1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς· 2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος. 3 εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι. 4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου, 5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς· 6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω. 7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος; 8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω, καὶ εἶπεν αὐτοῖς Πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι; 9 καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν. 10 καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, κύριος μεθ’ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν. 11 μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω. – 12 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα. 13 καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα 14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως. 15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου. 16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς· 17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον. 18 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν. 19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου. 20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ. 21 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος. 22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας, 23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο. 24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν. 25 καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν, 26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ. 27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. 28 καὶ λέγει Φαραω Ἄπελθε ἀπ’ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. 29 λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον.
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς·
2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.
3 εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου,
5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω.
7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω, καὶ εἶπεν αὐτοῖς Πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
9 καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν.
10 καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, κύριος μεθ’ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν.
11 μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω. –
12 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα.
13 καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα
14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου.
16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον.
18 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν.
19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ.
21 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος.
22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας,
23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο.
24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν.
25 καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν,
26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.
27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.
28 καὶ λέγει Φαραω Ἄπελθε ἀπ’ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.
29 λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci a grăit iarăși Domnul cu Moise și a zis: „Intră la Faraon, că i-am învârtoșat inima lui și a slugilor lui, ca să arăt între ei pe rând aceste semne ale Mele;
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς·
2 Ca să istorisiți în auzul fiilor voștri și al fiilor fiilor voștri câte am făcut în Egipt și semnele Mele, pe care le-am arătat într-însul, și ca să cunoașteți că Eu sunt Domnul!”
2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.
3 Și a intrat Moise și Aaron la Faraon și i-au zis: „Așa grăiește Domnul Dumnezeul Evreilor: Până când nu vei vrea să te smerești înaintea Mea? Lasă pe poporul Meu, ca să-Mi slujească!
3 εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
4 Iar de nu vei lăsa pe poporul Meu, iată mâine, pe vremea asta, voi aduce lăcuste multe în toate hotarele tale;
4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου,
5 Și vor acoperi ele fața pământului, încât pământul nu se va putea vedea, și vor mânca tot ce a mai rămas la voi, pe pământ, nestricat de grindină; toți pomii ce cresc prin câmpiile voastre;
5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
6 Vor umplea casele tale, casele tuturor slugilor tale și toate casele în tot pământul Egiptenilor, cum n-au văzut părinții tăi, nici părinții părinților tăi de când trăiesc ei pe pământ și până în ziua de astăzi”. Apoi s-a întors Moise și a ieșit de la Faraon.
6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω.
7 Atunci dregătorii lui Faraon au zis către acesta: „Oare mult are să ne chinuiască omul acesta? Dă drumul oamenilor acestora, ca să facă slujbă Dumnezeului lor! Sau vrei să vezi Egiptul pierind?”
7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
8 Și ei au întors pe Moise și pe Aaron la Faraon; iar Faraon a zis către ei: „Duceți-vă și faceți slujbă Domnului Dumnezeului vostru! Dar cine sunt cei care trebuie să meargă?”
8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω, καὶ εἶπεν αὐτοῖς Πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
9 Răspuns-a Moise: „Vom merge cu cei tineri și cu cei bătrâni ai noștri, cu fiii noștri, cu fiicele noastre, cu oile noastre și cu boii noștri, căci e sărbătoarea Domnului Dumnezeului nostru”.
9 καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν.
10 Faraon însă le-a zis: „Fie așa! Dumnezeu cu voi! Eu sunt gata să vă dau drumul. Dar la ce să vă duceți cu copiii? Se vede că aveți gând rău.
10 καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, κύριος μεθ’ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν.
11 Nu! Duceți-vă numai bărbații și faceți slujbă Domnului, cum ați cerut!” Și au fost dați afară de la Faraon.
11 μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω. –
12 Atunci a zis Domnul către Moise: „Întinde-ți mâna ta asupra pământului Egiptului și vor năvăli lăcustele asupra pământului Egiptului și vor mânca toată iarba pământului, toate roadele pomilor și tot ce a rămas nestricat de grindină”.
12 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα.
13 Deci și-a ridicat Moise toiagul său asupra pământului Egiptului și a adus Domnul asupra pământului acestuia vânt de la răsărit toată ziua aceea și toată noaptea și, când s-a făcut ziuă, vântul de la răsărit a adus lăcuste.
13 καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα
14 Și au năvălit ele în tot pământul Egiptului, s-au așezat în toate ținuturile Egiptului mulțime multă; asemenea lăcuste n-au mai fost și nu vor mai fi.
14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
15 Și au acoperit ele toată țara, cât nu se mai vedea pământul; și au mâncat toată iarba pământului și toate roadele pomilor, care nu fuseseră stricate de grindină; și n-a rămas nici un fir de verdeață, nici în arbori, nici în iarba câmpului în tot pământul Egiptului.
15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου.
16 Atunci Faraon a chemat în grabă pe Moise și pe Aaron și le-a zis: „Greșit-am înaintea Domnului Dumnezeului vostru și înaintea voastră!
16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
17 Iertați-mi acum încă o dată greșeala mea și vă rugați Domnului Dumnezeului vostru să abată în orice chip de la mine prăpădul acesta!”
17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον.
18 Și ieșind de la Faraon, Moise s-a rugat lui Dumnezeu,
18 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν.
19 Și Domnul a stârnit vânt puternic de la apus și acesta a dus lăcustele și le-a aruncat în Marea Roșie și n-a rămas nici o lăcustă în tot pământul Egiptului.
19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
20 Dar Domnul a învârtoșat inima lui Faraon și acesta n-a dat drumul fiilor lui Israel.
20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ.
21 Atunci a zis Domnul către Moise: „Întinde mâna ta spre cer și se va face întuneric în pământul Egiptului, încât să-l pipăi cu mâna”.
21 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος.
22 Și și-a întins Moise mâna sa spre cer și s-a făcut întuneric beznă trei zile în tot pământul Egiptului,
22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας,
23 De nu se vedea om cu om, și nimeni nu s-a urnit de la locul său trei zile. Iar la fiii lui Israel a fost lumină peste tot în locuințele lor.
23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο.
24 Atunci a chemat Faraon pe Moise și pe Aaron și le-a zis: „Duceți-vă și faceți slujbă Domnului Dumnezeului vostru, dar să rămână aici vitele voastre mărunte și mari, iar copiii să meargă cu voi”.
24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν.
25 Moise însă a zis: „Ba nu, ci dă-ne vite pentru jertfele și arderile de tot ce avem să aducem Domnului Dumnezeului nostru.
25 καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν,
26 Deci, să meargă cu noi și turmele noastre și să nu rămână nici un picior, căci din ele avem să luăm ca să aducem jertfă Domnului Dumnezeului nostru; dar, până nu vom ajunge acolo, nu știm ce avem să aducem jertfă Domnului Dumnezeului nostru”.
26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.
27 Domnul a învârtoșat inima lui Faraon și el n-a vrut să le dea drumul,
27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.
28 Ci a zis Faraon către Moise: „Du-te de aici! Dar bagă de seamă să nu te mai arăți în fața mea, căci în ziua când vei vedea fața mea, vei muri”.
28 καὶ λέγει Φαραω Ἄπελθε ἀπ’ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.
29 Răspuns-a Moise: „Cum ai zis, așa va fi. Mai mult nu voi mai vedea fața ta!”
29 λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον.