1 Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ. 2 καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων. 3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. 4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων, Γολιαθ ὄνομα αὐτῷ ἐκ Γεθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς· 5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· 6 καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με 9 καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν 10 καὶ εἶπεν ὁ ἀλλόφυλος Ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι. 11 καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα. 32 Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ’ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. 33 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ’ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. 34 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης, 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ’ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν· 36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν θεοῦ ζῶντος; 37 κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ. 38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ 39 καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ’ αὐτοῦ. 40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον. 42 καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν. 43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ’ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ’ ἢ χείρω κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοῖς θεοῖς αὐτοῦ. 44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς. 45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωθ θεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον· 46 καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ· 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου ὁ πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ. 49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 51 καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ’ αὐτὸν καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. 52 καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεθ καὶ ἕως τῆς πύλης Ἀσκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεθ καὶ ἕως Ακκαρων. 53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. 54 καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.
1 Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ.
2 καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων.
3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν.
4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων, Γολιαθ ὄνομα αὐτῷ ἐκ Γεθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς·
5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου·
6 καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ
7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ
8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με
9 καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν
10 καὶ εἶπεν ὁ ἀλλόφυλος Ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι.
11 καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα.
32 Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ’ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.
33 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ’ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ.
34 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης,
35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ’ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν·
36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν θεοῦ ζῶντος;
37 κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ.
38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ
39 καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ’ αὐτοῦ.
40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.
42 καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν.
43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ’ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ’ ἢ χείρω κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοῖς θεοῖς αὐτοῦ.
44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς.
45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωθ θεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον·
46 καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ·
47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου ὁ πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ.
49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
51 καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ’ αὐτὸν καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον.
52 καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεθ καὶ ἕως τῆς πύλης Ἀσκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεθ καὶ ἕως Ακκαρων.
53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.
54 καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Filisténii și-au adunat taberele pentru luptă la Socó, care este în Iúda; și-au fixat tabăra între Socó și Azecá, la Éfes-Damím.
1 Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ.
2 Saul și bărbații lui Israél s-au adunat, și-au fixat tabăra la Émec-Elá și s-au așezat în linie de luptă împotriva filisténilor.
2 καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων.
3 Filisténii s-au așezat pe o parte a muntelui, iar Israél s-a așezat pe cealaltă parte a muntelui: o vale era între ei.
3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν.
4 A ieșit un luptător din tabăra filisténilor și numele lui era Goliát din Gat. Înălțimea lui era de șase coți și o palmă.
4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων, Γολιαθ ὄνομα αὐτῷ ἐκ Γεθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς·
5 Avea pe cap un coif de bronz și era îmbrăcat cu o platoșă în solzi a cărei greutate era de cinci mii de sícli de bronz.
5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου·
6 Avea jambiere din bronz la picioare și o lance de bronz între umerii săi.
6 καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ
7 Coada lancei lui era ca sulul unui țesător, iar vârful lancei sale era de șase sute de sícli de fier. Cel care-i purta scutul mergea înaintea lui.
7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ
8 [Goliát] s-a oprit și a spus către liniile de luptă ale lui Israél: „Pentru ce ați ieșit în linie de luptă? Oare nu sunt eu filisteán, iar voi sclavii lui Saul? Alegeți-vă pe cineva și să coboare la mine!
8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με
9 Dacă va putea să se lupte cu mine și mă va bate, noi vom fi sclavii voștri; dar dacă eu voi putea să-l bat, voi veți fi sclavii noștri și ne veți sluji”.
9 καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν
10 Filisteánul a zis: „Eu astăzi am disprețuit liniile de luptă ale lui Israél. Dați-mi pe cineva ca să luptăm împreună!”.
10 καὶ εἶπεν ὁ ἀλλόφυλος Ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι.
11 Saul și tot Israélul au auzit aceste cuvinte ale filisteánului, s-au înspăimântat și au fost cuprinși de o mare frică.
11 καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα.
12 Davíd era fiul unui om din Efráta, din Betleémul lui Iúda. Numele lui era Iése și avea opt fii, iar în timpul lui Saul omul devenise bătrân, înaintat în vârstă.
13 Cei trei fii mai mari ai lui Iése îl urmaseră pe Saul la război. Numele celor trei fii care au mers la război erau: Elíab, întâiul-născut, Abínadab, cel de-al doilea, și Șamá, cel de-al treilea.
14 Davíd era cel mai mic. Cei trei mai mari l-au urmat pe Saul.
15 Davíd pleca de la Saul și se întorcea ca să păzească turma tatălui său la Betleém.
16 Filisteánul se apropia dimineața și seara; s-a înfățișat [astfel] timp de patruzeci de zile.
17 Iése i-a zis lui Davíd, fiul său: „Ia pentru frații tăi această éfă de grâu prăjit și aceste zece pâini și aleargă în tabără la frații tăi;
18 du și aceste zece cașuri de brânză căpeteniei peste mie! Întreabă-i pe frații tăi de sănătate și ia dovadă de la ei!
19 Saul, ei și toți bărbații lui Israél sunt în Émec Elá ca să lupte împotriva filisténilor”.
20 Davíd s-a sculat dimineața, a lăsat oile în seama unui paznic, și-a luat [lucrurile] și a mers după cum îi poruncise Iése. A ajuns unde erau carele când armata ieșea să se așeze în linie de luptă și scotea strigăte de luptă.
21 Israél și filisténii s-au așezat în linii de luptă, una în fața celeilalte.
22 Davíd a lăsat lucrurile pe care le avea în mâna celui ce păzea lucrurile și a alergat la liniile de luptă. Când a ajuns, i-a întrebat pe frații săi de sănătate.
23 În timp ce vorbea cu ei, iată, un luptător filisteán – numele lui era Goliát din Gat – a urcat din liniile de bătaie ale filisténilor și a zis acele cuvinte și Davíd le-a auzit.
24 Toți bărbații lui Israél, când îl vedeau pe [acel] om, fugeau dinaintea lui și se temeau foarte mult.
25 Toți bărbații din Israél ziceau: „L-ați văzut pe omul acesta înaintând? A înaintat ca să-l disprețuiască pe Israél. Dacă-l va omorî cineva, regele îl va copleși cu bogății multe, i-o va da pe fiica sa [de soție] și va scuti [de dări] casa tatălui său în Israél”.
26 Davíd le-a zis oamenilor care erau cu el: „Ce se va face aceluia care îl va bate pe filisteánul acesta și va îndepărta disprețul de deasupra lui Israél? Cine este filisteánul acesta, acest netăiat împrejur, ca să disprețuiască armatele Dumnezeului celui viu?”.
27 Poporul i-a răspuns cu aceleași cuvinte: „Așa i se va face celui care-l va bate”.
28 Elíab, fratele lui cel mai mare, a auzit că vorbea cu bărbații și s-a aprins de mânie împotriva lui Davíd și i-a zis: „De ce ai coborât și cui ai lăsat turma aceea mică în pustiu? Eu cunosc mândria ta și răutatea inimii tale. Căci ai coborât ca să vezi lupta”.
29 Davíd a răspuns: „Ce-am făcut acum? Oare nu mai pot spune nimic?”.
30 S-a întors de la el către un altul și a vorbit cu aceleași cuvinte. Poporul i-a răspuns ca prima dată.
31 Când au auzit cuvintele pe care le-a spus Davíd, i le-au făcut cunoscute lui Saul, care [a trimis] să-l aducă.
32 Davíd i-a zis lui Saul: „Nimeni să nu-și piardă curajul! Slujitorul tău va merge și se va lupta cu filisteánul acesta”.
32 Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ’ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.
33 Saul i-a zis lui Davíd: „Nu poți să mergi să te lupți cu filisteánul acesta, căci tu ești un copil, iar el este un războinic din tinerețea lui”.
33 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ’ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ.
34 Davíd i-a zis lui Saul: „Slujitorul tău păștea turma tatălui său. Când un leu sau un urs venea să ia un miel din turmă,
34 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης,
35 alergam după el, îl loveam și îl smulgeam din gura lui. Dacă se ridica împotriva mea, îl apucam de falcă, îl loveam și-l omoram.
35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ’ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν·
36 Slujitorul tău a ucis leul și ursul. Este oare filisteánul acesta netăiat împrejur ca unul dintre aceștia că disprețuiește armatele Dumnezeului celui viu?”.
36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν θεοῦ ζῶντος;
37 Davíd i-a zis: „Domnul, care m-a salvat din gheara leului și din laba ursului, mă va salva și din mâna acestui filisteán”. Atunci Saul i-a zis lui Davíd: „Du-te și Domnul să fie cu tine!”.
37 κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ.
38 Saul l-a îmbrăcat pe Davíd cu armura sa, i-a pus un coif de bronz pe cap și l-a îmbrăcat cu zale.
38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ
39 Davíd și-a încins sabia peste armură și a vrut să meargă, căci nu le încercase [încă]. Apoi i-a zis lui Saul: „Nu pot să merg cu ele, pentru că nu le-am încercat [niciodată]”. Și le-a dat jos de pe el.
39 καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ’ αὐτοῦ.
40 Și-a luat bâta în mână, și-a ales din pârâu cinci pietre netede și le-a pus în traista lui de păstor pe care o avea. Avea praștia în mâna lui și s-a apropiat de filisteán.
40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.
41 Filisteánul s-a apropiat puțin câte puțin de Davíd, iar omul care-i purta scutul era înaintea lui.
42 Filisteánul s-a uitat fix și, când l-a văzut pe Davíd, l-a disprețuit pentru că era un copil roșcat cu chip frumos.
42 καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν.
43 Filisteánul i-a zis lui Davíd: „Oare sunt eu un câine că vii la mine cu o bâtă?”. Apoi filisteánul l-a blestemat pe Davíd pe zeii lui.
43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ’ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ’ ἢ χείρω κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοῖς θεοῖς αὐτοῦ.
44 Filisteánul i-a zis lui Davíd: „Vino la mine și voi da carnea ta păsărilor cerului și animalelor câmpului!”.
44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς.
45 Davíd i-a zis filisteánului: „Tu vii împotriva mea cu sabie, cu suliță și cu lance; eu vin împotriva ta în numele Domnului Sabaót, Dumnezeul armatelor lui Israél pe care tu l-ai disprețuit.
45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωθ θεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον·
46 Chiar astăzi Domnul te va da în mâinile mele, te voi lovi și-ți voi tăia capul; voi da cadavrele taberei filisténilor păsărilor cerului și fiarelor pământului. Tot pământul va ști că este un Dumnezeu în Israél.
46 καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ·
47 Toată adunarea aceasta va ști că Domnul nu eliberează nici prin sabie, nici prin suliță. Căci al Domnului este războiul și el v-a dat în mâinile noastre”.
47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου ὁ πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
48 Când filisteánul s-a ridicat, a mers și s-a apropiat de Davíd, imediat Davíd a alergat la linia de bătaie în fața filisteánului.
48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ.
49 Și-a băgat mâna în traistă, a luat o piatră și a tras cu praștia; l-a lovit pe filisteán în frunte, iar piatra s-a înfipt în fruntea filisteánului, care a căzut cu fața la pământ.
49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
50 Davíd a fost mai tare decât filisteánul. Cu o praștie și cu o piatră l-a lovit pe filisteán și l-a omorât. Davíd nu avea sabie în mână.
51 Davíd a alergat, a ajuns la filisteán, i-a luat sabia din teacă, l-a ucis și i-a tăiat cu ea capul. Filisténii au văzut că murise eroul lor și au luat-o la fugă.
51 καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ’ αὐτὸν καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον.
52 Bărbații lui Israél și Iúda s-au ridicat, au scos strigăte și i-au urmărit pe filisténi până în vale și până la porțile [cetății] Ecrón. Au căzut trupurile filisténilor pe drumul către Șaaráim, până la Gat și până la Ecrón.
52 καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεθ καὶ ἕως τῆς πύλης Ἀσκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεθ καὶ ἕως Ακκαρων.
53 Fiii lui Israél s-au întors din urmărirea filisténilor și le-au jefuit tabăra.
53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.
54 Davíd a luat capul filisteánului și l-a dus la Ierusalím și a pus armele [filisteánului] în cortul său.
54 καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.
55 Când l-a văzut Saul pe Davíd ieșind împotriva filisteánului, i-a zis lui Abnér, căpetenia armatei: „Al cui fiu este tânărul acesta, Abnér?”. Abnér i-a răspuns: „Pe viața ta, rege! Nu știu”.
56 Regele i-a zis: „Întreabă tu al cui fiu este tânărul acesta!”.
57 Când s-a întors Davíd, după ce îl omorâse pe filistáan, Abnér l-a luat și l-a adus înaintea lui Saul. [Davíd] avea în mână capul filisteánului.
58 Saul i-a zis: „Al cui fiu ești, tinere?”. Davíd i-a răspuns: „Sunt fiul slujitorului tău Iése din Betleém!”.