Capitolul 2
1Macabei 21 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν. 2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι, 3 Σιμων ὁ καλούμενος Θασσι, 4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος, 5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους. 6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ 7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων; 8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, 9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ. 10 ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; 11 πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην. 12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη. 13 ἵνα τί ἡμῖν ἔτι ζωή; 14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα. 15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα θυσιάσωσιν. 16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. 17 καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς· 18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. 19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, 20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν· 21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· 22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. 23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. 24 καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· 25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν. 26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ. 27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου. 28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει. 29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, 30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά. 31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ. 32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων 33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε. 34 καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. 35 καὶ ἐτάχυναν ἐπ’ αὐτοὺς πόλεμον. 36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους 37 λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. 38 καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων. 39 Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’ αὐτοὺς σφόδρα. 40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς. 41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις. 42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ· 43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. 44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. 45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς 46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι 47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν· 48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. 49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ. 50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν 51 καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον. 52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην; 53 Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου. 54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας. 55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ. 56 Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν. 57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας. 58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν. 59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός. 60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων. 61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν. 62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας· 63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται. 64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε. 65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ. 66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. 67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν· 68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. – 69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. 70 καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.
1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν.
2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι,
3 Σιμων ὁ καλούμενος Θασσι,
4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος,
5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους.
6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,
9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.
10 ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;
11 πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην.
12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.
13 ἵνα τί ἡμῖν ἔτι ζωή;
14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα.
15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα θυσιάσωσιν.
16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
17 καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς·
18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,
20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν·
21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα·
22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν.
23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
24 καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν·
25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν.
26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ.
27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου.
28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ,
30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά.
31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.
32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε.
34 καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
35 καὶ ἐτάχυναν ἐπ’ αὐτοὺς πόλεμον.
36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους
37 λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
38 καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων.
39 Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’ αὐτοὺς σφόδρα.
40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς.
41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.
42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ·
43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.
45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς
46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι
47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν·
48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.
50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν
51 καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;
53 Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.
54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας.
55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ.
56 Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν.
57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας.
58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν.
59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.
60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων.
61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν.
62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας·
63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται.
64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.
65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ.
66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν.
67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν·
68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. –
69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
70 καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.
Traducerea catolică
Traducerea greacă bizantină
1 În acele zile, s-a ridicat Matatía, fiul lui Ioán, [fiul] lui Simon, preotul, dintre cei ai lui Ioaríb din Ierusalím, și s-a stabilit la Modiín.
1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν.
2 El avea cinci fii: Ioán, numit Gadí,
2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι,
3 Simon, numit Tasí,
3 Σιμων ὁ καλούμενος Θασσι,
4 Iúda, numit Macabéul,
4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος,
5 Eleazár, numit Auarán, și Ionatán, numit Apfús.
5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους.
6 El a văzut blasfémiile care s-au întâmplat în Iúda și în Ierusalím.
6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
7 El a zis:
„Vai! De ce m-am născut
ca să văd ruinarea poporului meu
și ruinarea cetății sfinte
și să stau aici când este dată
în mâna dușmanilor,
iar sanctuarul, în mâna străinilor?
7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
8 Templul ei a devenit
ca un om lipsit de cinste.
8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,
9 Obiectele gloriei sale
au fost duse în captivitate,
pruncii ei au fost uciși în piețele ei
și tinerii ei, de sabia dușmanului.
9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.
10 Care popor nu i-a moștenit domnia
și nu a pus stăpânire peste prăzile ei?
10 ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;
11 Toată podoaba ei a fost luată
și [cetatea] liberă a devenit sclavă.
11 πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην.
12 Iată, cele sfinte ale noastre,
frumusețea noastră
și gloria noastră au fost pustiite,
neamurile le-au profanat!
12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.
13 Pentru ce să mai trăim?”.
13 ἵνα τί ἡμῖν ἔτι ζωή;
14 Matatía și fiii lui și-au sfâșiat hainele, s-au încins cu sac și au plâns foarte mult.
14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα.
15 Cei care erau lângă rege și care obligau la apostazie au venit în cetatea Modiín ca să aducă jertfe.
15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα θυσιάσωσιν.
16 Mulți din Israél treceau la ei, însă Matatía și fiii lui s-au adunat împreună.
16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
17 Cei care erau lângă rege i-au zis lui Matatía: „Tu ești un conducător cinstit și mare în cetatea aceasta, sprijinit de fii și de frați.
17 καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς·
18 Acum, apropie-te primul și împlinește hotărârea regelui așa cum au făcut toate neamurile, bărbații lui Iúda și cei care au rămas la Ierusalím și fiți tu și fiii tăi dintre cei care îl iubesc pe rege! Tu și fiii tăi veți fi cinstiți cu aur, argint și daruri multe”.
18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
19 Matatía a răspuns și a zis cu glas puternic: „Chiar dacă toate neamurile care se află sub stăpânirea regelui vor asculta de el și fiecare va părăsi cultul părinților săi și vor adera la poruncile sale,
19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,
20 eu, fiii mei și frații mei vom umbla în alianța părinților noștri.
20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν·
21 Să ne ferească [Dumnezeu] să părăsim legea și prescrierile!
21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα·
22 Nu vom asculta de cuvintele regelui ca să părăsim cultul nostru nici la dreapta, nici la stânga!”.
22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν.
23 Când a terminat de spus aceste cuvinte, s-a apropiat un bărbat iudeu înaintea ochilor tuturor ca să aducă jertfă pe altarul din Modiín, după hotărârea regelui.
23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
24 Matatía a văzut, s-a aprins de zel și i s-au cutremurat rărunchii. L-a cuprins o mânie dreaptă, a alergat și l-a înjunghiat pe altar.
24 καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν·
25 În același moment l-a ucis și pe bărbatul regelui care-i obliga să jertfească și a dărâmat altarul.
25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν.
26 S-a aprins de zel pentru lege cum a făcut Pinhás împotriva lui Zambrí, [fiul] lui Salóm.
26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ.
27 Matatía a strigat în cetate cu glas puternic și a zis: „Oricine are zel pentru lege și este pentru alianță să iasă după mine!”.
27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου.
28 Apoi, el și fiii lui au fugit în munți și au părăsit ceea ce aveau în cetate.
28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
29 Atunci, mulți care căutau dreptatea și judecata au coborât în pustiu și s-au așezat acolo:
29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ,
30 ei, fiii lor și soțiile lor și animalele lor, pentru că se înăspriseră asupra lor relele.
30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά.
31 Dar s-a adus la cunoștința oamenilor regelui și armatei care erau în Ierusalím, în cetatea lui Davíd, că niște oameni care încălcaseră porunca regelui au coborât în locuri ascunse în pustiu.
31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.
32 Mulți au alergat după ei, i-au ajuns și s-au așezat în linie de luptă. Și s-au pregătit de război împotriva lor în zi de sabát.
32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
33 Ei au spus: „Până aici! Ieșiți, împliniți cuvântul regelui și veți trăi!”.
33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε.
34 Dar ei au zis: „Nu vom ieși, nici nu vom împlini cuvântul regelui, profanând ziua de sabát!”.
34 καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
35 Atunci, [oamenii regelui] au pornit război împotriva lor.
35 καὶ ἐτάχυναν ἐπ’ αὐτοὺς πόλεμον.
36 Dar ei nu le-au răspuns, nu au aruncat cu pietre împotriva lor și nici nu au blocat locurile ascunse.
36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους
37 Și au spus: „Vom muri cu toții în sinceritatea noastră! Cerul și pământul dau mărturie despre noi că ne ucideți pe nedrept!”.
37 λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
38 Dar ei s-au ridicat împotriva lor în luptă și i-au ucis pe ei, pe femeile lor, pe copiii lor și pe animalele lor, circa o mie de oameni.
38 καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων.
39 Matatía și prietenii lui au aflat și au plâns foarte mult pentru ei.
39 Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’ αὐτοὺς σφόδρα.
40 Atunci a zis fiecare către vecinul său: „Dacă acum toți vom face așa cum au făcut frații noștri și nu ne vom lupta împotriva neamurilor pentru sufletele noastre și pentru prescrierile noastre, îndată ne vor șterge de pe pământ”.
40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς.
41 Au ținut sfat în ziua aceea și au zis: „Orice om care ar veni împotriva noastră la luptă în zi de sabát, vom lupta împotriva lui, ca să nu murim cu toții așa cum au murit frații noștri care erau în locurile ascunse”.
41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.
42 Atunci li s-au adăugat grupul hasidéilor, oameni puternici din Israél, toți devotați legii.
42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ·
43 Toți cei care fugeau de rele li s-au adăugat și le-au devenit ajutor.
43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
44 Au format o armată și i-au bătut pe păcătoși în mânia lor și pe oamenii nelegiuiți în furia lor, iar restul a fugit între popoare ca să se salveze.
44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.
45 Matatía și prietenii lui au străbătut [țara] de jur împrejur și au dărâmat altarele.
45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς
46 I-au tăiat împrejur cu forța pe copiii netăiați pe care i-au găsit în munții lui Israél.
46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι
47 I-au urmărit pe cei aroganți și lucrarea a avut succes prin mâna lor.
47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν·
48 Au smuls legea din mâna neamurilor și a regilor și nu au dat nicio șansă celui păcătos.
48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
49 Lui Matatía i s-au apropiat zilele ca să moară. El le-a spus fiilor săi:
„Acum s-a stabilit trufia,
disprețul și timpul ruinării și mânia furiei.
49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.
50 Acum, fiilor,
aprindeți-vă de zel pentru lege
și dați-vă sufletele
pentru alianța părinților noștri!
50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν
51 Amintiți-vă de faptele părinților
pe care le-au săvârșit
în generațiile lor
și veți dobândi glorie mare
și un nume veșnic!
51 καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
52 Oare Abrahám nu a fost încercat
și a fost găsit credincios
și i s-a considerat aceasta ca dreptate?
52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;
53 Iosíf, în timpul strâmtorării sale,
a păzit porunca
și a devenit stăpânul Egiptului.
53 Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.
54 Pinhás, părintele nostru,
pentru zelul lui
a primit alianța preoției veșnice.
54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας.
55 Iósue, pentru că a împlinit cuvântul,
a devenit judecător în Israél.
55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ.
56 Cáleb,
pentru că a dat mărturie în adunare,
a primit moștenirea în țară;
56 Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν.
57 Davíd, pentru evlavia lui,
a moștenit tronul de domnie în veci;
57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας.
58 Ilíe, pentru zelul față de lege,
a fost răpit în ceruri;
58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν.
59 Ananía, Azaría și Misaél, crezând,
au fost salvați de flăcări;
59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.
60 Daniél, pentru sinceritatea lui,
a fost eliberat din gura leilor.
60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων.
61 Astfel, gândiți-vă că,
din generație în generație,
toți cei care speră în el nu vor pieri!
61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν.
62 Nu vă temeți de cuvintele celui păcătos,
căci gloria lui
va fi dată gunoiului și viermilor!
62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας·
63 Astăzi se ridică și mâine
nu mai este de găsit,
căci s-a întors în țărâna lui
și planul lui a pierit.
63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται.
64 Fiilor, fiți bărbați și întăriți-vă în lege,
căci în ea veți fi glorificați!
64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.
65 Iată, Simeón, fratele vostru,
știu că este un bărbat chibzuit!
Ascultați de el în toate zilele!
El va fi pentru voi tată.
65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ.
66 Iúda Macabéul,
puternic în luptă din tinerețea lui,
el va fi pentru voi
conducătorul armatei
și va purta războiul
împotriva popoarelor.
66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν.
67 Voi adunați-i la voi
pe toți cei care împlinesc legea
și faceți răzbunarea poporului vostru!
67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν·
68 Pedepsiți neamurile cu pedeapsa [cuvenită]
și aveți grijă de prescrierea legii!”.
68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. –
69 Apoi i-a binecuvântat și a fost adăugat la părinții lui.
69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
70 A murit în anul o sută patruzeci și șase și l-au îngropat în mormântul părinților săi, la Modiín. Tot Israélul l-a jelit cu jale mare.
70 καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 În zilele acelea s-a sculat Matatia, fiul lui Ioan al lui Simeon preotul, din fiii lui Ioiarib de la Ierusalim și a șezut în Modein.
1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν.
2 Și avea el cinci feciori: pe Ionan, care era poreclit Gadis,
2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι,
3 Pe Simon, care se numea și Tasi,
3 Σιμων ὁ καλούμενος Θασσι,
4 Pe Iuda, care se numea Macabeul,
4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος,
5 Pe Eleazar, care se numea Avaran,
5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους.
6 Pe Ionatan, care se numea Apfus.
6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
7 Și văzând blasfemiile care se făceau în Iuda și în Ierusalim,
7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
8 A zis: «Vai mie! Pentru ce m-am născut a vedea zdrobirea poporului meu și zdrobirea cetății celei sfinte și a ședea acolo, când s-a dat în mâinile vrăjmașilor?
8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,
9 Cele sfinte sunt în mâinile străinilor, iar templul Domnului a ajuns ca un bărbat fără de cinste.
9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.
10 Vasele măririi lui s-au dus în robie, pruncii lui mor în uliță, tinerii lui au fost uciși cu sabia vrăjmașului.
10 ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;
11 Care neam n-a moștenit împărăția lui și n-a stăpânit prăzile lui?
11 πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην.
12 Toată podoaba lui s-a luat; în loc de slobod, s-a făcut rob.
12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.
13 Și iată templul nostru și frumusețea noastră și mărirea noastră s-au pustiit și le-au pângărit pe ele neamurile.
13 ἵνα τί ἡμῖν ἔτι ζωή;
14 Pentru ce să mai trăim?» Și și-au rupt Matatia și fiii săi hainele și s-au îmbrăcat cu saci și au plâns.
14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα.
15 Și au venit cei trimiși de la rege, care sileau pe cei din cetatea Modein să părăsească pe Dumnezeu și să jertfească.
15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα θυσιάσωσιν.
16 Și mulți din Israel au mers la ei; iar Matatia și fiii lui s-au adunat acolo.
16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
17 Și răspunzând cei de la rege, au zis lui Matatia: Căpetenie mare ești și mărit în cetate și întărit cu fii și frați.
17 καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς·
18 Acum dar vino întâi și fă porunca regelui, precum au făcut toate neamurile și bărbații lui Iuda, cei care au rămas în Ierusalim, și vei fi tu și casa ta dintre prietenii regelui, și tu și fiii tăi vă veți mări cu argint și cu aur și cu daruri multe.
18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
19 Și răspunzând Matatia, a zis cu glas mare: Chiar dacă toate neamurile din cuprinsul stăpânirii regelui vor asculta de el și poruncile lui și se vor depărta fiecare de la închinarea părinților lor,
19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,
20 Totuși eu și feciorii și frații mei vom umbla întru așezământul legii părinților noștri.
20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν·
21 Milostiv fie nouă Dumnezeu, ca să nu lăsăm legea și îndreptările Lui.
21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα·
22 De cuvintele regelui nu vom asculta, ca să nesocotim slujba noastră.
22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν.
23 Și după ce a încetat a grăi cuvintele acestea, a venit un bărbat evreu înaintea tuturor să jertfească în capiștea cea din Modein, după porunca regelui.
23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
24 Și a văzut Matatia și s-a aprins de râvnă și i s-au cutremurat rărunchii și, dând drumul dreptei sale mânii, a alergat și l-a junghiat pe jertfelnic.
24 καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν·
25 Și pe omul regelui, care silea să jertfească, l-a omorât în aceeași vreme și jertfelnicul l-a stricat.
25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν.
26 Și s-a aprins de râvna legii, precum a făcut Finees lui Zimri, feciorul lui Salu.
26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ.
27 Și a strigat tare Matatia în cetate, zicând: Tot cel care are râvna legii și se ține de legământ să vină după mine.
27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου.
28 Și au fugit el și fiii lui în munți și au lăsat toate câte au avut în cetate.
28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
29 Atunci s-au coborât mulți, căutând dreptate și judecată în pustiu,
29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ,
30 Să șadă acolo ei și fiii lor și femeile și vitele lor, pentru că s-au înmulțit peste ei răutățile.
30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά.
31 Și s-a spus oamenilor regelui și ostașilor, care erau în Ierusalim, în cetatea lui David, că s-au dus oamenii care nu țin porunca regelui în locuri ascunse în pustiu.
31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.
32 Și au alergat după ei mulți și, ajungându-i, au tăbărât asupra lui cu război în ziua de odihnă;
32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
33 Și au zis către ei: Ajungă-vă până acum! Ieșiți și faceți după cuvântul regelui și veți trăi.
33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε.
34 Iar ei au zis: Nu vom ieși, nici nu vom face după cuvântul regelui, ca să nesocotim ziua de odihnă;
34 καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
35 Și au pornit asupra lor cu război.
35 καὶ ἐτάχυναν ἐπ’ αὐτοὺς πόλεμον.
36 Dar ei nu le-au răspuns, nici piatră n-au aruncat asupra lor, nici n-au astupat ascunzișurile, zicând:
36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους
37 Să murim toți întru nevinovăția noastră și vor mărturisi pentru noi cerul și pământul că fără de judecată ne ucideți.
37 λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
38 Și s-au sculat cu război asupra lor în ziua de odihnă și au murit ei și femeile lor, ca la o mie de suflete.
38 καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων.
39 Și a aflat Matatia și prietenii lui și au plâns mult pentru ei.
39 Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’ αὐτοὺς σφόδρα.
40 Și a zis fiecare către aproapele său: De vom face toți cum au făcut frații noștri și nu vom porni război împotriva neamurilor acestora pentru sufletele și legea noastră, curând ne vor pierde de pe pământ.
40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς.
41 Și s-au sfătuit în ziua aceea, zicând: Împotriva oricărui om care va veni cu război împotriva noastră să luptăm și în ziua de odihnă și să nu murim toți, precum au murit frații noștri în ascunzișuri.
41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.
42 Atunci s-a strâns la ei adunarea Asideilor, oameni vârtoși din Israel și care păzeau legea.
42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ·
43 Și toți cei care fugeau de rele s-au adăugat la ei și li s-au făcut spre întărire.
43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
44 Și au adunat oștire și au bătut pe cei păcătoși cu mânia lor și pe bărbații cei fără de lege cu urgia lor și cei rămași au fugit la neamuri ca să scape.
44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.
45 Și i-au încurajat Matatia și prietenii lui și le-au stricat jertfelnicele.
45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς
46 Și au tăiat împrejur pe pruncii câți au aflat în hotarele lui Israel.
46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι
47 Și au gonit pe fiii trufiei și s-a sporit lucrul în mâinile lor.
47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν·
48 Și au scos legea din mâinile neamurilor, din mâinile regilor și au pus stavilă păcătosului.
48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
49 Și s-au apropiat zilele lui Matatia să moară și a zis fiilor săi: Acum s-au întărit trufia și certarea și vremea sfârșitului și urgia mâniei.
49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.
50 Acum dar, fiilor, râvnitori fiți legii și dați sufletele voastre pentru legătura părinților noștri.
50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν
51 Aduceți-vă aminte de lucrurile părinților noștri, pe care le-au făcut întru veacurile lor și veți lua mărire și nume veșnic.
51 καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
52 Avraam, oare, nu când era ispitit s-a arătat credincios și i s-a socotit spre dreptate?
52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;
53 Iosif în vremea necazului său a păzit porunca și s-a făcut conducător Egiptului.
53 Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.
54 Finees, tatăl nostru, ardea de râvnă pentru Dumnezeu și a luat legătura preoției celei veșnice.
54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας.
55 Iosua, plinind cuvântul, s-a făcut judecător în Israel.
55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ.
56 Caleb, pentru că a mărturisit în adunare, a luat moștenirea pământului.
56 Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν.
57 David cu mila Lui a moștenit scaunul domniei în veacul veacului.
57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας.
58 Ilie, arzând de râvna legii, a fost ridicat la cer.
58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν.
59 Anania, Azaria și Misail, crezând, s-au izbăvit de para focului.
59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.
60 Daniel întru nevinovăția sa a scăpat din gurile leilor.
60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων.
61 Și așa socotiți întru fiecare neam și neam, că toți cei care nădăjduiesc într-Însul nu vor slăbi.
61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν.
62 Și de cuvintele omului păcătos să nu vă temeți, că mărirea lui este gunoi și viermi.
62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας·
63 Astăzi se înaltă și mâine nu va mai fi, căci s-a întors în țărâna sa și planurile lui au pierit.
63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται.
64 Drept aceea voi, fiilor, întăriți-vă și vă îmbărbătați în lege, că într-însa vă veți mări.
64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.
65 Și iată Simeon, fratele vostru, știu că este om de sfat; de el să ascultați în toate zilele, el vă va fi tată.
65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ.
66 Și Iuda Macabeul, care este cu putere tare din tinerețile sale, acesta va fi căpetenie oștirii, ca să faceți război asupra popoarelor.
66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν.
67 Și voi aduceți la voi pe toți cei care iubesc legea și răzbunați poporul vostru,
67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν·
68 Răsplătiți păgânilor pentru tot ce ne-au făcut, și luați aminte la poruncile legii.
68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. –
69 Și i-a binecuvântat pe ei și s-a adăugat la părinții săi și a murit în anul o sută patruzeci și șase.
69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
70 Și l-au îngropat fiii lui în mormintele părinților săi în Modein și l-a plâns tot Israelul cu plângere mare.