Capitolul 5
1Macabei 51 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα 2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. 3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· 5 καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν. 6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· 7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. 8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν. 9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα 10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς 11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· 12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, 13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. 14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα 15 λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. 16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν. 17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. 18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν 19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. 20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. 21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, 22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης. 24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. 25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι 26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· 27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. 28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. 29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα· 30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. 31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ, 32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν. 33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ. 34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. 35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί. 36 ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. 37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου. 38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα· 39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν. 40 καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· 41 ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν. 42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον. 43 καὶ διεπέρασεν ἐπ’ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν. 44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου. 45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα. 46 καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· 47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. 48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. 49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ· 50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ. 51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. 52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν. 53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα. 54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. 55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος, 56 ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, 57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. 58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν. 59 καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. 60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας. 61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι· 62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν. 63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· 64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. 65 καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν. 66 καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν. 67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως. 68 καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.
1 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα
2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·
5 καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.
6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·
7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν.
9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα
10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,
13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα
15 λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν.
17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.
18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν
19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης.
24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι
26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα·
30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ,
32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.
33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ.
34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί.
36 ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου.
38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·
39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν.
40 καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·
41 ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.
42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
43 καὶ διεπέρασεν ἐπ’ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν.
44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου.
45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα.
46 καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·
47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ·
50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ.
51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν.
53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα.
54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,
56 ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,
57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν.
59 καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας.
61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι·
62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν.
63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·
64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
65 καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν.
66 καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν.
67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
68 καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.
Traducerea catolică
Traducerea greacă bizantină
1 Când au auzit neamurile din jur că fusese reconstruit altarul și că fusese dedicat sanctuarul ca mai înainte, s-au mâniat foarte mult.
1 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα
2 S-au sfătuit să nimicească neamul lui Iacób care se afla în mijlocul lor; și au început să-i ucidă în popor și să-i nimicească.
2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
3 Iúda a luptat împotriva fiilor lui Esáu în Iduméea, la Acrabaténe, căci ei atacaseră Israélul. A făcut un mare măcel printre ei, i-a supus și a luat pradă de la ei.
3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
4 Apoi și-a amintit de relele fiilor lui Baián, care era pentru popor o cursă și o piatră de poticnire, întrucât întindeau capcane pe drumuri.
4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·
5 Au fost închiși de către el în turnuri, i-a asediat, i-a dat nimicirii și le-a dat foc turnurilor cu toți cei care erau în ele.
5 καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.
6 A trecut la fiii lui Amón și a găsit o grupă puternică, un popor numeros și pe Timotéi, conducătorul lor.
6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·
7 A purtat cu ei multe războaie, i-a zdrobit din fața lui și i-a înfrânt.
7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
8 A pus stăpânire pe Iazér și pe suburbiile sale; apoi s-a întors spre Iudéea.
8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν.
9 Neamurile care erau în Galaád s-au adunat împotriva [fiilor] lui Israél care erau între hotarele lor ca să-i nimicească. Însă ei au fugit în fortăreața Datéma.
9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα
10 I-au trimis scrisori lui Iúda și fraților lui, spunând: „Neamurile din jur s-au adunat împotriva noastră ca să ne nimicească!
10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
11 Ei se pregătesc să vină să atace fortăreața în care am fugit. Timotéi conduce armata lor.
11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
12 Acum, vino și ne eliberează din mâna lor, căci mulți au căzut dintre noi!
12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,
13 Toți frații noștri care sunt în [ținutul] lui Tobía au murit și i-au luat captivi pe femeile lor și pe copii, ca și bunurile lor. Au ucis acolo cam o mie de bărbați”.
13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
14 Încă mai citeau scrisorile și, iată, că au sosit alți mesageri din Galiléea cu hainele sfâșiate, aducând la cunoștință lucruri asemănătoare.
14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα
15 Ei au spus că s-au adunat împotriva lor străini din Ptolemáis, din Tir, din Sidón și din toată Galiléea „ca să ne nimicească”.
15 λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
16 Când au auzit Iúda și poporul aceste cuvinte, s-au reunit într-o mare adunare ca să hotărască ce să facă pentru frații lor care erau în suferință și împotriva cărora se duceau lupte.
16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν.
17 Iúda i-a zis lui Simon, fratele său: „Alege-ți bărbați și mergi ca să-i eliberezi pe frații tăi care sunt în Galiléea; eu și Ionatán, fratele meu, vom merge în Galaád!”.
17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.
18 I-a lăsat de pază pe Iosíf, [fiul] lui Zaharía, și pe Azaría, conducătorul poporului, cu restul armatei care era în Iudéea.
18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν
19 Și le-a poruncit, zicând: „Stați în fruntea acestui popor și nu purtați război cu neamurile până când nu ne vom întoarce!”.
19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
20 Au împărțit pentru Simon trei mii de bărbați ca să meargă în Galiléea, iar pentru Iúda opt mii [ca să meargă] în Galaád.
20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
21 Simon a plecat în Galiléea, a purtat multe războaie cu neamurile și a nimicit neamurile din fața lui.
21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
22 I-a urmărit până la porțile [cetății] Ptolemáis. Au căzut dintre neamuri până la trei mii de bărbați și au luat pradă de la ei.
22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
23 I-a luat pe cei care erau din Galiléea și din Arbáta împreună cu femeile și copiii lor și cu toate câte aveau și i-a adus în Iudéea cu bucurie mare.
23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης.
24 Iúda Macabéul și Ionatán, fratele său, au trecut Iordánul și au mers cale de trei zile în pustiu.
24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
25 I-au întâlnit pe nabatéi, care i-au primit cu pace, și le-au povestit toate cele întâmplate fraților lor în Galaád
25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι
26 și că mulți dintre ei sunt prinși în Bosorá și Bosór, în Aléma, Hasfó, Machéd și Carnáim: toate acestea erau cetăți puternice și mari.
26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
27 Și în celelalte cetăți din Galaád mai erau prinși. Și, a doua zi, [neamurile] aveau de gând să asedieze fortărețele, să le cucerească și să-i nimicească pe toți într-o singură zi.
27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
28 Iúda și tabăra lui s-au întors pe neașteptate pe drumul spre pustiu, spre Bosorá. Au capturat cetatea și i-au ucis pe toți bărbații prin ascuțișul sabiei; au luat pradă de la ei și au dat foc [cetății].
28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
29 Au plecat de acolo noaptea și au mers până la fortăreață.
29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα·
30 Dimineața, și-au ridicat ochii și, iată, un popor mare, care nu putea fi numărat – aducând scări și mașinării pentru a ataca fortăreața – lupta împotriva lor.
30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
31 Iúda a văzut că lupta începuse și că zgomotul din cetate se ridica până la cer cu [sunet] de trâmbiță și cu strigăt puternic.
31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ,
32 Le-a spus bărbaților armatei: „Luptați astăzi pentru frații noștri!”.
32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.
33 A ieșit în trei grupe în spatele lor, au sunat din trâmbițe și au strigat în rugăciune.
33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ.
34 Tabăra lui Timotéi și-a dat seama că era [Iúda] Macabéul și a fugit din fața lui. El a făcut un mare măcel printre ei și au căzut în ziua aceea dintre ei până la opt mii de bărbați.
34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
35 S-a îndreptat apoi spre Aléma, a luptat împotriva ei, a cucerit-o, a ucis toți bărbații din ea, le-a luat prăzile și i-a dat foc.
35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί.
36 De acolo a plecat și a cucerit Hasfó, Machéd, Bosór și celelalte cetăți din Galaád.
36 ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
37 După aceste lucruri, Timotéi și-a adunat o altă tabără. A așezat-o în fața [cetății] Rafón, de cealaltă parte a torentului.
37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου.
38 Iúda a trimis să se spioneze tabăra și i-au adus la cunoștință: „S-au adunat la el toate neamurile din jurul nostru, o armată foarte mare.
38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·
39 Au tocmit arábi ca să-i ajute și și-au așezat tabăra de cealaltă parte a torentului, gata să vină și să lupte împotriva ta”. Și Iúda a mers în întâmpinarea lor.
39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν.
40 Timotéi le-a zis comandanților armatei sale când se apropia de Iúda și de tabăra lui care era la torentul de apă: „Dacă va trece la noi primul, nu vom putea să-i ținem piept, căci va fi mai puternic decât noi.
40 καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·
41 Dacă însă se va teme și își așază tabăra dincolo de râu, vom trece la el și vom fi mai puternici decât el”.
41 ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.
42 Când Iúda se apropia de torentul de apă, i-a așezat pe scribii poporului lângă torent și le-a poruncit, zicând: „Nu lăsați niciun om să se sustragă, ci toți să iasă la luptă!”.
42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
43 A trecut el primul înaintea lor și tot poporul l-a urmat. A nimicit înaintea lor toate neamurile; ei au abandonat armele lor și au fugit la sanctuarul din Carnáim.
43 καὶ διεπέρασεν ἐπ’ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν.
44 A ocupat cetatea și au dat foc sanctuarului cu toți cei care erau în el. A fost distrusă [cetatea] Carnáim și nu au putut rezista în fața lui Iúda.
44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου.
45 Iúda i-a adunat pe toți [fiii lui] Israél care erau în Galaád, de la mic la mare, femeile, copiii și bunurile lor – o tabără foarte mare – și a venit în ținutul lui Iúda.
45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα.
46 Au ajuns la Efrón, o cetate mare și foarte puternică în drumul lor, pe care nu o puteai ocoli nici prin dreapta, nici prin stânga, ci [trebuia] să treci prin mijlocul ei.
46 καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·
47 I-au închis pe cei care erau din cetate și au blocat porțile cu pietre.
47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
48 Iúda le-a trimis cuvinte de pace, zicând: „Vom trece prin țara voastră ca să mergem în țara noastră. Nimeni nu vă va face niciun rău. [Vrem] doar să trecem în picioare”. Dar ei nu au vrut să îi deschidă.
48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
49 Atunci, Iúda a poruncit să se vestească în tabără ca fiecare să se oprească în locul în care este.
49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ·
50 El a luat bărbați din armată și a luptat împotriva cetății toată ziua aceea și toată noaptea și cetatea a fost dată în mâinile lui.
50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ.
51 I-a nimicit pe toți bărbații prin ascuțișul sabiei și a ras-o la pământ. A luat pradă din ea și a trecut prin cetate deasupra celor uciși.
51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
52 Au traversat Iordánul spre câmpia cea mare, în față cu Baitsán.
52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν.
53 Iúda îi aduna pe cei care rămâneau în urmă și încuraja poporul tot timpul călătoriei, până când a ajuns în ținutul lui Iúda.
53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα.
54 A urcat la muntele Sión cu bucurie și veselie și a adus arderi de tot pentru că nu căzuse dintre ei nimeni până când s-au întors în pace.
54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
55 În zilele în care Iúda și Ionatán erau în Galaád, iar Simon, fratele lui, era în Galiléea, în fața [cetății] Ptolemáis,
55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,
56 Iosíf, [fiul] lui Zaharía, și Azaría, conducătorii armatei, au auzit de faptele de vitejie și de luptele pe care le făcuseră
56 ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,
57 și au spus: „Să ne facem și noi un nume și să mergem să luptăm cu neamurile care sunt în jurul nostru!”.
57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
58 Au poruncit celor care erau în armata ce era cu ei și au mers împotriva [cetății] Iámnia.
58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν.
59 Górgias și bărbații lui au ieșit din cetate ca să-i întâmpine în luptă.
59 καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
60 Iosíf și Azaría au fost înfrânți și au fost urmăriți până la munții Iudéii. Au căzut în ziua aceea din poporul lui Israél până la două mii de bărbați.
60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας.
61 A fost înfrângere mare în popor, pentru că nu au ascultat de Iúda și de frații lui, crezând [că pot face] fapte de vitejie.
61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι·
62 Dar ei nu erau din descendența acelor bărbați prin mâinile cărora a fost dată eliberarea pentru Israél.
62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν.
63 Bărbatul Iúda și frații lui au fost cinstiți foarte mult înaintea întregului Israél și a tuturor neamurilor care au auzit de numele lui.
63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·
64 Și se adunau la ei lăudându-i.
64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
65 Iúda și frații lui au ieșit și au luptat împotriva fiilor lui Esáu în ținutul din sud. Au lovit [cetatea] Hebrón și suburbiile ei, au dărâmat fortărețele ei și au dat foc turnurilor din jurul ei.
65 καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν.
66 Au plecat ca să meargă în ținutul străinilor și au trecut prin Marisá.
66 καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν.
67 În acea zi, au căzut în luptă preoți doritori de fapte de vitejie, pentru că au ieșit la luptă în mod necugetat.
67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
68 Apoi, Iúda s-a îndreptat spre Azót, ținut al străinilor. Le-a dărâmat altarele, a ars statuile zeilor lor, a luat prăzi din cetăți și s-a întors în ținutul lui Iúda.
68 καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Și dacă au auzit neamurile din jur că s-a zidit jertfelnicul și s-a înnoit sfințenia ca și mai înainte, s-au mâniat foarte,
1 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα
2 Și s-au sfătuit ca să piardă neamul lui Iacov, pe cei care erau între ei, și au început a-i omorî și a-i pierde.
2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
3 Și a pornit război Iuda împotriva fiilor lui Edom, în ținutul Acrabatene, căci ei năvăleau mereu peste Israel; și i-au bătut cumplit și i-au strâmtorat și le-au luat prăzi bogate.
3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
4 Și și-a adus aminte de răutatea fiilor lui Beon, care erau poporului spre laț și spre piedică, păzind cu vicleșug drumurile.
4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·
5 Și i-a închis în turnuri, a tăbărât asupra lor, i-a ucis și a ars turnurile împreună cu toți cei dinăuntru.
5 καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.
6 Și a trecut la fiii lui Amon și a aflat mână tare și popor mult și pe Timotei, povățuitorul lor.
6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·
7 Și a făcut împotriva lor războaie și i-a înfrânt și i-a bătut pe ei.
7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
8 Și a luat Iazerul și locurile lui, și s-a întors la Iuda.
8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν.
9 Și s-au adunat neamurile din Galaad împotriva Israeliților care locuiau în hotarele lor, ca să-i piardă, dar ei au fugit în cetatea Datema.
9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα
10 Și au trimis scrisori la Iuda și la frații lui, zicând:
10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
11 «Adunatu-s-au asupra noastră neamurile cele dimprejurul nostru, ca să ne piardă, și se gătesc să vină și să prindă cetatea în care am fugit și Timotei este în fruntea taberii lor.
11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
12 Acum dar, venind, scoate-ne din mâna lor, că mulți au căzut dintre noi.
12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,
13 Și toți frații noștri, care erau în ținutul Tubi, au fost omorâți și au dus în robie pe femeile lor și pe fiii și averea lor și au pierdut acolo ca la o mie de bărbați».
13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
14 Încă citindu-se scrisorile, alți soli au venit din Galileea cu hainele rupte, spunând după cuvintele acestea,
14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα
15 Și zicând că s-au adunat asupra lor de la Ptolemaida, de la Tir, de la Sidon și toată Galileea celor de alt neam, ca să-i piardă.
15 λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
16 Și dacă a auzit Iuda și poporul aceste cuvinte, s-a adunat mulțime mare să se sfătuiască ce vor face pentru acești frați în nevoie, pe care îi băteau aceia.
16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν.
17 Și a zis Iuda lui Simon, fratele său: «Alege-ți oameni și mergi și scapă pe frații tăi cei din Galileea, iar eu și Ionatan, fratele meu, vom merge în Galaad».
17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.
18 Și a lăsat pe Iosif, fiul lui Zaharia, și pe Azaria, căpetenia poporului, cu cealaltă oștire în Iuda spre pază.
18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν
19 Și le-a poruncit, zicând: Fiți mai mari peste poporul acesta și nu porniți cu război asupra neamurilor, până ne vom întoarce.
19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
20 Și s-au împărțit: Lui Simon, bărbați trei mii, ca să meargă în Galileea; iar lui Iuda, bărbați opt mii, ca să meargă în Galaad.
20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
21 Și mergând Simon în Galileea a făcut războaie multe împotriva neamurilor și, zdrobind neamurile înaintea lui, le-a urmărit până la poarta Ptolemaidei.
21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
22 Și au căzut din neamuri ca la vreo trei mii de oameni și le-au luat pradă bogată.
22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
23 Și i-au luat din Galileea și din Arbata cu femeile și cu pruncii lor și cu toate câte aveau și i-au dus în Iudeea cu veselie mare.
23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης.
24 Și Iuda Macabeul și Ionatan, fratele lui, au trecut Iordanul și au mers cale de trei zile în pustiu.
24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
25 Și au dat peste Nabateeni, care, venind înaintea lor cu pace, le-au povestit toate câte li s-au întâmplat fraților lor în Galaad,
25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι
26 Și că mulți dintre ei sunt prinși în Bosra și în Beter, în Alema, Casfon, Mached și Carnaim; toate acestea sunt cetăți tari și mari.
26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
27 Și în celelalte cetăți ale Galaadului sunt închiși, și pentru mâine s-au pregătit să năvălească asupra cetăților și să le ia și pe toți să-i piardă într-o zi.
27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
28 Și a întors Iuda și oastea lui calea spre pustiu la Bosra, fără de veste, și a luat cetatea și a omorât toată partea bărbătească cu ascuțișul sabiei și i-a luat toate prăzile și au ars-o cu foc.
28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
29 Și s-au sculat de acolo noaptea și au mers drept asupra cetății Datema.
29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα·
30 Și dacă s-a făcut ziuă, ridicându-și ochii, iată popor mult, nenumărat, ridica scări și unelte, ca să ia cetatea și aducea război asupra lor.
30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
31 Și văzând Iuda că s-a început războiul și strigarea cetății s-a suit până la cer cu trâmbițe și cu glas mare, a zis bărbaților puterii:
31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ,
32 «Faceți război astăzi pentru frații voștri!»
32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.
33 Și au ieșit cu trei rânduri în spatele lor și au trâmbițat cu trâmbițele și au strigat cu rugăciuni.
33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ.
34 Și a cunoscut tabăra lui Timotei că Macabeu este, și a fugit de la el, și i-a bătut cu luptă mare și au căzut dintre ei în ziua aceea ca la vreo opt mii de bărbați.
34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
35 Și abătându-se Iuda la Mițpa, a făcut război asupra ei și a luat-o și a omorât toată partea bărbătească într-însa, i-a luat prăzile și a ars-o cu foc.
35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί.
36 De acolo purcezând, a luat Casfonul, Machedul, Beterul și celelalte cetăți ale Galaadului.
36 ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
37 Și după întâmplările acestea, a adunat Timotei altă oaste și a tăbărât în fața Rafonului, dincolo de pârâu.
37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου.
38 Și a trimis Iuda să iscodească tabăra, iar aceștia i-au spus lui, zicând: «Adunatu-s-au la ei toate neamurile cele dimprejurul nostru, putere multă foarte.
38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·
39 Și pe Arabi i-a tocmit spre ajutorul lor și sunt tăbărâți dincolo de pârâu, gata să vină asupra ta cu război; și a mers Iuda întru întâmpinarea lor.
39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν.
40 Și a zis Timotei căpeteniilor oștirilor sale: «Când se va apropia Iuda și tabăra lui la pârâul cel cu apă, de va trece la noi el mai înainte, nu vom putea sta înaintea lui, că va fi mai tare decât noi;
40 καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·
41 Iar de se va spăimânta și va tăbărî dincolo de pârâu, să trecem la el și vom fi mai tari».
41 ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.
42 Dacă s-a apropiat Iuda la pârâul cel cu apă, a pus pe căpeteniile oastei la pârâu și le-a poruncit zicând: «Să nu lăsați pe nimeni să se oprească aici, ci să vină toți la război».
42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
43 Și mergând asupra lor, a trecut cel dintâi dincolo și tot poporul lui după el; au fost înfrânte toate neamurile și, lepădând armele, au fugit la capiștea din Carnaim.
43 καὶ διεπέρασεν ἐπ’ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν.
44 Și a luat cetatea și capiștea, au ars-o cu foc împreună cu toți cei care erau în ea, și a fost înfrânt Carnaimul și n-a mai putut să mai stea înaintea lui Iuda.
44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου.
45 Și a adunat Iuda pe tot Israelul, pe cei care erau în Galaad, de la cel mic până la cel mare, și pe femeile și fiii lor și averea lor, tabără mare foarte, ca să vină în pământul lui Iuda.
45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα.
46 Și a venit până la Efron, și aceasta este cetate mare și la intrarea ei foarte tare; nu se putea abate de la ea de-a dreapta sau de-a stânga, ci trebuia să meargă prin mijlocul ei.
46 καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·
47 Și i-au închis afară cei din cetate.
47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
48 Și au astupat porțile cu pietre.
48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
49 Și a trimis la ei Iuda cuvinte de pace, zicând:
49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ·
50 «Trece-vom prin pământul tău, ca să ne ducem în pământul nostru, și nimeni nu vă va face rău, numai cu picioarele vom trece», și n-au vrut să-i deschidă.
50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ.
51 Și a poruncit Iuda să strige în tabără, ca să tabere fiecare în care loc este; și au tăbărât ostașii, și au făcut război cetății toată ziua aceea și toată noaptea, și a căzut cetatea în mâinile lui.
51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
52 Și a pierdut toată partea bărbătească cu ascuțișul sabiei, și a luat prăzile ei, și a trecut prin cetate pe deasupra celor omorâți, și a trecut Iordanul la câmpul cel mare dinspre Betșean.
52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν.
53 Și Iuda aduna pe cei mai de pe urmă și mângâia poporul pe tot drumul, până ce a venit în pământul Iudei.
53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα.
54 Și s-a suit în muntele Sionului cu veselie și cu bucurie și au adus arderi de tot, căci n-a căzut dintre ei nimeni până ce s-a întors cu pace.
54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
55 Iar în zilele în care erau Iuda și Ionatan în Galaad, și Simon, fratele lui, în Galileea în fața Ptolemaidei,
55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,
56 Au auzit Iosif, fiul lui Zaharia, și Azaria, mai-marii oștirilor, despre vitejiile și despre războiul care s-a făcut, și au zis:
56 ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,
57 «Să ne facem și noi faimă și să mergem să ne războim cu neamurile dimprejurul nostru».
57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
58 Și au poruncit celor din oștire, care erau cu ei, și au mers asupra Iamniei.
58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν.
59 Și au ieșit Gorgias din cetate și bărbații lui înaintea lor la război.
59 καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
60 Și au fost înfrânți Iosif și Azaria și alungați până la hotarele Iudei și au căzut în ziua aceea din poporul lui Israel ca vreo două mii de bărbați și s-a făcut înfrângere mare în Israel,
60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας.
61 Pentru că n-au ascultat de Iuda și de frații lui, gândind să facă vitejie.
61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι·
62 Iar aceștia nu erau din seminția bărbaților acelor prin ale căror mâini s-a făcut mântuire lui Israel.
62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν.
63 Iar Iuda și frații lui s-au mărit înaintea a tot Israelul și a tuturor neamurilor, unde se auzea numele lor,
63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·
64 Încât mulți se adunau la ei lăudându-i.
64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
65 Și a ieșit Iuda și frații lui, ca să bată pe fiii lui Edom în pământul de către miazăzi, și au bătut pe Hebron și fratele lui și au stricat tăria lui, și turnurile lui i le-au ars.
65 καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν.
66 Și s-au sculat să meargă în pământul celor de alt neam și au trecut prin Samaria.
66 καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν.
67 În ziua aceea au căzut preoții cetăților, vrând să facă bărbăție și ieșind la război fără de sfat.
67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
68 Și s-a abătut Iuda la Azot, pământul celor de alt neam, și a surpat capiștile lor, și idolii cei ciopliți i-a ars cu foc și a luat prăzile cetăților și s-a întors în Iudeea.