Ἀποκάλυψις Ἰωάννου (Apocalipsul sfântului Ioan)

traducerea greacă bizantină

Capitolul 20

1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2 Καὶ ἐκράτησεν τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν διάβολος καὶ Σατανᾶς, πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτηκαὶ μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον.

4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπαὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖςκαὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον, οὐδὲ τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶνκαὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ τὰ χίλια ἔτη. 5 Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἀνάστασις πρώτη. 6 Μακάριος καὶ ἅγιος ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃἐπὶ τούτων δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μεταὐτοῦ χίλια ἔτη.

7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμονὧν ἀριθμὸς ὡς ἄμμος τῆς θαλάσσης. 9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένηνκαὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, καὶ κατέφαγεν αὐτούς. 10 Καὶ διάβολος πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ψευδοπροφήτηςκαὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

11 Καὶ εἶδον θρόνον μέγαν λευκόν, καὶ τὸν καθήμενον ἐπαὐτόν, οὗ ἀπὸ προσώπου ἔφυγεν γῆ καὶ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνεῴχθησανκαὶ ἄλλο βιβλίον ἠνεῴχθη, ἐστιν τῆς ζωῆςκαὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13 Καὶ ἔδωκεν θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ Θάνατος καὶ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖςκαὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 Καὶ Θάνατος καὶ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρόςοὗτος θάνατος δεύτερός ἐστιν, λίμνη τοῦ πυρός. 15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν

Textul a fost copiat în clipboard