Capitolul 4
2Regi 41 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. 2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον. 3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς, 4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς. 5 καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν, 6 ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον. 7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ. 8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν. 9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός· 10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. 11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ. 12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. 13 καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ. 14 καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. 15 καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. 16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου. 17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε. – 18 καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας, 19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ. 20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν. 21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν. 22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω. 23 καὶ εἶπεν Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν Εἰρήνη. 24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· 25 δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν, καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη· 26 νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη. 27 καὶ ἦλθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ελισαιε Ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι. 28 ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ; 29 καὶ εἶπεν Ελισαιε τῷ Γιεζι Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου. 30 καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς. 31 καὶ Γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρθη τὸ παιδάριον. 32 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ. 33 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον· 34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ’ αὐτόν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου. 35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. 36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν Κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ελισαιε Λαβὲ τὸν υἱόν σου. 37 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν. 38 Καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν. 39 καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν. 40 καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν. 41 καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον Ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι. – 42 καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν. 43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν. 44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.
1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.
3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς,
4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.
5 καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν,
6 ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.
9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός·
10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.
12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
13 καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ.
14 καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
15 καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου.
17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε. –
18 καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,
19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν.
21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν.
22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω.
23 καὶ εἶπεν Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν Εἰρήνη.
24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι·
25 δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν, καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη·
26 νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.
27 καὶ ἦλθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ελισαιε Ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι.
28 ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;
29 καὶ εἶπεν Ελισαιε τῷ Γιεζι Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
30 καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.
31 καὶ Γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρθη τὸ παιδάριον.
32 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.
33 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον·
34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ’ αὐτόν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.
35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.
36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν Κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ελισαιε Λαβὲ τὸν υἱόν σου.
37 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν.
38 Καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.
39 καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.
40 καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.
41 καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον Ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι. –
42 καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν.
44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.
Traducerea catolică
Traducerea greacă bizantină
1 O femeie dintre soțiile fiilor profeților a strigat către Elizéu: „Slujitorul tău, soțul meu, a murit și tu știi că slujitorul tău era temător de Dumnezeu. Cel care l-a împrumutat a venit să-mi ia amândoi copiii ca să-i facă sclavii lui”.
1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
2 Elizéu i-a zis: „Ce pot să fac pentru tine? Spune-mi ce ai în casă!”. Ea i-a răspuns: „Slujitoarea ta nu are nimic în casă în afară de un urcior cu untdelemn”.
2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.
3 El i-a zis: „Du-te și cere pentru tine vase din afară, de la vecinii tăi: vase goale, dar nu puține!
3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς,
4 Mergi, închide ușa după tine și după fiii tăi! Varsă din untdelemn în toate aceste vase, iar pe cele pline pune-le deoparte!”.
4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.
5 Ea a plecat de la el. A închis ușa după ea și după fiii ei. Ei îi apropiau vasele, iar ea vărsa din untdelemn în ele.
5 καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν,
6 Când s-au umplut vasele, ea a zis fiului său: „Mai dă-mi un vas!”. Dar el i-a răspuns: „Nu mai sunt vase”. Și untdelemnul a încetat să mai curgă.
6 ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
7 Ea a mers și i-a spus omului lui Dumnezeu. Iar el i-a zis: „Mergi, vinde din untdelemn și plătește datoria ta și a fiilor tăi! Iar din ce rămâne, veți trăi”.
7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
8 Într-o zi, Elizéu trecea prin Șúnem. Acolo era o femeie de vază. Ea a insistat ca el să mănânce. Ori de câte ori trecea, se ducea să mănânce la ea.
8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.
9 Ea i-a zis soțului ei: „Iată, știu că omul acesta care trece totdeauna pe la noi este un om sfânt al lui Dumnezeu!
9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός·
10 Să facem o cameră mică sus, pe terasă, și să punem acolo pentru el un pat, o masă, un scaun și un sfeșnic ca să stea acolo când va veni la noi!
10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
11 Într-o zi [Elizéu] a venit [la ei], s-a dus în camera de sus și s-a culcat acolo.
11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.
12 I-a zis lui Gheházi, slujitorul său: „Cheam-o pe această [femeie] din Șúnem!”. El a chemat-o și ea a venit înaintea lui.
12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
13 [Elizéu] i-a zis lui [Gheházi]: „Spune-i: «Iată, pentru noi tu ai arătat toată această grijă! Ce putem face pentru tine? Ai vreun lucru [pe care să-l prezentăm] regelui sau comandantului armatei?»”. Ea a răspuns: „Eu locuiesc în mijlocul poporului meu”.
13 καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ.
14 El i-a zis: „Ce să fac pentru ea?”. Gheházi a răspuns: „Ea n-are niciun fiu, iar soțul ei este bătrân!”.
14 καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
15 El a zis: „Cheam-o!”. Gheházi a chemat-o și ea a stat la ușă.
15 καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
16 [Elizéu] i-a zis: „La anul, pe vremea aceasta, vei ține în brațe un fiu”. Dar ea a zis: „Nu, domnul meu, om al lui Dumnezeu, nu o amăgi pe slujitoarea ta!”.
16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου.
17 Femeia a zămislit și a născut un fiu anul următor, chiar pe vremea aceea, după cum îi spusese Elizéu.
17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε. –
18 Copilul a crescut. Într-o zi s-a dus la tatăl său [care era] cu secerătorii.
18 καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,
19 I-a zis tatălui său: „Capul meu! Capul meu!”. Tatăl i-a zis slujitorului său: „Du-l la mama lui!”.
19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
20 [Slujitorul] l-a luat și l-a dus la mama lui. Copilul a stat pe genunchii mamei sale până la amiază, apoi a murit.
20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν.
21 Ea a urcat și l-a culcat pe patul omului lui Dumnezeu, a închis ușa după el și a ieșit.
21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν.
22 L-a chemat pe soțul ei și i-a zis: „Trimite-mi, te rog, un slujitor și o măgăriță! Vreau să mă duc în grabă la omul lui Dumnezeu. Apoi mă voi întoarce”.
22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω.
23 El i-a zis: „Pentru ce vrei să mergi astăzi la el? Nu este nici lună nouă, nici sabát!”. Ea i-a răspuns: „Fii pe pace!”.
23 καὶ εἶπεν Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν Εἰρήνη.
24 A pus șaua pe măgăriță și i-a zis slujitorului ei: „Mână și mergi! Nu te opri din călărit până când îți voi spune!”.
24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι·
25 Ea a plecat și a mers la omul lui Dumnezeu, la muntele Carmél. Când omul lui Dumnezeu a văzut-o de departe, i-a zis lui Gheházi, slujitorul său: „Iată-o pe femeia aceea din Șúnem!
25 δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν, καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη·
26 Acum, aleargă în fața ei și spune-i: «Ești bine? Soțul tău este bine? Copilul este bine?»”. Ea a răspuns: „Bine”.
26 νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.
27 A ajuns la omul lui Dumnezeu pe munte și i-a cuprins picioarele. Gheházi s-a apropiat ca s-o îndepărteze, dar omul lui Dumnezeu i-a zis: „Las-o, căci sufletul ei este amărât, iar Domnul mi-a ascuns și nu mi-a făcut cunoscut”.
27 καὶ ἦλθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ελισαιε Ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι.
28 Atunci ea a zis: „Am cerut eu oare un fiu de la domnul meu? N-am zis eu: «Nu mă amăgi!»?”.
28 ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;
29 [Elizéu] i-a zis lui Gheházi: „Încinge-ți coapsele, ia toiagul meu în mâna ta și pleacă! Dacă vei întâlni pe cineva, nu-l saluta și, dacă te salută cineva, nu-i răspunde! Să pui toiagul meu pe fața copilului!”.
29 καὶ εἶπεν Ελισαιε τῷ Γιεζι Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
30 Mama copilului i-a zis [lui Elizéu]: „Viu este Domnul și viu este sufletul tău: nu te voi lăsa!”. El s-a ridicat și a mers după ea.
30 καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.
31 Gheházi a mers înaintea lor, a pus toiagul pe fața copilului, dar n-a fost nici glas, nici semn de simțire. Apoi s-a întors în fața lui Elizéu, i-a povestit și i-a zis: „Copilul nu s-a trezit”.
31 καὶ Γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρθη τὸ παιδάριον.
32 Elizéu a intrat în casă și, iată, copilul era mort, culcat pe patul său.
32 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.
33 A intrat, a închis ușa după ei amândoi și s-a rugat Domnului.
33 καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον·
34 A urcat și s-a întins peste copil; și-a pus gura pe gura lui, ochii pe ochii lui, mâinile pe mâinile lui și s-a plecat peste el, iar trupul copilului s-a încălzit.
34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ’ αὐτόν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.
35 Apoi s-a întors, a mers în casă încoace și încolo. A urcat și s-a întins peste copil, iar acesta a strănutat de șapte ori. Apoi copilul și-a deschis ochii.
35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.
36 L-a chemat pe Gheházi și i-a zis: „Cheam-o pe acea femeie din Șúnem!”. El a chemat-o, iar ea a venit la el. [Elizéu] i-a zis: „Ia-ți fiul!”.
36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν Κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ελισαιε Λαβὲ τὸν υἱόν σου.
37 Atunci, ea a venit, a căzut la picioarele lui și s-a prosternat până la pământ înaintea lui. Apoi și-a luat fiul și a ieșit.
37 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν.
38 Elizéu s-a întors la Ghilgál. În țară era foamete, iar fiii profeților stăteau înaintea lui. Atunci i-a zis slujitorului său: „Pune oala cea mare și fierbe mâncare pentru fiii profeților!”.
38 Καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.
39 Unul [dintre ei] a ieșit pe câmp să culeagă verdețuri; a găsit o viță sălbatică și a cules din ea tărtăcuțe sălbatice până și-a umplut haina. Când s-a întors, le-a tăiat în oala cu ciorbă, căci nu le cunoștea.
39 καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.
40 Apoi le-au dat oamenilor să mănânce. Când ei mâncau din mâncare, au început să strige, zicând: „Moartea este în oală, om al lui Dumnezeu!”. Și nu au mai putut să mănânce.
40 καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.
41 [Elizéu] a zis: „Luați făină și puneți în oală!”. Apoi a zis: „Dă oamenilor să mănânce!”. Și nu mai era nimic rău în oală.
41 καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον Ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι. –
42 A venit un om din Báal-Șalișá. A adus pâine la omul lui Dumnezeu, pâine din primele roade [ale pământului], douăzeci de pâini de orz și spice în sacul său. [Elizéu] a zis: „Dă oamenilor să mănânce!”.
42 καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
43 Slujitorul său a răspuns: „Cum pot să dau aceasta la o sută de oameni?”. Dar [Elizéu] a zis: „Dă oamenilor să mănânce! Căci așa spune Domnul: «Vor mânca și va mai rămâne»”.
43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν.
44 Atunci le-a pus în fața lor; ei au mâncat și a mai rămas, după cuvântul Domnului.
44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Auzind Ișboșet, fiul lui Saul, că a murit Abner în Hebron, i-au slăbit mâinile și tot Israelul s-a tulburat.
1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
2 Ișboșet, fiul lui Saul, avea două căpetenii de oștire; numele unuia era Baana și numele celuilalt era Rechab, feciorii lui Rimon Beeroteanul, din urmașii lui Veniamin, căci și Beerotul se socotea al lui Veniamin.
2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.
3 Și au fugit Beerotenii la Ghitaim rămânând acolo ca străini până azi.
3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς,
4 De la Ionatan, fiul lui Saul, rămăsese ura fiu șchiop. Acesta era de cinci ani, când a venit din Israel vestea despre moartea lui Saul și a lui Ionatan, iar doica lui l-a luat și a fugit. Dar pe când fugea ea grăbită, el a căzut și a rămas șchiop. Numele lui era Mefiboșet.
4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.
5 Atunci au plecat Rechab și Baana, fiii lui Rimon Beeroteanul, și au venit în casa lui Ișboșet chiar în arșița zilei; acesta însă dormea de amiază în patul său.
5 καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν,
6 Iar portarului casei, care curățise grâu, îi venise somn și adormise. Atunci Rechab și Baana, fratele său, au intrat în casă, ca și cum ar fi vrut să ia grâu, și l-au lovit pe Ișboșet în stomac și apoi au fugit.
6 ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
7 Și când intraseră ei în casă, Ișboșet dormea în patul său, în odaia sa de dormit, și ei l-au lovit și l-au omorât și i-au tăiat capul și au luat capul lui cu ei și au mers prin câmpie toată noaptea
7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
8 Și au adus capul lui Ișboșet la David, în Hebron, și au zis către rege: „Iată capul lui Ișboșet, fiul lui Saul, dușmanul tău, care a căutat sufletul tău. Acum Domnul a răzbunat pe domnul meu regele, împotriva lui Saul, vrăjmașul tău, și împotriva urmașilor lui”.
8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.
9 Și răspunzând David lui Rechab și lui Baana, fratele lui, feciorii lui Rimon Beeroteanul, le-a zis: „Viu este Domnul, Care a izbăvit sufletul meu din tot necazul,
9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός·
10 Că dacă pe cel ce mi-a adus vestea și a zis: „Iată a murit Saul și Ionatan”, și se socotea pe sine vestitor de bucurie, eu, în loc să-l răsplătesc, l-am prins și l-am ucis în Țiclag,
10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
11 Apoi acum, când niște oameni netrebnici au ucis un om nevinovat în casa lui și în patul lui, oare nu voi cere sângele lui din mâinile voastre și nu vă voi stârpi de pe pământ?”
11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.
12 Și a poruncit David slugilor și i-au ucis, și le-au tăiat mâinile și picioarele și le-au spânzurat deasupra iazului din Hebron. Iar capul lui Ișboșet l-au luat și l-au îngropat în mormântul lui Abner, în Hebron.