Κατὰ Ματθαῖον (Evanghelia după sfântul Matei)

traducerea greacă bizantină

Capitolul 1

1 Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ, υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.

2 Ἀβραὰμ ἐγέννησεν τὸν ἸσαάκἸσαὰκ δὲ ἐγέννησεν τὸν ἸακώβἸακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς ΘάμαρΦαρὲς δὲ ἐγέννησεν τὸν ἙσρώμἙσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ 4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν ἈμιναδάβἈμιναδὰβ δὲ ἐγέννησεν τὸν ΝαασσώνΝαασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών 5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῬαχάβΒοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς ῬούθὨβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί 6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
Δαυὶδ δὲ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου
7 Σολομὼν δὲ ἐγέννησεν τὸν ῬοβοάμῬοβοὰμ δὲ ἐγέννησεν τὸν ἈβιάἈβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά

8 Ἀσὰ δὲ ἐγέννησεν τὸν ἸωσαφάτἸωσαφὰτ δὲ ἐγέννησεν τὸν ἸωράμἸωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν 9 Ὀζίας δὲ ἐγέννησεν τὸν ἸωάθαμἸωάθαμ δὲ ἐγέννησεν τὸν ἌχαζἌχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν ΜανασσῆΜανασσῆς δὲ ἐγέννησεν τὸν ἈμώνἈμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησεν τὸν ΣαλαθιήλΣαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ 13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν ἈβιούδἈβιοὺδ δὲ ἐγέννησεν τὸν ἘλιακείμἘλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν ΣαδώκΣαδὼκ δὲ ἐγέννησεν τὸν ἈχείμἈχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἘλεάζαρἘλεάζαρ δὲ ἐγέννησεν τὸν ΜατθάνΜατθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, λεγόμενος χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρεςκαὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρεςκαὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ, γενεαὶ δεκατέσσαρες.

18 Τοῦ δὲ Ἰησοῦ χριστοῦ γέννησις οὕτως ἦνμνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σουτὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 21 Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦναὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος, 23 Ἰδού, παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἐστιν μεθερμηνευόμενον, Μεθἡμῶν θεός. 24 Διεγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ἄγγελος κυρίουκαὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκονκαὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Textul a fost copiat în clipboard