea, iar jertfa de fiecare zi o vor da de o parte și vor pune în loc urâciunea pustiirii.
31 καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον.
32 Și pe cei ce au săvârșit fărădelegi împotriva legământului îi va înșela prin lingușiri, iar poporul care cunoaște pe Dumnezeul său va rămâne statornic și îl va urma.
32 καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν, καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν.
33 Cei mai înțelepți vor învăța pe cei mulți, dar ei vor cădea un timp de sabie și foc, de temniță și pustiire.
33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
34 Și în vremea căderii lor, vor primi puțin ajutor și mulți se vor uni cu ei, dar din fățărnicie.
34 καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.
35 Și printre înțelepți, mulți vor cădea ca să se lămurească, să se curățească și să se albească până la sfârșitul vremii, că mai este încă până la vremea rânduită.
35 καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
36 Și regele va face după placul său și se va ridica și se va trufi împotriva oricărui dumnezeu și împotriva Dumnezeului dumnezeilor va spune lucruri nemaiauzite și va propăși până ce sfârșitul mâniei va veni, că ceea ce este hotărât se va întâmpla.
36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
37 Și nu va lua aminte la dumnezeii părinților lui și nici la dumnezeul plăcut femeilor și nu va băga în seamă pe nici un alt dumnezeu căci el se va ridica deasupra tuturor.
37 καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται·
38 Iar în locul lui va cinsti pe dumnezeul cetăților, pe un dumnezeu pe care nu l-au cunoscut părinții lui; aceluia i se va închina cu aur, cu argint, cu pietre scumpe și lucruri de preț.
38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.
39 El va lua ca apărători ai cetăților întărite pe poporul unui dumnezeu străin; pe cei care îl vor recunoaște, el îi va cinsti mult, îi va pune stăpâni peste mulțime și le va împărți pământuri ca răsplată.
39 καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.
40 La sfârșitul vremii se va război cu el regele cel de la miazăzi și se va năpusti împotriva lui regele cel de la miazănoapte, cu care de război, cu călăreți și cu multe corăbii. El va veni în țările pe care le va cotropi și le va străbate.
40 καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
41 Și va veni și în țara strălucirii și zeci de mii se vor prăbuși; și iată care vor scăpa din mâna lui: Edomul, Moabul și restul fiilor lui Amon.
41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων.
42 Și va întinde mâna sa peste țări și țara Egiptului nu va scăpa.
42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.
43 Și va ajunge stăpân peste comorile de aur și de argint și peste toate lucrurile prețioase ale Egiptului, iar Libienii și Etiopienii vor merge după el.
43 καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
44 Dar zvonuri de la răsărit și de la miazănoapte vor veni să-l înspăimânte și el va ieși cu furie grozavă ca să prăpădească și să nimicească pe mulți.
44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς.
45 Și el va înfige corturile palatului său între mare și muntele cel sfânt și strălucit, apoi va veni sfârșitul lui și nimeni nu-i va veni în ajutor!