Capitolul 9
1Macabei 91 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν. 2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. 3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ· 4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. 5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί. 6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες. 7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς, 8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς. 9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. 10 καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. 11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. 12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν· 13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας. 14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, 15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους. 16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν. 17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων, 18 καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔφυγον. 19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν. 20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον 21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ. 22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα. 23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. 24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν. 25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. 26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς. 27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς. 28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν 29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· 30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. 31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ. 32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ. 34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. – 35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. 36 καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες. 37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης. 38 καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. 39 καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40 καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. 41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. 42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. – 43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ. 44 καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· 45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι· 46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν. 47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω. 48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην. 49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. 50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ. 52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. 53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ. 54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. 55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. 56 καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. 57 καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο. 58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. 60 καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν. 61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62 καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν· 64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς. 65 καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ. 66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν. 67 καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· 68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ’ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. 69 καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. 70 καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. 71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. 73 καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ.
1 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν.
2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.
3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ·
4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί.
6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες.
7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς,
8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς.
9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
10 καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι.
12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·
13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ,
15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους.
16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν.
17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων,
18 καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔφυγον.
19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν.
20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ.
22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.
23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν.
25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς.
27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.
28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν
29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν·
30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ.
32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ.
34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. –
35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
36 καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.
37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης.
38 καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
39 καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
40 καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. –
43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ.
44 καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν·
45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι·
46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν.
47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω.
48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην.
49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς·
51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ.
52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.
53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ.
54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
56 καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
57 καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο.
58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
60 καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν.
61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
62 καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν·
64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.
65 καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ.
66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν.
67 καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς·
68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ’ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
69 καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
70 καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
73 καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Demétrios a auzit că Nicanór și armata lui căzuse în luptă, i-a trimis din nou, a doua oară, pe Bahídes și pe Alchimós în ținutul lui Iúda și aripa dreaptă [a armatei] era cu ei.
1 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν.
2 Au mers pe drumul spre Gálgala și și-au fixat tabăra la Maisalót, în [ținutul] Arbéla. Au capturat-o și au ucis multe persoane.
2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.
3 În anul o sută cincizeci și doi și-au fixat tabăra împotriva Ierusalímului.
3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ·
4 Apoi au plecat și au mers spre Beréea cu douăzeci de mii de bărbați și cu două mii de călăreți.
4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
5 Iúda avea tabăra fixată la Elása și avea cu el trei mii de bărbați aleși.
5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί.
6 A văzut mulțimea armatei – căci erau mulți – și s-au temut foarte mult. Mulți s-au strecurat afară din tabără și nu au mai rămas dintre ei decât opt sute de bărbați.
6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες.
7 Iúda a văzut că tabăra i s-a destrămat și că războiul amenința; i s-a frânt inima, pentru că nu mai avea timp să-i adune.
7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς,
8 Slăbit fiind, le-a spus celor care rămăseseră: „Să ne ridicăm și să mergem împotriva adversarilor dacă ne vom mai putea lupta cu ei!”.
8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς.
9 Ei voiau să-l întoarcă, spunând: „Nu vom putea decât să ne salvăm sufletele acum. Ne vom întoarce noi și frații noștri și vom lupta împotriva lor. Acum suntem prea puțini”.
9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
10 Dar Iúda a zis: „Nicidecum să facem așa ceva, să fugim de ei! Iar dacă a sosit momentul, să murim cu bărbăție pentru frații noștri și să nu lăsăm motiv împotriva onoarei noastre!”.
10 καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
11 Armata [dușmanilor] a plecat din tabără și a stat împotriva lor. Cavaleria s-a împărțit în două părți; prăștierii și arcașii mergeau în fruntea armatei, iar Bahídes și cei mai viteji erau în aripa dreaptă.
11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι.
12 Falanga s-a apropiat de cele două părți și au sunat din trâmbițe. Atunci au sunat și cei din jurul lui Iúda din trâmbițe.
12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·
13 Pământul s-a cutremurat de zgomotul trupelor și bătălia a ținut de dimineața până seara.
13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
14 Iúda a văzut că Bahídes și partea cea mai tare a armatei se afla la dreapta și i-a adunat pe toți cei mai curajoși.
14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ,
15 Partea dreaptă a fost zdrobită de ei și i-au urmărit până la muntele din Azót.
15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους.
16 Cei care erau în aripa stângă au văzut că aripa dreaptă a fost zdrobită, s-au întors pe urmele lui Iúda și a celor care erau cu el [și i-au lovit] din spate.
16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν.
17 Lupta s-a îndârjit și au căzut mulți răniți și dintre unii, și dintre alții.
17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων,
18 Iúda a căzut și ceilalți au fugit.
18 καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔφυγον.
19 Ionatán și Simon l-au ridicat pe Iúda, fratele lor, și l-au îngropat în mormântul părinților lui, la Modiín.
19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν.
20 L-au plâns și l-a jelit întreg Israélul cu jale mare; l-au plâns, zicând:
20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
21 „Cum a căzut cel puternic care îl elibera pe Israél!”.
21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ.
22 Celelalte fapte ale lui Iúda, războaiele lui, faptele lui de vitejie și măreția lui nu au fost scrise, pentru că erau foarte multe.
22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.
23 După moartea lui Iúda, au ieșit la lumină nelegiuiții în toate teritoriile lui Israél și s-au ridicat toți cei care făceau nedreptate.
23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
24 În acele zile, a fost o foamete foarte mare și țara s-a dat de partea lor.
24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν.
25 Bahídes a ales oameni fără credință și i-a pus stăpâni peste țară.
25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
26 Îi căutau și îi hăituiau pe prietenii lui Iúda, îi aduceau la Bahídes, care îi pedepsea și își bătea joc de ei.
26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς.
27 A fost o mare strâmtorare în Israél, cum nu mai fusese din zilele în care nu li se mai arătase vreun profet.
27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.
28 Atunci s-au adunat toți prietenii lui Iúda și i-au zis lui Ionatán:
28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν
29 „De când fratele tău Iúda a murit, nu este un om asemenea lui, care să iasă și să intre împotriva dușmanilor, a lui Bahídes și a celor care urăsc neamul nostru.
29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν·
30 Acum, noi te alegem astăzi pe tine ca să ne fii în locul lui căpetenie și conducător și ca să porți lupta noastră”.
30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
31 Ionatán a acceptat în ziua aceea comanda și s-a ridicat în locul lui Iúda, fratele său.
31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ.
32 Bahídes a aflat și căuta să-l omoare.
32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
33 Ionatán, Simon, fratele lui și toți cei care erau cu el au aflat și au fugit spre pustiul Técoa și și-au fixat tabăra lângă apa lacului Asfár.
33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ.
34 Bahídes a aflat în zi de sabát și a mers el și toată armata lui dincolo de Iordán.
34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. –
35 [Ionatán] l-a trimis pe fratele său [Ioán], conducătorul mulțimii, să le ceară nabatéilor, prietenii săi, să primească bagajele lor multe.
35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
36 Fiii lui Iambrí, cei din Madába, au ieșit și l-au capturat pe Ioán și tot ceea ce avea el și l-au luat cu ei.
36 καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.
37 După aceste lucruri, i-au făcut cunoscut lui Ionatán și lui Simon, fratele lui, că fiii lui Iambrí fac nuntă mare și că aduc mireasa din Nadábat, fiica unuia dintre cei mai mari din Canaán, cu alai mare.
37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης.
38 Și-au amintit de sângele lui Ioán, fratele lor, au mers și s-au ascuns într-o peșteră din munte.
38 καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
39 Și-au ridicat ochii și au văzut o larmă și un alai mare: mirele ieșea cu prietenii lui și cu frații lui în întâmpinarea lor cu timpane, cu muzicieni și cu un cortegiu numeros.
39 καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
40 S-au năpustit asupra lor din ascunzătoare și i-au ucis. Au căzut mulți răniți, iar ceilalți au fugit spre munte. Și au luat multă pradă de la ei.
40 καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
41 Nunta s-a schimbat în jale și sunetul muzicienilor în bocet.
41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
42 Au făcut răzbunarea sângelui pentru fratele lor și s-au întors la mlaștinile Iordánului.
42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. –
43 Bahídes a auzit și a venit în zi de sabát până la malurile Iordánului cu armată numeroasă.
43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ.
44 Ionatán le-a zis celor care erau cu el: „Să ne ridicăm și să luptăm pentru sufletele noastre, căci ziua de azi nu e ca cea de ieri și de alaltăieri!
44 καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν·
45 Iată, războiul este în fața și în spatele nostru, apa Iordánului, mlaștina și desișul, de o parte și de alta, așa că nu este niciun loc de scăpare!
45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι·
46 Acum strigați către cer ca să fiți salvați din mâna dușmanilor noștri!”.
46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν.
47 Lupta a început; Ionatán și-a întins mâna ca să-l lovească pe Bahídes, dar acesta s-a tras înapoi de la el.
47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω.
48 Ionatán și cei care erau cu el s-au aruncat în Iordán și au trecut de cealaltă parte. Iar [dușmanii] nu au trecut Iordánul după ei.
48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην.
49 În ziua aceea, au căzut dintre ai lui Bahídes cam o mie de bărbați.
49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
50 [Bahídes] s-a întors la Ierusalím și a construit cetăți puternice în Iudéea: fortăreața din Ierihón, [cetățile] Emáus, Bet-Horón, Baitél, Tamnatá, Faratón și Tefón, cu ziduri înalte, cu porți și zăvoare.
50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς·
51 A pus garnizoane în el ca să-l hărțuiască pe Israél.
51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ.
52 A întărit cetatea Baitsúr, Gazára și fortăreața [din Ierusalím], a pus în ele armată și a depozitat provizii.
52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.
53 I-a luat pe fiii conducătorilor țării ca ostatici și i-a pus în fortăreața din Ierusalím sub pază.
53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ.
54 În anul o sută cincizeci și trei, în luna a doua, Alchimós a hotărât să distrugă zidul curții interioare a sanctuarului și să dărâme lucrările profeților. Și s-a început dărâmarea.
54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
55 În acel timp, Alchimós a fost lovit, iar lucrările lui au fost întrerupte; gura i s-a încleștat și nu a mai putut să vorbească niciun cuvânt și nici să dea porunci cu privire la casa lui.
55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
56 Alchimós a murit în acel timp după chinuri cumplite.
56 καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
57 Bahídes a văzut că a murit Alchimós, s-a întors la rege și țara lui Iúda a avut liniște timp de doi ani.
57 καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο.
58 Toți nelegiuiții s-au sfătuit și au spus: „Iată, Ionatán și cei care sunt cu el locuiesc liniștiți și încrezători! Să-l chemăm acum pe Bahídes și el îi va captura pe toți într-o singură noapte!”.
58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
59 Și au mers să se sfătuiască cu el.
59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
60 Atunci, [Bahídes] a plecat cu armate numeroase. A trimis pe ascuns scrisori tuturor aliaților săi care erau în Iudéea ca să-i captureze pe Ionatán și pe cei care erau cu el. Însă nu au reușit, pentru că planul lor s-a aflat.
60 καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν.
61 Au capturat cam cincizeci dintre oamenii din țară, dintre capii răutăților, și i-au ucis.
61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
62 Ionatán, Simon și cei care erau cu el au plecat spre Bet-Basí, care este în pustiu, au reconstruit dărâmăturile ei și au întărit-o.
62 καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
63 Bahídes a aflat, a adunat toată mulțimea lui și le-a dat de știre celor din Iudéea.
63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν·
64 A venit, și-a fixat tabăra împotriva [cetății] Bet-Basí și a luptat împotriva ei multe zile. A făcut și mașinării [de luptă].
64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.
65 Ionatán l-a lăsat pe Simon, fratele său, în cetate, iar el a ieșit în țară, mergând cu un număr [mic de oameni].
65 καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ.
66 I-a bătut pe Odomerá, pe frații lui și pe fiii lui Fasirón în corturile lor. Au început să se bată mărindu-și forțele.
66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν.
67 Simon și cei care erau cu el au ieșit din cetate și au dat foc mașinăriilor [de război].
67 καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς·
68 Au luptat împotriva lui Bahídes și el a fost înfrânt de ei. L-au strâmtorat foarte mult, întrucât planul și atacul lui au fost zădărnicite.
68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ’ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
69 Fiind foarte mâniat pe oamenii nelegiuiți care îl sfătuiseră să vină în țară, i-a omorât pe mulți dintre ei și s-a hotărât să plece în țara lui.
69 καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
70 Ionatán a aflat și a trimis la el mesageri ca să încheie cu el pace și să-i dea înapoi pe cei captivi.
70 καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
71 [Bahídes] a acceptat și a făcut după cuvintele lui [Ionatán]. I-a jurat că nu va mai căuta să-i facă rău în toate zilele vieții lui.
71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
72 I-a dat înapoi pe cei captivi pe care îi capturase mai înainte din țara lui Iúda. S-a întors și a plecat în țara lui și nu a mai venit în ținuturile lor.
72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
73 Spada s-a odihnit în Israél. Ionatán a locuit în Mahmás; a început să judece poporul și i-a nimicit pe cei nelegiuiți din Israél.
73 καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Și a auzit Dimitrie că a căzut Nicanor și oștirea lui în război și a trimis a doua oară pe Bacchide și pe Alchimos în Iudeea în fruntea aripii drepte a oștirii.
1 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν.
2 Și au mers pe calea cea dinspre Galileea și au poposit cu tabăra la Mesalot, în Arbel, pe care l-au cuprins și au omorât mulți locuitori.
2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.
3 Și în luna întâi în anul o sută cincizeci și doi, au tăbărât asupra Ierusalimului.
3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ·
4 Și s-au sculat și au mers la Bereea cu douăzeci de mii de pedestrași și două mii de călăreți.
4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
5 Și Iuda avea tabăra în Eleasa, cu trei mii de bărbați aleși.
5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί.
6 Și a văzut mulțimea oștirilor și s-a temut foarte și mulți au fugit din tabără și n-au rămas dintr-înșii decât opt sute de bărbați.
6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες.
7 Văzând Iuda că s-a risipit tabăra lui și războiul îl grăbea, se sfărâma cu inima, căci nu avea vreme să-i strângă pe fugari și a slăbit.
7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς,
8 Atunci a zis celor rămași: «Să ne sculăm și să ne suim asupra potrivnicilor noștri, poate îi vom putea bate pe ei».
8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς.
9 Și l-au întors, zicând: «Nu vom putea, ci numai să ne mântuim sufletele noastre acum; întoarce-te, că frații noștri s-au risipit și noi să ne batem cu aceștia așa puțini fiind?»
9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
10 Și a zis Iuda: «Departe de mine să fac lucrul acesta și să fug de ei, că de s-a apropiat vremea noastră, să murim vitejește pentru frații noștri, să nu lăsăm hulă măririi noastre».
10 καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
11 Și au mers oștirile de unde aveau tabăra; s-a împărțit călărimea în două părți iar prăștiașii și arcașii mergeau înaintea oștirii, fiindcă erau cei mai de frunte războinici, fiind toți tari.
11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι.
12 Și Bacchide era în aripa dreaptă și s-au apropiat oștirile din amândouă părțile și strigau cu trâmbițele.
12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·
13 Și au trâmbițat și ostașii lui Iuda cu trâmbițele și s-a cutremurat pământul de glasul taberelor și s-a făcut război de dimineață până seara.
13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
14 Și a văzut Iuda că Bacchide și tăria taberei este de-a dreapta și au venit la el toți cei tari de inimă.
14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ,
15 Și au zdrobit aripa dreaptă și i-au urmărit până la măgura Azotului.
15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους.
16 Iar cei din aripa stângă au văzut că s-a zdrobit aripa dreaptă și s-au întors după Iuda și după cei care erau cu el prin spate.
16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν.
17 Și s-a îngreuiat războiul și au căzut mulți răniți și din aceștia și din aceia.
17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων,
18 Și Iuda a căzut și ceilalți au fugit.
18 καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔφυγον.
19 Și au ridicat Ionatan și Simon pe Iuda, fratele lor, și l-au îngropat în mormântul părinților lui în Modein.
19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν.
20 Și l-a plâns și I-a jelit tot Israelul cu plângere mare, în multe zile și a zis:
20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
21 «Cum a căzut cel tare, care a izbăvit pe Israel?»
21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ.
22 Iar celelalte cuvinte ale lui Iuda și războaiele și vitejiile pe care le-a făcut și măreția faptelor lui nu s-au scris, pentru că erau foarte multe.
22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.
23 Și după moartea lui Iuda, s-au arătat cei fără de lege în hotarele lui Israel și au răsărit toți cei care lucrau nedreptate.
23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
24 În zilele acelea a fost foamete mare și de bunăvoie s-a dat țara împreună cu ei.
24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν.
25 Și a ales Bacchide pe oamenii cei nelegiuiți și i-a pus conducătorii țării.
25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
26 Aceștia urmăreau și căutau pe prietenii lui Iuda și-i aduceau la Bacchide și se răzbunau pe ei și-i batjocoreau.
26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς.
27 Și s-a făcut mare necaz în Israel, cum nu s-a făcut din ziua de când nu se mai arătase prooroc între ei.
27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.
28 Și s-au adunat toți prietenii lui Iuda și au zis lui Ionatan:
28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν
29 De când a murit fratele tău Iuda, nu este om asemenea lui, să iasă asupra vrăjmașilor și asupra lui Bacchide, asupra celor care pizmuiesc neamul nostru.
29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν·
30 Acum dar pe tine te-am ales astăzi, ca să ne fii căpetenie în locul lui și povățuitor, ca să duci războiul nostru.
30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
31 Și a primit Ionatan în vremea aceea povățuirea și s-a sculat în locul lui Iuda, fratele său.
31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ.
32 Și a înțeles Bacchide și căuta să-l omoare.
32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
33 Dar înțelegând Ionatan și Simon, fratele lui, și toți cei care erau cu el, au fugit în pustiul Tecoa și au așezat tabăra la apa lacului Asfarului.
33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ.
34 Și aflând Bacchide a venit și el cu toată oștirea lui, în zi de odihnă, dincolo de Iordan.
34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. –
35 Și Ionatan a trimis pe fratele său, Ioan, care era povățuitor poporului, să roage pe Nabateeni, prietenii săi, ca să ducă la ei avuțiile sale cele multe.
35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
36 Și au ieșit fiii lui Iambre de la Medeba și au prins pe Ioan și toate câte avea și s-au dus cu ele.
36 καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.
37 Și după faptele acestea s-au spus lui Ionatan și lui Simon, fratele lui, că fiii lui Iambre fac nuntă mare și aduc mireasă cu alai mare de la Nadabat, fiica unei căpetenii din cele mari a Canaaneilor.
37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης.
38 Și și-a adus aminte de Ioan, fratele său și s-a suit și s-a ascuns într-o văgăună a muntelui.
38 καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
39 Și ridicându-și ochii săi, a văzut apărând în mijlocul unui zgomot mare, o mulțime numeroasă și mirele și prietenii lui și frații lui, ieșind întru întimpinarea lor cu timpane și cu muzici și cu arme multe.
39 καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
40 Și s-a sculat asupra lor de unde erau ascunși ai lui Ionatan și i-au ucis și au căzut răniți mulți, iar cei care au rămas au fugit în munte; și au luat toate prăzile lor.
40 καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
41 Și s-a întors nunta în plângere și glasul muzicilor în jale.
41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
42 Și au răzbunat sângele fratelui lor și s-au întors la râpa Iordanului.
42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. –
43 Și a auzit Bacchide și a venit într-o zi de odihnă până la malul Iordanului cu putere multă.
43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ.
44 Și a zis Ionatan celor care erau cu el: «Să ne sculăm acum și să facem război pentru sufletele noastre, că nu este astăzi ca ieri și ca alaltăieri.
44 καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν·
45 Că iată, războiul este înaintea noastră și înapoia noastră și apa Iordanului de o parte, iar de cealaltă parte mocirlă și dumbravă și nu este loc de scăpare.
45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι·
46 Acum dar strigați la cer, ca să scăpați din mâna vrăjmașilor noștri; și a început lupta.
46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν.
47 Și a întins Ionatan mâna sa să lovească pe Bacchide și el s-a dat înapoi.
47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω.
48 Și a sărit Ionatan și cei care erau cu el în Iordan și au înotat până de cealaltă parte, iar aceia n-au trecut Iordanul după ei.
48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην.
49 Și au căzut din oștirea lui Bacchide în ziua aceea ca o mie de bărbați.
49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
50 Și s-a întors Bacchide în Ierusalim și a zidit cetăți tari în Iuda: cetatea din Ierihon, Emaus, Bethoron, Betel, Timnota, Farathon și Tefonul, cu ziduri înalte și porți și zăvoare.
50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς·
51 Și a pus pază în ele, ca să hărțuiască pe Israel.
51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ.
52 Și a întărit cetatea cea din Betțur și Ghezer și marginea, și au pus în ele oștire și hrană.
52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.
53 Și au luat ostatici pe fiii povățuitorilor țării și i-a pus în cetate, în Ierusalim, sub pază.
53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ.
54 Și în anul o sută cincizeci și trei, în luna a doua, a poruncit Alchimos să surpe zidul curții celei dinăuntru a templului și să strice lucrurile proorocilor și au început a le strica.
54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
55 În vremea aceea Alchimos a fost lovit de Domnul și i s-au împiedicat planurile și i s-a închis gura și a slăbit și n-a mai putut grăi cuvânt, nici a porunci în casa lui.
55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
56 Și a murit Alchimos cu chin mare.
56 καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
57 Și văzând Bacchide că a murit Alchimos s-a întors la rege și a avut pace Iudeea doi ani.
57 καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο.
58 Și s-au sfătuit toți cei fără de lege, zicând: «Iată, Ionatan și cei care sunt cu el, cu liniște, locuiesc fără de frică; acum dar să aducem pe Bacchide și-i va prinde pe toți într-o noapte.
58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
59 Și mergând s-au sfătuit cu el.
59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
60 Și pornind cu putere multă, a trimis cărți pe ascuns la toți tovarășii din Iudeea, ca să prindă pe Ionatan și pe cei care sunt cu el; dar n-au putut, că s-a descoperit acestora planul lor.
60 καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν.
61 Din această pricină ei au prins din bărbații țării pe căpeteniile răutății, ca la vreo cincizeci, și i-au omorât.
61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
62 După aceea Ionatan și Simon și cei care erau cu el s-au dus la Betbasa, care era în pustiu și au zidit-o din nou și au întărit-o.
62 καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
63 Și a înțeles Bacchide, și a adunat toată mulțimea sa, și a dat de știre oamenilor lui din Iudeea.
63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν·
64 Și venind a tăbărât împotriva Betbasiei și a făcut război asupra ei zile multe și a adăugat întărituri.
64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.
65 Și a lăsat Ionatan pe Simon, fratele său, în cetate, și a ieșit în țară și a venit cu un număr mare de oștire.
65 καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ.
66 Și a lovit pe Odomir și pe frații lui și pe fiii lui Fasiron în sălașurile lor, și a început a bate și a se sui cu putere.
66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν.
67 Și a ieșit din cetate și Simon și cei care erau cu el, și au ars întăriturile lor.
67 καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς·
68 Și au pornit război asupra lui Bacchide și l-au zdrobit și l-au necăjit foarte, pentru că planul bătăliei dăduse greș.
68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ’ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
69 Acesta s-a aprins de mânie asupra bărbaților celor fără de lege, care i-au dat sfat să vină în țară, și a omorât pe mulți dintre ei și a făcut sfat să se întoarcă în pământul său.
69 καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
70 Și a înțeles Ionatan și a trimis la el soli, ca să facă pace cu el și să le întoarcă pe cei robiți.
70 καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
71 Și a primit și a făcut după cuvintele lui, și s-a jurat că nu-i va mai face rău în toate zilele vieții sale.
71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
72 Și a întors pe cei robiți, pe care i-a robit mai înainte din pământul Iudeii, și întorcându-se, s-a dus în pământul său și n-a mai venit în hotarele lor.
72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
73 Și a încetat sabia din Israel, și a locuit Ionatan în Micmas, și a început a judeca pe popor, și a pierdut pe cei nelegiuiți din Israel.