1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ
τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον. 2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος∙ καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. 5 Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμέναι∙ ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες∙
6 ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες∙
7 ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες∙
8 ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες ἐσφραγισμέναι. 9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν∙ 10 καὶ κράζουσιν φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες, Ἀμήν∙ ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον; 14 Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ∙ καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ’ αὐτούς. 16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ’ οὐ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα∙ 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ
τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον.
2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος∙ καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
5 Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμέναι∙ ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες∙
6 ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες∙
7 ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες∙
8 ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες ἐσφραγισμέναι.
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν∙
10 καὶ κράζουσιν φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ,
12 λέγοντες, Ἀμήν∙ ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον;
14 Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ∙ καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ’ αὐτούς.
16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ’ οὐ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα∙
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Traducerea catolică
Traducerea greacă bizantină
1 După aceea, am văzut patru îngeri stând în picioare la cele patru unghiuri ale pământului. Ei țineau [în frâu] cele patru vânturi ale pământului ca să nu sufle niciun vânt nici peste pământ, nici pe mare și nici peste vreun copac.
1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ
τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον.
2 Și am văzut un alt înger ridicându-se de la răsăritul soarelui și având sigiliul Dumnezeului celui viu. El a strigat cu glas puternic către cei patru îngeri cărora le fusese dat să dăuneze pământului și mării,
2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος∙ καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 spunând: „Nu dăunați pământului, nici mării și nici copacilor, până când nu vom pune sigiliul pe fruntea slujitorilor Dumnezeului nostru!”.
3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Și am auzit numărul celor care au fost însemnați cu sigiliul: o sută patruzeci și patru de mii de însemnați, din toate triburile fiilor lui Israél:
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
5 din tribul lui Iúda,
douăsprezece mii de însemnați cu sigiliu;
din tribul lui Rubén, douăsprezece mii;
din tribul lui Gad, douăsprezece mii;
5 Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμέναι∙ ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες∙
6 din tribul lui Așér, douăsprezece mii;
din tribul lui Neftáli, douăsprezece mii;
din tribul lui Manáse, douăsprezece mii;
6 ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες∙
7 din tribul lui Simeón, douăsprezece mii;
din tribul lui Lévi, douăsprezece mii;
din tribul lui Isahár, douăsprezece mii;
7 ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες∙
8 din tribul lui Zabulón, douăsprezece mii;
din tribul lui Iosíf, douăsprezece mii;
din tribul lui Beniamín, douăsprezece mii
de însemnați cu sigiliu.
8 ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες∙ ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες∙ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες ἐσφραγισμέναι.
9 După acestea, am văzut și, iată, o mulțime mare pe care nimeni nu putea să o numere, din toate neamurile, triburile, popoarele și limbile. Ei stăteau [în picioare] în fața tronului și în fața Mielului, îmbrăcați cu haine albe și cu ramuri de palmier în mâini.
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν∙
10 Ei strigau cu glas puternic:
„Mântuirea aparține Dumnezeului nostru,
celui care șade pe tron, și Mielului”.
10 καὶ κράζουσιν φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.
11 Și toți îngerii stăteau [în picioare] în jurul tronului, al bătrânilor și al celor patru ființe, cădeau cu fața la pământ înaintea tronului și-l adorau pe Dumnezeu
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ,
12 și spuneau:
„Amin!
Binecuvântarea, gloria, înțelepciunea,
mulțumirea, cinstea, puterea și tăria
[să fie] Dumnezeului nostru
în vecii vecilor! Amin!”.
12 λέγοντες, Ἀμήν∙ ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13 Unul dintre bătrâni a luat cuvântul și mi-a zis: „Cine sunt și de unde vin cei care sunt îmbrăcați cu haine albe?”
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον;
14 I-am zis: „Domnul meu, tu știi”. Iar el mi-a spus: „Aceștia sunt cei care vin din strâmtorarea cea mare. Ei și-au spălat hainele și le-au albit în sângele Mielului.
14 Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 De aceea stau ei
înaintea tronului lui Dumnezeu
și îi aduc cult ziua și noaptea
în templul său,
iar cel care stă pe tron
îi va adăposti în cortul său;
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ∙ καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ’ αὐτούς.
16 nu le va mai fi foame
și nici nu le va mai fi sete,
nu-i va mai arde soarele și nici arșița.
16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ’ οὐ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα∙
17 Căci Mielul din mijlocul tronului îi va păstori
și-i va conduce la izvoarele apelor vieții,
iar Dumnezeu va șterge orice lacrimă
din ochii lor”.
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.