Ἀποκάλυψις Ἰωάννου (Apocalipsul sfântului Ioan)

traducerea greacă bizantină

Capitolul 1

1 Ἀποκάλυψις Ἰησοῦ χριστοῦ, ἣν ἔδωκεν αὐτῷ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, 2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ, ὅσα εἶδεν. 3 Μακάριος ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα γὰρ καιρὸς ἐγγύς. 4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳχάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ ὢν καὶ ἦν καὶ ἐρχόμενοςκαὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἐνώπιον τοῦ θρόνου αὐτοῦ 5 καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, μάρτυς πιστός, πρωτότοκος τῶν νεκρῶν, καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ 6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦαὐτῷ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7 Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησανκαὶ κόψονται ἐπαὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.

8 Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ , λέγει κύριος θεός, ὢν καὶ ἦν καὶ ἐρχόμενος, παντοκράτωρ.

9 Ἐγὼ Ἰωάννης, ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ. 10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳκαὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος, 11 λεγούσης, βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. 12 Καὶ ἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. 14 δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιώνκαὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοικαὶ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16 Καὶ ἔχων ἐν τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρας ἑπτάκαὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένηκαὶ ὄψις αὐτοῦ, ὡς ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρόςκαὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπἐμέ, λέγων, Μὴ φοβοῦἐγώ εἰμι πρῶτος καὶ ἔσχατος, 18 καὶ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήνκαὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾍδου. 19 Γράψον οὖν εἶδες, καὶ εἰσιν, καὶ μέλλει γίνεσθαι μετὰ ταῦτα 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίνκαὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

Textul a fost copiat în clipboard