1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων 2 Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν. 3 Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη. 4 ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων. 5 καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ. 6 ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου· 7 ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτόν, οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου. 8 καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. 9 καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου. 10 καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ’ ἡμερῶν εἰς ἡμέρας. 11 καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν, 12 καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικά, ἁγιάσεις τῷ κυρίῳ. 13 πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. 14 ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· 15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. 16 καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου. 17 Ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. 18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν. πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου. 19 καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ μεθ’ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν. 20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον. 21 ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· 22 οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
2 Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν.
3 Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη.
4 ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων.
5 καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ.
6 ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου·
7 ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτόν, οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου.
8 καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου.
9 καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου.
10 καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ’ ἡμερῶν εἰς ἡμέρας.
11 καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν,
12 καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικά, ἁγιάσεις τῷ κυρίῳ.
13 πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ.
14 ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας·
15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.
16 καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου.
17 Ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον.
18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν. πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου.
19 καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ μεθ’ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν.
20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον.
21 ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·
22 οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 În vremea aceea a vorbit Domnul cu Moise și i-a zis:
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
2 „Să-Mi sfințești pe tot întâiul născut, pe tot cel ce se naște întâi la fiii lui Israel, de la om până la dobitoc, că este al Meu!”
2 Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν.
3 Iar Moise a zis către popor: „Să vă aduceți aminte de ziua aceasta, în care ați ieșit din pământul Egiptului, din casa robiei, căci cu mână tare v-a scos Domnul de acolo și să nu mâncați dospit;
3 Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη.
4 Că astăzi ieșiți voi, în luna Aviv.
4 ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων.
5 Iar când te va duce Domnul Dumnezeul tău în țara Canaaneilor, a Heteilor, a Amoreilor, a Heveilor, a Iebuseilor, a Ghergheseilor și a Ferezeilor, pentru care S-a jurat El părinților tăi să-ți dea țara unde curge miere și lapte, să faci slujba aceasta în această lună.
5 καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ.
6 Șapte zile să mănânci azime, iar în ziua a șaptea este sărbătoarea Domnului:
6 ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου·
7 Azime să mâncați șapte zile și să nu se găsească la tine pâine dospită, nici aluat dospit în toate hotarele tale.
7 ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτόν, οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου.
8 În ziua aceea să spui fiului tău și să zici: Acestea sunt pentru cele ce a făcut Domnul cu mine, când am ieșit din Egipt.
8 καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου.
9 Să fie acestea ca un semn pe mâna ta și aducere aminte înaintea ochilor tăi, pentru ca legea Domnului să fie în gura ta, căci cu mână tare te-a scos Domnul Dumnezeu din Egipt.
9 καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου.
10 Să păziți dar legea aceasta din an în an, la vremea hotărâtă.
10 καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ’ ἡμερῶν εἰς ἡμέρας.
11 Și când te va duce Domnul Dumnezeul tău în țara Canaanului, cum S-a jurat ție și părinților tăi, și ți-o va da ție,
11 καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν,
12 Atunci să osebești Domnului pe tot cel de parte bărbătească de la oameni, care se naște întâi; și pe tot cel de parte bărbătească, care se va naște întâi din turmele sau de la vitele ce vei avea, să-l închini Domnului.
12 καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικά, ἁγιάσεις τῷ κυρίῳ.
13 Pe tot întâi-născutul de la asină să-l răscumperi cu un miel; iar de nu-l vei răscumpăra, îi vei frânge gâtul; să răscumperi și pe tot întâi-născutul din oameni în neamul tău.
13 πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ.
14 Când însă te va întreba după aceea fiul tău și va zice: Ce înseamnă aceasta?, să-i spui: Cu mână puternică ne-a scos Domnul din pământul Egiptului, din casa robiei.
14 ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας·
15 Că atunci când se îndărătnicea Faraon să ne dea drumul, Domnul a omorât pe toți întâi-născuții în pământul Egiptului, de la întâi-născutul oamenilor până la întâi-născutul dobitoacelor. De aceea jertfesc eu Domnului pe tot întâi-născutul de parte bărbătească și pe tot întâi-născutul din fiii mei îl răscumpăr.
15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.
16 Să fie dar aceasta ca un semn la mâna ta și ca o tăbliță deasupra ochilor tăi, căci cu mână tare ne-a scos Domnul din Egipt!”
16 καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου.
17 Iar după ce Faraon a dat drumul poporului, Dumnezeu nu l-a dus pe calea cea către pământul Filistenilor, care era mai scurtă; căci a zis Dumnezeu: „Nu cumva poporul, văzând război, să-i pară rău și să se întoarcă în Egipt”.
17 Ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον.
18 Ci a dus Dumnezeu poporul împrejur, pe calea pustiului, către Marea Roșie. Și fiii lui Israel au ieșit în bună rânduială din pământul Egiptului.
18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν. πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου.
19 Atunci a luat Moise cu sine oasele lui Iosif; căci Iosif legase pe fiii lui Israel cu jurământ, zicând: „Are să vă cerceteze Dumnezeu și atunci să luați cu voi și oasele mele de aici!”
19 καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ μεθ’ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν.
20 Fiii lui Israel au pornit apoi din Sucot și și-au așezat tabăra la Etam, la capătul pustiului.
20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον.
21 Iar Domnul mergea înaintea lor: ziua în stâlp de nor, arătându-le calea, iar noaptea în stâlp de foc, luminându-le, ca să poată merge și ziua și noaptea.
21 ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·
22 Și n-a lipsit stâlpul de nor ziua, nici stâlpul de foc noaptea dinaintea poporului.
22 οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.