1 Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν. 2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο. 3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι. 4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν, ἦχοι δ’ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο. 5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα. 6 διεφαίνετο δ’ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα. 7 μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος· 8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν. 9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι. 10 δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη, ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει· 11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων, 12 ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας. 13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι 14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη. 15 εἶθ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς· 16 εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ’ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν· 17 εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν 18 ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα. 19 ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις· 20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.
1 Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο.
3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι.
4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν, ἦχοι δ’ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
6 διεφαίνετο δ’ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα.
7 μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος·
8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
10 δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη, ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει·
11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων,
12 ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.
13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι
14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη.
15 εἶθ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
16 εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ’ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν·
17 εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν
18 ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα.
19 ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.
Traducerea catolică
Traducerea greacă bizantină
1 Mari și inexplicabile
sunt judecățile tale,
de aceea, sufletele needucate s-au înșelat.
1 Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
2 Dar cei nelegiuiți,
gândindu-se să oprime poporul sfânt,
ei, care erau legați în întuneric
și prizonieri ai nopții îndelungate,
încuiați sub acoperișuri,
zăceau fugari de providența veșnică.
2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο.
3 Considerându-se ascunși cu păcatele tăinuite
dedesubtul vălului uitării,
au fost împrăștiați temându-se teribil
și au fost tulburați de năluci.
3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι.
4 Nici locul care-i ascundea
nu-i păzea fără teamă,
ci răsunau ecouri care-i tulburau
și se arătau fantasme mute
cu chipuri întunecate.
4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν, ἦχοι δ’ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
5 Și nicio putere a focului să strălucească,
nici flama strălucitoare a aștrilor
nu reușea să lumineze
acea noapte îngrozitoare.
5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
6 Se arăta numai printre ei
un foc spontan, plin de teamă;
iar ei, îngroziți de acea viziune pe care o vedeau,
considerau mai rele ceea ce priveau.
6 διεφαίνετο δ’ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα.
7 Artificiile tehnicii magiei zăceau [neputincioase],
iar dovada pretenției la pricepere era de dispreț.
7 μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος·
8 Cei care promiteau să îndepărteze teama
și tulburarea sufletului bolnav,
aceștia erau bolnavi de o teamă ridicolă.
8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
9 Chiar dacă nimic tulburător nu-i înfricoșa,
îngroziți de trecerea fiarelor
și de șuieratul reptilelor,
piereau tremurând
și nu mai voiau să privească aerul
de care nu se poate scăpa nicăieri.
9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
10 Nelegiuirea lașă este condamnată
de propria mărturie,
dar, apăsată de conștiință,
le ia mereu pe cele mai grele.
10 δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη, ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει·
11 Căci teama nu este altceva decât
abandonarea ajutoarelor gândirii.
11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων,
12 Cu cât este mai mică așteptarea în interior,
cu atât mai mare
este considerată necunoașterea
cauzei care aduce chin.
12 ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.
13 Dar ei, în noaptea
cu adevărat neputincioasă,
ieșită din ascunzișurile de nepătruns
ale locuinței morților,
erau adormiți de același somn,
13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι
14 când erau mânați de minunile fantasmelor,
când erau paralizați de abaterea sufletului,
căci erau copleșiți de o teamă
neprevăzută și neașteptată.
14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη.
15 Tot așa, oricine,
căzând totodată acolo unde era,
fiind închis, era păzit într-o temniță
fără încuietoare.
15 εἶθ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
16 Sau dacă cineva era un agricultor sau păstor
sau vreun muncitor care trudește în pustiu,
luați prin surprindere,
toți rămâneau legați
cu același lanț al întunericului.
16 εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ’ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν·
17 Sau dacă era șuieratul vântului
sau ecoul plăcut al păsărilor
printre ramurile abundente,
sau ritmul apei care curgea cu putere,
sau zgomotul pătrunzător al pietrelor
care se prăvăleau,
17 εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν
18 sau trecerea neobservată a animalelor săltărețe,
sau sunetul fiarelor care răgeau
și mai pătrunzător,
sau ecoul care se răsfrângea
din adâncul munților,
îi paralizau înspăimântându-i.
18 ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα.
19 Căci universul întreg era luminat
de o lumină strălucitoare
și se ocupa cu lucrări fără îngrijorare.
19 ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
20 Dar numai asupra lor
se întindea o noapte grea,
imagine a întunericului
care avea să-i învăluie,
iar ei erau pentru ei înșiși
și mai greoi decât întunericul.
20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.