1 Ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν, ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου 2 διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων, 3 καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. 4 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ· 5 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν. 6 καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, 7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν; 8 καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ. 9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν. 10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ. 11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 12 Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. 13 ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς 14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. 15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν· 16 τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε. 17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον. 18 καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν. 19 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί. 20 καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωυσῆς. 21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο. 22 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομορ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ. 23 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί. 24 καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. 25 εἶπεν δὲ Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ. 26 ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ. 27 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον. 28 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; 29 ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 30 καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ μαν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι. 32 εἶπεν δὲ Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου. 33 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν. 34 ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν. 35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης. 36 τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
1 Ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν, ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
2 διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων,
3 καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
4 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·
5 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν.
6 καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,
7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν;
8 καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ.
9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.
10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ.
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
12 Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
13 ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν·
16 τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.
17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.
18 καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν.
19 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.
20 καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωυσῆς.
21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο.
22 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομορ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ.
23 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί.
24 καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.
25 εἶπεν δὲ Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.
26 ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.
27 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.
28 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
29 ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
30 καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ μαν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.
32 εἶπεν δὲ Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου.
33 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
34 ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.
35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.
36 τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Plecând apoi din Elim, a venit toată obștea fiilor lui Israel în pustia Sin, care este între Elim și între Sinai, în ziua a cincisprezecea a lunii a doua, după ieșirea din Egipt.
1 Ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν, ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
2 În pustia aceasta toată obștea fiilor lui Israel a cârtit împotriva lui Moise și Aaron.
2 διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων,
3 Și au zis către ei fiii lui Israel: „Mai bine muream bătuți de Domnul în pământul Egiptului, când ședeam împrejurul căldărilor cu carne și mâncam pâine de ne săturam! Dar voi ne-ați adus în pustia aceasta, ca toată obștea aceasta să moară de foame”.
3 καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
4 Domnul însă a zis către Moise: „Iată Eu le voi ploua pâine din cer. Să iasă dar poporul și să adune în fiecare zi cât trebuie pentru o zi, ca să-l încerc dacă va umbla sau nu după legea Mea.
4 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·
5 Iar în ziua a șasea să adune de două ori mai mult decât adunau în celelalte zile, pentru o zi”.
5 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν.
6 Atunci au zis Moise și Aaron către toată adunarea fiilor lui Israel: „Diseară veți cunoaște că Domnul v-a scos din pământul Egiptului.
6 καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,
7 Și dimineață veți vedea slava Domnului, că El a auzit cârtirea voastră împotriva lui Dumnezeu; iar noi ce suntem de cârtiți împotriva noastră?”
7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν;
8 Și a mai zis Moise: „Când Domnul vă va da diseară carne să mâncați și dimineață pâine să vă săturați, din aceea veți afla că a auzit Domnul cârtirea ce ați ridicat asupra Lui. Căci noi ce suntem? Cârtirea voastră nu este împotriva noastră, ci împotriva lui Dumnezeu”.
8 καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ.
9 Apoi a zis Moise către Aaron: „Spune la toată adunarea fiilor lui Israel: Apropiați-vă înaintea lui Dumnezeu, că a auzit cârtirea voastră!”
9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.
10 Iar când vorbea Aaron către toată adunarea fiilor lui Israel, au căutat ei spre pustie și iată slava Domnului s-a arătat în nor.
10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ.
11 Și a grăit Domnul cu Moise și a zis:
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
12 „Am auzit cârtirea fiilor lui Israel. Spune-le dar: Diseară carne veți mânca, iar dimineață vă veți sătura de pâine și veți cunoaște că Eu, Domnul, sunt Dumnezeul vostru”.
12 Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
13 Iar, dacă s-a făcut seară, au venit prepelițe și au acoperit tabăra, iar dimineața, după ce s-a luat roua dimprejurul taberei,
13 ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
14 Iată, se afla pe fața pustiei ceva mărunt, ca niște grăunțe, și albicios, ca grindina pe pământ.
14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
15 Și văzând fiii lui Israel, au zis unii către alții: „Ce e asta?” Că nu știau ce e. Iar Moise le-a zis: „Aceasta e pâinea pe care v-o dă Dumnezeu să o mâncați.
15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν·
16 Iată ce a poruncit Domnul: Adunați fiecare cât să vă ajungă de mâncat; câte un omer de om, după numărul sufletelor voastre; fiecare câți are în cort, atâtea omere să adune!”
16 τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.
17 Și au făcut așa fiii lui Israel; au adunat unii mai mult, alții mai puțin;
17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.
18 Dar măsurând cu omerul, nici celui ce adunase mult n-a prisosit, nici celui ce adunase puțin n-a lipsit, ci fiecare, cât era deajuns la cei ce erau cu sine, atât a adunat.
18 καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν.
19 Zis-a iarăși Moise către ei: „Nimeni să nu lase din aceasta pe a doua zi”.
19 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.
20 Dar ei n-au ascultat pe Moise, ci unii au lăsat din aceasta pe a doua zi; dar a făcut viermi și s-a stricat. Și s-a mâniat pe ei Moise.
20 καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωυσῆς.
21 Fiecare aduna mană dimineața cât îi trebuia pentru mâncat în ziua aceea, căci, dacă se înfierbânta soarele, ceea ce rămânea se topea.
21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο.
22 Iar în ziua a șasea adunară de două ori mai multă: câte două omere de fiecare. Și au venit toate căpeteniile adunării să-l înștiințeze pe Moise.
22 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομορ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ.
23 Iar Moise le-a zis: „Iată ce a zis Domnul: Mâine e odihnă, odihna cea sfântă în cinstea Domnului; ce trebuie copt coaceți, ce trebuie fiert, fierbeți astăzi, și ce va rămâne, păstrați pe a doua zi!”
23 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί.
24 Și au lăsat din acestea până dimineața, după cum le poruncise Moise, și nu s-au stricat nici n-au făcut viermi.
24 καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.
25 Apoi a zis Moise: „Mâncați aceasta astăzi, că astăzi este odihna în cinstea Domnului și nu veți găsi de aceasta astăzi pe câmp.
25 εἶπεν δὲ Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.
26 Șase zile să adunați, iar ziua a șaptea este zi de odihnă și nu veți afla din ea în această zi”.
26 ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.
27 Dar unii din popor au ieșit să adune și în ziua a șaptea și n-au găsit.
27 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.
28 Atunci Domnul a zis către Moise: „Până când nu veți voi să ascultați de poruncile Mele și de învățăturile Mele?
28 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
29 Vedeți că Domnul v-a dat ziua aceasta de odihnă și de aceea vă dă El în ziua a șasea și pâine pentru două zile; rămâneți fiecare în casele voastre și nimeni să nu iasă de la locul său în ziua a șaptea”.
29 ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
30 Și s-a odihnit poporul în ziua a șaptea.
30 καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
31 Casa lui Israel i-a pus numele mană și aceasta era albă, ca sămânța de coriandru, iar la gust ca turta cu miere.
31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ μαν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.
32 După aceea Moise a zis: „Iată ce poruncește Domnul: Umpleți cu mană un omer, ca să se păstreze în viitor urmașilor voștri, ca să vadă pâinea cu care v-am hrănit Eu în pustie, după ce v-am scos din țara Egiptului”.
32 εἶπεν δὲ Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου.
33 Iar către Aaron a zis Moise: „Ia un vas de aur și toarnă în el un omer plin cu mană și pune-l înaintea Domnului, ca să se păstreze în viitor pentru urmașii voștri!”
33 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
34 Și l-a pus Aaron înaintea chivotului mărturiei, ca să se păstreze, cum poruncise Domnul lui Moise.
34 ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.
35 Iar fiii lui Israel au mâncat mană patruzeci de ani, până ce au ajuns în țară locuită; până ce au ajuns în hotarele pământului Canaan au mâncat mană.
35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.
36 Iar omerul este a zecea parte dintr-o efă.
36 τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.