1 Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Οὗτοι οἱ λόγοι, οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς. 2 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω. 3 οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος. 4 Καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος λέγων 5 Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, 6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας 7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα 8 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. 9 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. 10 καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξεν κύριος· 11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους 12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος 13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς 14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς 15 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς 16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ 17 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ 18 καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, 19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως. – 20 καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ 21 καὶ ἤνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. 22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν· πᾶς, ᾧ ἔδοξεν τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες, ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ. 23 καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν. 24 καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ, καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς, ἤνεγκαν. 25 καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον· 26 καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. 27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογεῖον 28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος. 29 καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίῳ. 30 Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ Ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα 31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων 32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν 33 καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας· 34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ, αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαμακ ἐκ φυλῆς Δαν· 35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.
1 Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Οὗτοι οἱ λόγοι, οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς.
2 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
3 οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.
4 Καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος λέγων
5 Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν,
6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
8 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
9 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
10 καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξεν κύριος·
11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
15 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
17 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
18 καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,
19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως. –
20 καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ
21 καὶ ἤνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.
22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν· πᾶς, ᾧ ἔδοξεν τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες, ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ.
23 καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.
24 καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ, καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς, ἤνεγκαν.
25 καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον·
26 καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας.
27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογεῖον
28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.
29 καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίῳ.
30 Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ Ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα
31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
33 καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ, αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαμακ ἐκ φυλῆς Δαν·
35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci a adunat Moise toată obștea fiilor lui Israel și le-a zis: „Iată ce a poruncit Domnul să faceți:
1 Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Οὗτοι οἱ λόγοι, οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς.
2 Șase zile să lucrați, iar ziua a șaptea să fie sfântă pentru voi, zi de odihnă, odihna Domnului; tot cel ce va lucra în ziua aceea va fi omorât.
2 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
3 În ziua odihnei să nu faceți foc în toate locașurile voastre. Eu sunt Domnul!”
3 οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.
4 Apoi a grăit Moise la toată obștea fiilor lui Israel și a zis: „Iată ce a mai poruncit Domnul să vă spun:
4 Καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος λέγων
5 Aduceți din ale voastre, daruri Domnului; fiecare să aducă Domnului daruri cât îl lasă inima: aur, argint și aramă;
5 Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν,
6 Mătase violetă, stacojie și vișinie, vison răsucit și păr de capră;
6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
7 Piei de berbec vopsite roșu, piei de vițel de mare și lemn de salcâm;
7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
8 Untdelemn pentru sfeșnic și aromate pentru mirul de uns și pentru făcut miresme de tămâie,
8 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
9 Piatră de sardiu, pietre pentru prins la efod și la hoșen.
9 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
10 Tot cel cu minte înțeleaptă dintre voi să vină și să facă toate câte a poruncit Domnul:
10 καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξεν κύριος·
11 Cortul și acoperămintele lui, acoperișul lui cel de deasupra, verigile și scândurile lui, pârghiile, stâlpii și postamentele lor;
11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
12 Chivotul legii și pârghiile lui, capacul lui și perdeaua despărțitoare, pietre de smarald, tămâie și mir de ungere;
12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
13 Masa cu pârghiile și toate uneltele ei și pâinile pentru punerea înainte,
13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
14 Sfeșnicul pentru luminat cu toate obiectele lui, candelele lui și untdelemnul de ars;
14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
15 Jertfelnicul tămâierii și pârghiile lui și miresme pentru tămâiere,
15 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
16 Jertfelnicul pentru arderile de tot, împletitura de sârmă pentru el, pârghiile lui și toate cele de trebuință pentru el; baia și postamentul ei,
16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
17 Perdelele curții, stâlpul ei cu postamentele lor și perdeaua de la intrarea în curte,
17 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
18 Țărușii cortului; țărușii curții și frânghiile lor,
18 καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,
19 Veșmintele sfinte pentru făcut slujba în locașul sfânt; veșminte sfinte pentru Aaron preotul și veșminte pentru fiii lui, pentru slujba preoției”.
19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως. –
20 După aceea, plecând toată obștea fiilor lui Israel de la Moise,
20 καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ
21 A adus fiecare cât l-a lăsat inima sa și cât l-a îndemnat cugetul să aducă dar Domnului, pentru facerea cortului adunării și a tuturor lucrurilor lui și pentru toate veșmintele sfinte.
21 καὶ ἤνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.
22 Și veneau bărbații cu femeile și fiecare, după cum îl lăsa inima, aducea verigi, cercei, inele, brățări și tot felul de lucruri de aur; cum voia fiecare să aducă Domnului daruri de aur.
22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν· πᾶς, ᾧ ἔδοξεν τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες, ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ.
23 Fiecare din cei ce aveau mătase violetă, stacojie și vișinie, în și păr de capră, piei de berbec vopsite roșu și vânăt, le aducea.
23 καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.
24 Fiecare din cei ce puteau să aducă în dar argint sau aramă, aducea din acestea Domnului; și fiecare din cei ce aveau lemn de salcâm, aducea pentru toate cele de trebuință;
24 καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ, καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς, ἤνεγκαν.
25 Toate femeile cu minte iscusită torceau cu mâinile lor și aduceau tort, mătase violetă, stacojie și vișinie și în.
25 καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον·
26 Toate femeile, pe care le trăgea inima și știau să toarcă, torceau păr de capră;
26 καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας.
27 Iar căpeteniile aduceau pietre de smarald și pietre scumpe de pus la efod și la hoșen,
27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογεῖον
28 Precum și miresme, untdelemn pentru candelabru, mir de ungere și miresme de tămâiere.
28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.
29 Deci tot bărbatul și femeia din fiii lui Israel, pe care i-a tras inima să aducă pentru toate lucrurile ce poruncise Domnul prin Moise să se facă, au adus dar de bună voie Domnului.
29 καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίῳ.
30 Apoi a zis Moise către fiii lui Israel: „Iată Domnul a chemat anume pe Bețaleel, fiul lui Uri al lui Or, din seminția lui Iuda,
30 Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ Ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα
31 Și l-a umplut de duhul dumnezeiesc al înțelepciunii, al priceperii, al științei și a toată iscusința,
31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
32 Ca să lucreze țesături iscusite, să facă lucruri de aur, de argint și de aramă;
32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
33 Să cioplească pietrele scumpe pentru încrustat, să sape în lemn și să facă tot felul de lucruri iscusite.
33 καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
34 Și priceperea de a învăța pe alții a pus-o în inima lui, în a lui și a lui Oholiab, fiul lui Ahisamac, din seminția lui Dan.
34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ, αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαμακ ἐκ φυλῆς Δαν·
35 A umplut inima acestora de înțelepciune, ca să facă pentru locașul sfânt orice lucru de săpător și de țesător iscusit, de cusător pe pânză de mătase violetă, stacojie și vișinie și de în, și de țesător în stare de a face orice lucru și a născoci țesături iscusite”.
35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.