Capitolul 3
Judecători 31 Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν, 2 πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά· 3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ. 4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 5 καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου 6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν. 7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν. 8 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη. 9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ. 10 καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ. 11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ. 12 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου. 13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων. 14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ. 15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ. 16 καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ. 17 καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα. 18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα. 19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ. 20 καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ. 21 καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ 22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 23 καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν· 24 καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος; 25 καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. 26 καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα. 27 καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 28 καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι. 29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ. 30 καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν. 31 Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.
1 Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
2 πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ.
4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
5 καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
8 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
10 καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ.
11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.
12 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.
14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
16 καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
17 καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα.
18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
20 καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
21 καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
23 καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν·
24 καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
25 καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
26 καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα.
27 καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
28 καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ.
30 καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
31 Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Acestea sunt popoarele pe care le-a lăsat Domnul ca să îl încerce prin ele pe Israél și pe toți cei care nu au cunoscut războaiele din Canaán,
1 Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
2 [aceasta] numai ca să cunoască generațiile fiilor lui Israél și să învețe războiul, cel puțin aceia care nu l-au cunoscut înainte:
2 πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
3 cele cinci căpetenii ale filisténilor, toți canaaneénii, sidoniénii și hevéii care locuiau pe muntele Libánului, de la muntele Báal-Hermón până la intrarea în Hamát.
3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ.
4 [Acestea] au fost pentru ca să îl încerce prin ele pe Israél și să știe dacă ascultă de poruncile Domnului pe care le-a poruncit părinților lor prin Moise.
4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
5 Fiii lui Israél au locuit printre canaaneéni, hetéi, amoréi, ferezéi, hevéi și iebuséi.
5 καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
6 Au luat fetele lor de soții și le-au dat pe fetele lor de soții fiilor lor; i-au slujit pe dumnezeii lor.
6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
7 Fiii lui Israél au făcut ceea ce este rău înaintea Domnului: l-au uitat pe Domnul Dumnezeul lor și i-au slujit pe baáli și pe așére.
7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
8 Mânia Domnului s-a aprins împotriva lui Israél și i-a dat în mâna lui Cușán-Rișatáim, regele din Arám Naharáim. Fiii lui Israél l-au slujit pe Cușán-Rișatáim [timp de] opt ani.
8 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
9 Fiii lui Israél au strigat către Domnul și Domnul le-a ridicat un eliberator care i-a eliberat: pe Otniél, fiul lui Chenáz, fratele cel mai mic al lui Cáleb.
9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
10 Duhul Domnului a fost peste el și [Otniél] a fost judecător peste Israél. Domnul l-a dat în mâna lui pe Cușán-Rișatáim, regele din Arám, și mâna lui a fost puternică asupra lui Cușán-Rișatáim.
10 καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ.
11 Țara a avut liniște timp de patruzeci de ani. Apoi Otniél, fiul lui Chenáz, a murit.
11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.
12 Fiii lui Israél au continuat să facă ceea ce este rău în ochii Domnului. Domnul l-a întărit pe Eglón, regele din Moáb, împotriva lui Israél, pentru că au făcut ceea ce este rău în ochii Domnului.
12 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
13 [Eglón] i-a adunat la el pe fiii lui Amón și pe cei ai lui Amaléc. Au mers și l-au bătut pe Israél și au pus stăpânire peste Ierihón.
13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.
14 Fiii lui Israél l-au slujit pe Eglón, regele din Moáb, timp de optsprezece ani.
14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
15 Fiii lui Israél au strigat către Domnul și Domnul le-a ridicat un eliberator, pe Ehúd, fiul lui Ghéra, [din tribul lui] Beniamín, care era stângaci. Fiii lui Israél i-au trimis prin el un dar lui Eglón, regele din Moáb.
15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
16 Ehúd și-a făcut o sabie cu două tăișuri, lungă de un cot și a ascuns-o sub haina sa, în partea dreaptă.
16 καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
17 A dus darul lui Eglón, regele din Moáb. Eglón era un om foarte gras.
17 καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα.
18 După ce a oferit darul, a dat drumul oamenilor care purtaseră darul.
18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
19 El s-a întors de la idolii care erau lângă Ghilgál și a zis: „Am un cuvânt secret pentru tine, rege!”. El a zis: „Liniște!”. Toți cei care stăteau lângă el au ieșit de la el.
19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
20 Ehúd a intrat la el pe când stătea în camera răcoroasă pe care o avea numai pentru el. Ehúd i-a zis: „Am un cuvânt foarte important pentru tine”. Și el s-a ridicat de pe tron.
20 καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
21 Ehúd și-a întins mâna stângă, a scos sabia din partea dreaptă și i-a înfipt-o în burtă.
21 καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
22 A intrat chiar și mânerul după lamă și grăsimea s-a închis peste lamă pentru că nu a putut scoate sabia din burtă. Apoi el a ieșit pe fereastră.
22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
23 Ehúd a ieșit în pridvor, a închis după el ușile camerei de sus și le-a încuiat.
23 καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν·
24 După ce a ieșit el, au venit slujitorii regelui și s-au uitat. Iată, ușile camerei de sus erau încuiate. Ei au zis: „Fără îndoială, și-a acoperit picioarele în camera răcoroasă”.
24 καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
25 Au așteptat multă vreme, dar nu era nimeni care să deschidă ușile camerei de sus. Au luat cheia și au descuiat și, iată, stăpânul lor era căzut mort la pământ.
25 καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
26 În timp ce ei întârziau, Ehúd a fugit, a trecut pe la idoli și a scăpat spre Seír.
26 καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα.
27 Când a ajuns, a sunat din trâmbiță în muntele lui Efraím. Fiii lui Israél au coborât cu el din munte și el era în fruntea lor.
27 καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
28 El le-a zis: „Veniți după mine, căci Domnul i-a dat pe dușmanii voștri, pe cei din Moáb, în mâinile voastre!”. Ei au mers după el și au capturat vadurile Iordánului – cele care aparțineau lui Moáb – și nu au lăsat pe nimeni să treacă.
28 καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
29 În acel timp, l-au lovit pe Moáb, cam zece mii de oameni, toți robuști și toți puternici. Nu a scăpat nimeni.
29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ.
30 În ziua aceea, Moáb a fost umilit sub mâna lui Israél. Apoi țara a avut liniște timp de optzeci de ani.
30 καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
31 După el a fost Șamgár, fiul lui Anát. El i-a lovit pe filisténi, șase sute de oameni, cu un ghimpe [de mânat] boii. A fost și el un eliberator al lui Israél.
31 Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Iată popoarele acelea pe care le-a lăsat Domnul ca să ispitească prin ele pe Israel și pe toți aceia care nu cunoșteau toate războaiele Canaanului;
1 Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
2 Pe care le lăsase numai pentru ca generațiile viitoare de oameni ale fiilor lui Israel să știe și să învețe războiul pe care nu-l cunoscuseră mai înainte:
2 πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
3 Cinci stăpânitori Filisteni, toți Canaaneii, Sidonienii și Heveii care locuiau în munții Libanului de la muntele Baal-Hermon până la intrarea Hamatului.
3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ.
4 Acestea fuseseră lăsate ca să se încerce prin ele Israeliții și să se afle dacă se supun ei poruncilor Domnului, pe care le-a dat El părinților lor prin Moise.
4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
5 Și au trăit fiii lui Israel între Canaanei, Hetei, Amorei, Ferezei, Hevei, Gherghesei și Iebusei,
5 καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
6 Și și-au luat femei din fetele acelora și pe fetele lor le-au dat după feciorii acelora și au slujit dumnezeilor lor.
6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
7 Deci au făcut rele înaintea ochilor Domnului fiii lui Israel și au uitat pe Domnul Dumnezeul lor și au slujit baalilor și astartelor.
7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
8 Atunci s-a aprins mânia Domnului asupra lui Israel și i-a dat în mâinile lui Cușan-Rișeataim, regele Mesopotamiei, și fiii lui Israel au robit lui Cușan-Rișeataim opt ani.
8 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
9 După aceea au strigat fiii lui Israel către Domnul și a ridicat Domnul un izbăvitor pentru fiii lui Israel, care i-a izbăvit și anume pe Otniel, fiul lui Chenaz, fratele mai mic al lui Caleb.
9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
10 Și a fost Duhul Domnului peste acesta și a fost el judecător lui Israel. Acesta a ieșit la război împotriva lui Cușan-Rișeataim și Domnul a dat în mâinile lui pe Cușan-Rișeataim, regele Mesopotamiei, și a apăsat mâna lui pe Cușan-Rișeataim.
10 καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ.
11 După aceea s-a odihnit țara patruzeci de ani și apoi a murit Otniel, fiul lui Chenaz.
11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.
12 Apoi fiii lui Israel iarăși s-au apucat să facă rele înaintea ochilor Domnului și a întărit Domnul pe Eglon, regele Moabului, împotriva Israeliților, pentru că ei făceau rele înaintea ochilor Domnului.
12 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
13 Și a adunat acela la sine pe toți Moabiții și Amaleciții și a plecat să lovească pe Israel; și au luat cetatea Palmierilor.
13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.
14 Iar fiii lui Israel au slujit lui Eglon, regele Moabului, optsprezece ani.
14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
15 Atunci au strigat fiii lui Israel către Domnul și Domnul le-a ridicat ca izbăvitor pe Aod, fiul lui Ghera, din neamul lui Veniamin, care era stângaci. Și au trimis fiii lui Israel prin el daruri lui Eglon, regele Moabului.
15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
16 Aod și-a făcut sabie cu două ascuțișuri, lungă de un cot și a încins-o sub mantaua sa la șoldul drept
16 καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
17 Și a mers cu daruri la Eglon, regele Moabului. Eglon însă era om foarte gras.
17 καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα.
18 După ce a înfățișat Aod toate darurile, a dat drumul oamenilor care aduseseră darurile,
18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
19 Iar el însuși, întorcându-se de la idolii de lângă Ghilgal, a zis regelui: „Cuvânt în taină am a-ți spune, o rege!” Iar el a zis: „Mai încet!” Atunci au ieșit de la dânsul toți cei ce stăteau pe lângă el.
19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
20 Și a intrat Aod la dânsul; căci el ședea într-un foișor răcoros, pe care îl avea acolo la o parte. Și a zis Aod: „Eu, o rege, am către tine un cuvânt al lui Dumnezeu”. Atunci Eglon s-a sculat de pe scaun înaintea lui.
20 καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
21 Și când s-a sculat el, Aod și-a întins mâna sa stângă și a scos sabia de la coapsa sa dreaptă și a împlântat-o în pântecele lui,
21 καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
22 Așa încât a intrat după ascuțișul sabiei și mânerul și grăsimea a acoperit rana pe unde intrase sabia, căci Aod n-a scos-o din pântecele lui.
22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
23 Apoi Aod a ieșit în tindă, trăgând după sine ușa foișorului și încuind-o.
23 καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν·
24 Iar după ce a ieșit el, au venit slugile lui Eglon și, văzând ușa foișorului încuiată, au zis: „Se vede că el își acoperă picioarele în camera de vară”.
24 καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
25 Și au așteptat ei destulă vreme; dar văzând că nu mai deschide nimeni ușa foișorului, au adus o cheie și au deschis și iată stăpânul lor zăcea mort la pământ.
25 καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
26 Până să se dumirească aceia, Aod a plecat și nimeni nu se mai gândea la el; a trecut pe lângă idoli și a scăpat în Seira.
26 καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα.
27 Iar după ce a venit în țara lui Israel, Aod a trâmbițat din trâmbiță pe muntele Efraim și s-au coborât la dânsul fiii lui Israel din muntele Efraim și el mergea înaintea lor.
27 καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
28 Și a zis el către dânșii: „Veniți după mine, că a dat Domnul pe vrăjmașii noștri Moabiți în mâinile voastre”. Și s-au dus după dânsul și au apucat vadul Iordanului spre Moab și nu au lăsat pe nimeni să treacă.
28 καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
29 Și au ucis atunci din Moabiți până la zece mii de oameni, toți sănătoși și voinici, încât nimeni n-a scăpat.
29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ.
30 Așa au fost supuși în ziua aceea Moabiții înaintea lui Israel și s-a liniștit țara lui optzeci de ani. Iar Aod a fost judecătorul lor până la moartea sa.
30 καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
31 După dânsul a fost judecător Șamgar, fiul lui Anat, care a ucis șase sute de Filisteni cu un băț, cu bold de mânat boii, și acesta a izbăvit de asemenea pe Israel.