Capitolul 23
Matei 231 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, 2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι∙ 3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε∙ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις∙ πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν∙ 6 φιλοῦσίν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί∙ 8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί∙ εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ χριστός∙ πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς∙ εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. 10 Μηδὲ κληθῆτε καθηγηταί∙ εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ χριστός. 11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται∙ καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι∙ διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων∙ ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. 17 Μωροὶ καὶ τυφλοί∙ τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; 18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19 Μωροὶ καὶ τυφλοί∙ τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ∙ 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν∙ 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν∙ ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. 31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας∙ 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς∙ καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν∙ 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. 39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι∙
3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε∙ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις∙ πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν∙
6 φιλοῦσίν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί∙
8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί∙ εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ χριστός∙ πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς∙ εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
10 Μηδὲ κληθῆτε καθηγηταί∙ εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ χριστός.
11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται∙ καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι∙ διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων∙ ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 Μωροὶ καὶ τυφλοί∙ τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 Μωροὶ καὶ τυφλοί∙ τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ∙
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν∙
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν∙ ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας∙
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς∙ καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν∙
35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Traducerea catolică
Traducerea greacă bizantină
1 Atunci Isus s-a adresat mulțimilor și discipolilor săi,
1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
2 spunând: „Cărturarii și fariseii s-au așezat pe catedra lui Moise.
2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι∙
3 Faceți și împliniți tot ce vă spun ei, dar nu faceți după faptele lor, pentru că ei spun, și nu fac!
3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε∙ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 Ei leagă poveri apăsătoare și greu de purtat și le pun pe umerii oamenilor, iar ei nu vor să le miște nici cu un deget.
4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5 Toate faptele lor le fac pentru a fi văzuți de oameni: își lărgesc filacterele și își lungesc ciucurii;
5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις∙ πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν∙
6 le plac locurile de onoare la ospețe și primele locuri în sinagogi,
6 φιλοῦσίν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
7 să fie salutați prin piețe și să fie numiți de oameni «rabbí».
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί∙
8 Dar voi să nu fiți numiți «rabbí», pentru că unul este învățătorul vostru, iar voi toți sunteți frați!
8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί∙ εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ χριστός∙ πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 Și nici «tată» să nu spuneți [nimănui] între voi pe pământ, pentru că unul este Tatăl vostru, cel ceresc!
9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς∙ εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
10 Nici să nu fiți numiți «maeștri», pentru că unul este maestrul vostru: Cristos!
10 Μηδὲ κληθῆτε καθηγηταί∙ εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ χριστός.
11 Cel mai mare dintre voi să fie slujitorul vostru!
11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 Căci oricine se va înălța va fi umilit și oricine se va umili va fi înălțat!
12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται∙ καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
13 Vai vouă, cărturarilor și fariseilor ipocriți! Voi închideți împărăția cerurilor înaintea oamenilor: nici voi nu intrați și nici pe cei care ar voi să intre nu-i lăsați să intre.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι∙ διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
14 .
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων∙ ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Vai vouă, cărturarilor și fariseilor ipocriți! Voi străbateți marea și uscatul ca să faceți [chiar și numai] un prozelit și, când l-ați găsit, îl sortiți iadului, de două ori mai mult ca voi.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Vai vouă, călăuze oarbe care ziceți: «Dacă cineva jură pe templu, nu-i nimic; dar dacă cineva jură pe aurul templului, este dator [să-l țină]»!
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 Proști și orbi! Ce este mai mare: aurul sau templul care sfințește aurul?
17 Μωροὶ καὶ τυφλοί∙ τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
18 Și: «Dacă cineva jură pe altar, nu-i nimic; dar dacă cineva jură pe ofranda de pe el, este dator [să-l țină]».
18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 Orbilor! Ce este mai mare: ofranda sau altarul care sfințește darul?
19 Μωροὶ καὶ τυφλοί∙ τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 Așadar, cine jură pe altar jură pe el și pe tot ce se află pe el.
20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ∙
21 Iar cine jură pe templu jură pe el și pe cel care locuiește în el.
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν∙
22 Și cine jură pe cer jură pe tronul lui Dumnezeu și pe cel care șade pe el.
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Vai vouă, cărturarilor și fariseilor ipocriți! Voi dați zeciuială din mentă, din mărar și din chimion, dar lăsați la o parte ce este mai greu din Lege: judecata, îndurarea, credința. Acestea trebuia să le faceți, iar pe acelea să nu le neglijați!
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν∙ ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
24 Călăuze oarbe! Voi strecurați țânțarul, dar înghițiți cămila.
24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Vai vouă, cărturarilor și fariseilor ipocriți! Voi curățați exteriorul paharului și al farfuriei, dar în interior sunt pline de jaf și necumpătare.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
26 Fariseu orb! Curăță mai întâi interiorul paharului ca să devină curat și exteriorul lui.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 Vai vouă, cărturarilor și fariseilor ipocriți! Vă asemănați cu mormintele văruite care strălucesc frumos pe dinafară, dar în interior sunt pline cu oase de morți și cu toată putreziciunea.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 Tot așa și voi, pe dinafară păreți drepți înaintea oamenilor, dar înăuntru sunteți plini de ipocrizie și nelegiuire.
28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 Vai vouă, cărturarilor și fariseilor ipocriți! Voi zidiți mormintele profeților și împodobiți monumentele drepților
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 și spuneți: «Dacă eram în zilele părinților noștri, n-am fi fost complici cu ei la [vărsarea] sângelui profeților».
30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 Astfel, voi înșivă dați mărturie împotriva voastră că sunteți fiii celor ce au ucis profeții.
31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας∙
32 Dar voi întreceți măsura părinților voștri.
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 Șerpilor, pui de vipere! Cum veți scăpa de condamnarea la iad?
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 Iată, tocmai de aceea trimit la voi profeți, înțelepți și cărturari! [Pe unii] dintre ei îi veți ucide și îi veți răstigni, [pe alții] îi veți biciui în sinagogile voastre și îi veți persecuta din cetate în cetate,
34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς∙ καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν∙
35 ca să cadă asupra voastră tot sângele nevinovat vărsat pe pământ, de la sângele lui Ábel cel drept până la sângele lui Zaharía, fiul lui Berachía, pe care l-ați ucis între vestibul și altar.
35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 Adevăr vă spun: toate acestea vor veni peste această generație.
36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ierusalím, Ierusalím, care omori profeții și-i bați cu pietre pe cei trimiși la tine! De câte ori am vrut să-i adun pe copiii tăi așa cum găina își adună puii sub aripi, și n-ai voit!
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 Iată, casa voastră va fi lăsată pustie!
38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 Căci vă spun: nu mă veți mai vedea de acum până când veți zice: «Binecuvântat este cel care vine în numele Domnului»”.
39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci a vorbit Iisus mulțimilor și ucenicilor Săi,
1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
2 Zicând: Cărturarii și fariseii au șezut în scaunul lui Moise;
2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι∙
3 Deci toate câte vă vor zice vouă, faceți-le și păziți-le; dar după faptele lor nu faceți, că ei zic, dar nu fac.
3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε∙ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 Că leagă sarcini grele și cu anevoie de purtat și le pun pe umerii oamenilor, iar ei nici cu degetul nu voiesc să le miște.
4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5 Toate faptele lor le fac ca să fie priviți de oameni; căci își lățesc filacteriile și își măresc ciucurii de pe poale.
5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις∙ πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν∙
6 Și le place să stea în capul mesei la ospețe și în băncile dintâi, în sinagogi,
6 φιλοῦσίν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
7 Și să li se plece lumea în piețe și să fie numiți de oameni: Rabi.
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί∙
8 Voi însă să nu vă numiți rabi, că unul este Învățătorul vostru: Hristos, iar voi toți sunteți frați.
8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί∙ εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ χριστός∙ πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 Și tată al vostru să nu numiți pe pământ, că Tatăl vostru unul este, Cel din ceruri.
9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς∙ εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
10 Nici învățători să nu vă numiți, că Învățătorul vostru este unul: Hristos.
10 Μηδὲ κληθῆτε καθηγηταί∙ εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ χριστός.
11 Și care este mai mare între voi să fie slujitorul vostru.
11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 Cine se va înălța pe sine se va smeri, și cine se va smeri pe sine se va înălța.
12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται∙ καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
13 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că închideți împărăția cerurilor înaintea oamenilor; că voi nu intrați, și nici pe cei ce vor să intre nu-i lăsați.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι∙ διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
14 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că mâncați casele văduvelor și cu fățărnicie vă rugați îndelung; pentru aceasta mai multă osândă veți lua.
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων∙ ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că înconjurați marea și uscatul ca să faceți un ucenic, și dacă l-ați făcut, îl faceți fiu al gheenei și îndoit decât voi.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Vai vouă, călăuze oarbe, care ziceți: Cel ce se va jura pe templu nu este cu nimic legat, dar cel ce se va jura pe aurul templului este legat.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 Nebuni și orbi! Ce este mai mare, aurul sau templul care sfințește aurul?
17 Μωροὶ καὶ τυφλοί∙ τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
18 Ziceți iar: Cel ce se va jura pe altar cu nimic nu este legat, dar cel ce se va jura pe darul ce este deasupra altarului este legat.
18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν∙ ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 Nebuni și orbi! Ce este mai mare, darul sau altarul care sfințește darul?
19 Μωροὶ καὶ τυφλοί∙ τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 Deci, cel ce se jură pe altar se jură pe el și pe toate câte sunt deasupra lui.
20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ∙
21 Deci cel ce se jură pe templu se jură pe el și pe Cel care locuiește în el.
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν∙
22 Cel ce se jură pe cer se jură pe tronul lui Dumnezeu și pe Cel ce șade pe el.
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că dați zeciuială din izmă, din mărar și din chimen, dar ați lăsat părțile mai grele ale Legii: judecata, mila și credința; pe acestea trebuia să le faceți și pe acelea să nu le lăsați
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν∙ ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
24 Călăuze oarbe care strecurați țânțarul și înghițiți cămila!
24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că voi curățiți partea din afară a paharului și a blidului, iar înăuntru sunt pline de răpire și de lăcomie.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
26 Fariseule orb! Curăță întâi partea dinăuntru a paharului și a blidului, ca să fie curată și cea din afară.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că semănați cu mormintele cele văruite, care pe din afară se arată frumoase, înăuntru însă sunt pline de oase de morți și de toată necurăția.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 Așa și voi, pe din afară vă arătați drepți oamenilor, înăuntru însă sunteți plini de fățărnicie și de fărădelege.
28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 Vai vouă, cărturarilor și fariseilor fățarnici! Că zidiți mormintele proorocilor și împodobiți pe ale drepților,
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 Și ziceți: De am fi fost noi în zilele părinților noștri, n-am fi fost părtași cu ei la vărsarea sângelui proorocilor.
30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 Astfel, dar, mărturisiți voi înșivă că sunteți fii ai celor ce au ucis pe prooroci.
31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας∙
32 Dar voi întreceți măsura părinților voștri!
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 Șerpi, pui de vipere, cum veți scăpa de osânda gheenei?
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 De aceea, iată Eu trimit la voi prooroci și înțelepți și cărturari; dintre ei veți ucide și veți răstigni; dintre ei veți biciui în sinagogi și-i veți urmări din cetate în cetate,
34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς∙ καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν∙
35 Ca să cadă asupra voastră tot sângele drepților răspândit pe pământ, de la sângele dreptului Abel, până la sângele lui Zaharia, fiul lui Varahia, pe care l-ați ucis între templu și altar.
35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 Adevărat grăiesc vouă, vor veni acestea toate asupra acestui neam.
36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ierusalime, Ierusalime, care omori pe prooroci și cu pietre ucizi pe cei trimiși la tine; de câte ori am voit să adun pe fiii tăi, după cum adună pasărea puii săi sub aripi, dar nu ați voit.
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 Iată, casa voastră vi se lasă pustie;
38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 Căci vă zic vouă: De acum nu Mă veți mai vedea, până când nu veți zice: Binecuvântat este Cel ce vine întru numele Domnului.