1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. 2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα. 3 πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει· 4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ, ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται. 5 περικλασθήσονται κλῶνες ἀτέλεστοι, καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος· 6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν. 7 Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· 8 γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, 9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. 10 εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· 11 ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· 12 βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. 13 τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς· 14 ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο, 15 ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. 16 κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου· 17 ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος. 18 ὄψονται καὶ ἐξουθενήσουσιν· αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται, 19 καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. 20 ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν.
1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
3 πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει·
4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ, ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται.
5 περικλασθήσονται κλῶνες ἀτέλεστοι, καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος·
6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.
7 Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται·
8 γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται,
9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
10 εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
11 ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
12 βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
13 τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς·
14 ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο,
15 ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
16 κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου·
17 ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος.
18 ὄψονται καὶ ἐξουθενήσουσιν· αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται,
19 καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται.
20 ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν.
Traducerea catolică
Traducerea greacă bizantină
1 Este mai bine fără copii, cu virtute,
pentru că amintirea ei este nemuritoare
și este cunoscută și de Dumnezeu, și de oameni.
1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
2 Fiind prezentă [virtutea], este imitată,
trecând, este dorită;
în veac va triumfa purtând coroană,
pentru că a învins lupta întrecerilor neîntinate.
2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
3 Mulțimea prolifică a celor nelegiuiți
nu va fi de folos;
din vlăstarii nelegitimi
nu vor avea rădăcină în adâncime
și nu vor pune o bază sigură.
3 πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει·
4 Chiar dacă, pentru un timp,
ar înmuguri din nou în ramuri,
stând nesigur, ar fi agitată de vânt
și dezrădăcinată de forța vânturilor.
4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ, ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται.
5 Lăstarii vor fi tăiați încă fragezi,
rodul lor este fără folos,
necopt pentru hrană și bun la nimic.
5 περικλασθήσονται κλῶνες ἀτέλεστοι, καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος·
6 Copiii născuți din somnuri nelegiuite
sunt martori ai nelegiuirii împotriva părinților
când ei sunt cercetați.
6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.
7 Dar cel drept, chiar dacă moare prematur,
va ajunge la odihnă.
7 Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται·
8 Căci bătrânețea cinstită nu este lungimea timpului
și nici nu se măsoară prin numărul anilor.
8 γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται,
9 La oameni, căruntețea este înțelepciunea
și maturitatea bătrâneții, viața fără pată.
9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
10 Fiind plăcut lui Dumnezeu, a fost iubit și, pentru că trăia între păcătoși, a fost mutat.
10 εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
11 A fost răpit pentru ca răutatea
să nu-i schimbe cugetul
și înșelăciunea să nu-i amăgească sufletul.
11 ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
12 Fascinația viciului întunecă cele bune
și agitația pasiunii
tulbură mintea nevinovată.
12 βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
13 Devenind desăvârșit în puțin [timp],
a împlinit timpuri îndelungate.
13 τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς·
14 Sufletul lui era plăcut Domnului,
de aceea el s-a grăbit
[să-l ia] din mijlocul nelegiuirii.
Popoarele au văzut și nu au înțeles
și nici nu și-au pus în minte
un astfel [de lucru],
14 ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο,
15 căci harul și îndurarea
sunt pentru cei aleși ai săi
și vegherea e pentru cei sfinți ai săi.
15 ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
16 Dar cel drept, murind,
îi condamnă pe cei nelegiuiți care trăiesc,
iar tinerețea ajunsă repede la desăvârșire
[condamnă] bătrânețea îndelungată
a celui nelegiuit.
16 κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου·
17 Vor vedea sfârșitul celui înțelept
și nu vor înțelege
ce a vrut Domnul cu privire la el
și pentru ce l-a pus în siguranță.
17 ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος.
18 Vor vedea și vor disprețui,
dar de ei va râde Domnul.
18 ὄψονται καὶ ἐξουθενήσουσιν· αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται,
19 După aceea, vor fi ca un cadavru necinstit
și spre rușine, printre morți, în veac.
Îi va doborî amuțiți cu fața la pământ,
îi va scutura din temelii
și până la sfârșit se vor usca.
Vor fi în durere și amintirea lor va pieri.
19 καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται.
20 Vor veni înspăimântați
la numărătoarea păcatelor lor
și nelegiuirile lor îi vor acuza în față.
20 ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν.