1 Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ. 2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς, 3 ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου, καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς· 4 ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί, Μανασση καὶ Εφραιμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν. 5 ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν. 6 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη· 7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην, ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ, 8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου, 9 καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ, ἐφ’ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν. 10 καὶ νῦν διέθρεψέν με κύριος, ὃν τρόπον εἶπεν, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον. 12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτούς, ὃν τρόπον εἶπέν μοι κύριος. 13 καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ. 14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ. 15 τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ· μητρόπολις τῶν Ενακιμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.
1 Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ.
2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς,
3 ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου, καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς·
4 ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί, Μανασση καὶ Εφραιμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν.
5 ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν.
6 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη·
7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην, ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,
8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου,
9 καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ, ἐφ’ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν.
10 καὶ νῦν διέθρεψέν με κύριος, ὃν τρόπον εἶπεν, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·
11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.
12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτούς, ὃν τρόπον εἶπέν μοι κύριος.
13 καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ.
14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ.
15 τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ· μητρόπολις τῶν Ενακιμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.
Traducerea catolică
Traducerea greacă bizantină
1 Acestea sunt [teritoriile] pe care le-au moștenit fiii lui Israél în țara Canaán, pe care li le-au împărțit Eleazár, preotul, și Iósue, fiul lui Nun, și căpeteniile de familie ale triburilor fiilor lui Israél.
1 Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ.
2 S-a împărțit prin tragere la sorți – după cum poruncise Domnul prin Moise – celor nouă triburi și jumătate.
2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς,
3 Căci Moise dăduse moștenire celor două triburi și jumătate dincolo de Iordán. Însă levíților nu le-a dat nicio moștenire printre ei.
3 ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου, καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς·
4 Fiii lui Iosíf erau două triburi: Manáse și Efraím. Iar levíților nu le-au dat nicio parte în țară, în afară de cetăți de locuit și terenuri pentru turmele lor și pentru bunurile lor.
4 ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί, Μανασση καὶ Εφραιμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν.
5 După cum i-a poruncit Domnul lui Moise, așa au făcut fiii lui Israél și au împărțit țara.
5 ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν.
6 Fiii lui Iúda s-au apropiat de Iósue la Ghilgál, iar Cáleb, fiul lui Iefúne, chenéul, i-a zis: „Tu știi ce i-a spus Domnul lui Moise, omul lui Dumnezeu, cu privire la mine și cu privire la tine la Cádeș-Barnéa.
6 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη·
7 Eram în vârstă de patruzeci de ani când Moise, slujitorul Domnului, m-a trimis din Cádeș-Barnéa ca să cercetez țara și i-am adus informații sincere.
7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην, ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,
8 Frații mei, care au mers cu mine, au descurajat poporul, însă eu l-am urmat întru totul pe Domnul Dumnezeul meu.
8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου,
9 În ziua aceea, Moise a jurat: «Fără îndoială, ținutul pe care a călcat piciorul tău îl veți primi ca moștenire tu și fiii tăi pentru totdeauna, pentru că l-ai urmat întru totul pe Domnul Dumnezeul meu».
9 καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ, ἐφ’ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν.
10 Acum, iată că Domnul m-a ținut în viață, după cum a spus, patruzeci și cinci de ani de când Domnul a spus aceasta lui Moise, cel care a condus Israélul în pustiu, și astăzi sunt în vârstă de optzeci și cinci de ani.
10 καὶ νῦν διέθρεψέν με κύριος, ὃν τρόπον εἶπεν, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·
11 Astăzi sunt încă în putere ca atunci când Moise m-a trimis: puterea mea de atunci este aceeași cu cea de acum, fie pentru război, fie pentru a ieși și pentru a intra.
11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.
12 Acum dă-mi muntele acesta despre care a vorbit Domnul pe vremea aceea pentru că ai auzit atunci că acolo sunt anachími și că sunt cetăți mari și întărite! Dacă Domnul va fi cu mine, îi voi alunga, după cum a spus Domnul”.
12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτούς, ὃν τρόπον εἶπέν μοι κύριος.
13 Iósue l-a binecuvântat pe Cáleb, fiul lui Iefúne, și i-a dat ca moștenire [cetatea] Hebrón.
13 καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ.
14 De aceea, Hebrón a fost moștenirea lui Cáleb, fiul lui Iefúne, chenéul, până astăzi, pentru că îl urmase întru totul pe Domnul Dumnezeul lui Israél.
14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ.
15 Numele [cetății] Hebrón era mai înainte Chiriát-Árba: [Árba] era om mare printre anachími. Țara s-a odihnit de război.
15 τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ· μητρόπολις τῶν Ενακιμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.