1 Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου. 2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ∙ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. 3 Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι∙ καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται∙ καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, 4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ∙ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. 5 Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ αὐτούς∙ καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6 Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί∙ καὶ κύριος ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 7 Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. 9 Καὶ λέγει μοι, Ὅρα μή∙ σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου∙ τῷ θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου∙ ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. 11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι∙ καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι∙ καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι∙ καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. 12 Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. 13 Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος. 14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω∙ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσαι ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ∙ 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.
1 Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ∙ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι∙ καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται∙ καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ∙ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ αὐτούς∙ καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6 Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί∙ καὶ κύριος ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 Καὶ λέγει μοι, Ὅρα μή∙ σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου∙ τῷ θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου∙ ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι∙ καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι∙ καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι∙ καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω∙ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσαι ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ∙
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.
Traducerea catolică
Traducerea greacă bizantină
1 Apoi mi-a arătat un râu cu apa vieții, strălucitor ca cristalul, care ieșea din tronul lui Dumnezeu și al Mielului.
1 Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
2 În mijlocul pieței [cetății], de o parte și de alta a râului, crește pomul vieții, care aduce douăsprezece roade: în fiecare lună își dădea rodul său, iar frunzele copacului erau pentru vindecarea neamurilor.
2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ∙ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 Și nu va mai fi niciun blestem. Tronul lui Dumnezeu și al Mielului va fi în [cetate] și servitorii săi îi vor aduce cult.
3 Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι∙ καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται∙ καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4 Ei vor vedea fața lui, iar numele său va fi pe frunțile lor.
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ∙ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Nu va mai fi noapte acolo și nu vor mai avea nevoie nici de lumina candelei, nici de lumina soarelui, pentru că Domnul Dumnezeu îi va lumina, iar ei vor domni în vecii vecilor.
5 Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ αὐτούς∙ καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6 Și mi-a zis: „Acestea sunt cuvinte adevărate și vrednice de crezare, iar Domnul Dumnezeul duhurilor profeților l-a trimis pe îngerul său ca să le arate slujitorilor săi ceea ce trebuie să se întâmple în curând.
6 Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί∙ καὶ κύριος ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Și, iată, eu vin curând! Fericit cel care păstrează cuvintele profeției cărții acesteia!”.
7 Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Iar eu, Ioan, sunt cel care am auzit și am văzut acestea. Când le-am auzit și le-am văzut, am căzut la picioarele îngerului care mi-a arătat acestea, ca să-l ador.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 Dar el mi-a zis: „Vezi să nu [faci asta]! Sunt și eu un slujitor împreună cu tine și cu frații tăi, cu profeții și cu cei care păstrează cuvintele cărții acesteia. Pe Dumnezeu să-l adori!”.
9 Καὶ λέγει μοι, Ὅρα μή∙ σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου∙ τῷ θεῷ προσκύνησον.
10 Apoi mi-a zis: „Nu sigila cuvintele profeției cărții acesteia, pentru că timpul este aproape!
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου∙ ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 Cine este nedrept să nedreptățească încă, cine este necurat să fie tot necurat, dar cine este drept să facă mai departe dreptatea, iar cine este sfânt să se mai sfințească!”.
11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι∙ καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι∙ καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι∙ καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 „Iată, eu vin curând și răsplata mea este cu mine, ca să dau fiecăruia după ceea ce a făcut!
12 Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 Eu sunt alfa și omega, cel dintâi și cel din urmă, începutul și sfârșitul.
13 Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14 Fericiți cei care își spală hainele ca să aibă putere asupra pomului vieții și să poată intra prin porți în cetate!
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 Afară câinii, vrăjitorii, desfrânații, criminalii, idolatrii și oricine iubește și practică minciuna!
15 Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Eu, Isus, l-am trimis pe îngerul meu ca să mărturisească acestea înaintea voastră și înaintea Bisericilor. Eu sunt rădăcina, neamul lui Davíd, steaua care strălucește, aceea de dimineață”.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Și Duhul și Mireasa spun: „Vino!”. Iar cel care aude să spună „Vino!”. Și cel căruia îi este sete, cel care vrea să primească apa vieții în dar, să vină!
17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω∙ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Eu dau mărturie înaintea oricui ascultă cuvintele profeției cărții acesteia: dacă va adăuga cineva ceva la ele, va trimite Dumnezeu peste el plăgile scrise în cartea aceasta,
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσαι ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ∙
19 iar dacă cineva îndepărtează [ceva] din cuvintele cărții profeției acesteia, Dumnezeu va îndepărta partea lui de la pomul vieții și de la cetatea cea sfântă și de la cele scrise în cartea aceasta.
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Cel care dă mărturie spune acestea:
„Da, voi veni curând”.
„Amin! Vino, Doamne Isuse!”.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, κύριε Ἰησοῦ.
21 Harul Domnului Isus [să fie] cu toți!
21 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.