1 Πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. 2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; 3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; 4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος. 6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; 8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. 9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, 10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. 11 Φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. 12 φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. 13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται. 14 Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς. 15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται. 16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· 17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς. 18 στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως. 19 καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν. 20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. 22 Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. 23 ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη· 24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. 25 Ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. 26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν. 27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης. 28 μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. 29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε. 30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου.
1 Πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
11 Φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
12 φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.
14 Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
18 στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.
19 καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
22 Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
23 ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
25 Ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν.
27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης.
28 μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου.
Traducerea catolică
Traducerea greacă bizantină
1 Toată înțelepciunea este de la Domnul
și cu el este în veci.
1 Πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
2 Nisipul mărilor, picăturile ploii
și zilele veșniciei, cine le va număra?
2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
3 Înălțimea cerului și lărgimea pământului,
abisul și înțelepciunea, cine le va cerceta?
3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
4 Înainte de toate a fost creată înțelepciunea
și înțelegerea priceperii este din veșnicie.
4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
5 Izvorul înțelepciunii
este cuvântul lui Dumnezeu în înălțimi
și căile ei sunt porunci veșnice.
6 Rădăcina înțelepciunii cui i-a fost revelată?
și subtilitățile ei cine le-a cunoscut?
6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
7 Cunoașterea înțelepciunii cui i-a fost revelată?
Și marea sa experiență cine a înțeles-o?
8 Unul este cel înțelept, foarte de temut,
așezat pe tronul său.
8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
9 Domnul însuși a creat-o,
a văzut-o și a măsurat-o
și a revărsat-o peste toate lucrările sale,
9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
10 la orice făptură, după dărnicia lui,
a dăruit-o celor care îl iubesc.
Iubirea lui Dumnezeu
este înțelepciune glorioasă;
celor care văd o împarte
pentru ca să o privească.
10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
11 Teama de Domnul este glorie și mândrie,
și bucurie, și coroană de veselie.
11 Φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
12 Teama de Domnul va înveseli inima,
va da bucurie, veselie și lungime a zilelor.
Teama de Domnul este dar de la Domnul
și conduce pe căile iubirii.
12 φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
13 Celui care se teme de Domnul
îi va fi bine în cele din urmă
și va fi binecuvântat în ziua sfârșitului său.
13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.
14 Începutul înțelepciunii
este să te temi de Domnul
și la cei credincioși,
a fost creată în sânul mamei pentru ei.
14 Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
15 Cu oamenii, el și-a făcut cuib,
temelie veșnică,
și cu descendența lor ea va fi fidelă.
15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
16 Plinătatea înțelepciunii
este să te temi de Domnul
și ea îi îmbată cu roadele sale.
16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
17 Toată casa lor o va umple de ceea ce doresc
și hambarele, de roadele ei.
17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
18 Coroana înțelepciunii este să te temi de Domnul,
ea face să înflorească pacea și sănătatea deplină.
Amândouă sunt daruri ale lui Dumnezeu spre pace,
dar mândria se extinde pentru cei care-l iubesc.
18 στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.
19 El a văzut-o și a măsurat-o,
a revărsat știința și cunoașterea înțelegerii
și a înălțat gloria celor care o stăpânesc.
19 καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
20 Rădăcina înțelepciunii
este să te temi de Domnul
și ramurile ei, lungime de zile.
20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
21 Teama de Domnul îndepărtează păcatele
și cel care rămâne cu ea
va face să se întoarcă toată mânia.
22 Furia nedreaptă nu va putea să îndreptățească.
Înclinarea furiei sale va fi pentru el cădere.
22 Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
23 Cel îndelung-răbdător
va suporta până la timpul potrivit,
mai târziu i se va reda bucuria.
23 ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
24 Își va ascunde cuvintele până la timpul potrivit
și buzele multora vor povesti
despre inteligența lui.
24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
25 Printre comorile înțelepciunii
sunt parabole ale științei,
dar pietatea, pentru cel păcătos,
este abominábilă.
25 Ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
26 Dacă dorești înțelepciunea, păzește poruncile
și Domnul ți-o va dărui!
26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν.
27 Înțelepciune și învățătură
este teama de Domnul,
iar plăcerea [Domnului]
este credința și blândețea.
27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης.
28 Nu fi neascultător față de teama de Domnul
și nu te apropia de ea cu inimă prefăcută!
28 μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
29 Nu fi ipocrit printre gurile oamenilor
și fii atent la buzele tale!
29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
30 Nu te înălța, ca să nu cazi,
și să-ți aduci în sufletul tău necinstirea;
Domnul va descoperi cele ascunse ale tale
și în mijlocul adunării te va doborî,
pentru că nu te-ai apropiat
de teama de Domnul
și inima ta este plină de înșelăciune.