1 Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς· ὧν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον, 2 ὅτι δ’ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο. 3 ἀνθ’ ὧν πυριφλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες. 4 ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι’ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι. 5 Βουλευσαμένους δ’ αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ. 6 ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν. 7 προσεδέχθη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια· 8 ᾧ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας. 9 κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους. 10 ἀντήχει δ’ ἀσύμφωνος ἐχθρῶν ἡ βοή, καὶ οἰκτρὰ διεφέρετο φωνὴ θρηνουμένων παίδων· 11 ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων, 12 ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους· οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διέφθαρτο. 13 πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι. 14 ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης 15 ὁ παντοδύναμός σου λόγος ἀπ’ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων 16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ’ ἐπὶ γῆς. 17 τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι, 18 καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι’ ἣν ἔθνῃσκον αἰτίαν ἐνεφάνιζεν· 19 οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι’ ὃ κακῶς πάσχουσιν ἀπόλωνται. 20 Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους. ἀλλ’ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή· 21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων· 22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας. 23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ’ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν. 24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ. 25 τούτοις εἶξεν ὁ ὀλεθρεύων, ταῦτα δὲ ἐφοβήθη· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.
1 Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς· ὧν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον,
2 ὅτι δ’ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
3 ἀνθ’ ὧν πυριφλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες.
4 ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι’ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.
5 Βουλευσαμένους δ’ αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.
6 ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
7 προσεδέχθη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια·
8 ᾧ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
9 κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους.
10 ἀντήχει δ’ ἀσύμφωνος ἐχθρῶν ἡ βοή, καὶ οἰκτρὰ διεφέρετο φωνὴ θρηνουμένων παίδων·
11 ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων,
12 ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους· οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διέφθαρτο.
13 πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι.
14 ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης
15 ὁ παντοδύναμός σου λόγος ἀπ’ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων
16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ’ ἐπὶ γῆς.
17 τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
18 καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι’ ἣν ἔθνῃσκον αἰτίαν ἐνεφάνιζεν·
19 οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι’ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
20 Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους. ἀλλ’ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή·
21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων·
22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ’ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
25 τούτοις εἶξεν ὁ ὀλεθρεύων, ταῦτα δὲ ἐφοβήθη· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.
Traducerea catolică
Traducerea greacă bizantină
1 Dar pentru sfinții tăi,
era o lumină foarte mare,
însă ei, auzind vocea lor,
dar nevăzându-le înfățișarea,
îi declarau fericiți
pentru că nu sufereau ca și ei.
1 Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς· ὧν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον,
2 Le mulțumeau pentru că,
deși au fost mai înainte nedreptățiți,
nu-i jigneau și le cereau bunăvoință,
pentru că le-au fost potrivnici.
2 ὅτι δ’ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
3 Dimpotrivă,
lor le-ai dat o coloană de foc arzând
drept călăuză
pentru o călătorie necunoscută
și soare nevătămător,
pentru o pribegie onorabilă.
3 ἀνθ’ ὧν πυριφλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες.
4 Dar aceia erau vrednici să fie lipsiți de
lumină și închiși în întuneric,
închizându-i și păzindu-i pe fiii tăi,
prin care lumina incoruptibilă a legii tale
avea să fie dată lumii.
4 ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι’ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.
5 Pentru că ei voiau să-i ucidă pe pruncii sfinților – un singur copil a fost expus și salvat – ca pedeapsă, ai luat o mulțime dintre copiii lor și i-ai ucis pe toți deodată în apa violentă.
5 Βουλευσαμένους δ’ αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.
6 Acea noapte a fost făcută cunoscută de mai înainte părinților noștri, pentru ca, știind cu siguranță în ce jurăminte au crezut, să se bucure.
6 ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
7 Mântuirea celor drepți era așteptată de poporul tău
ca și pieirea dușmanilor.
7 προσεδέχθη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια·
8 Așa cum i-ai pedepsit pe potrivnici,
tot așa, chemându-ne la tine, ne-ai glorificat.
8 ᾧ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
9 Copiii sfinți ai celor buni aduceau jertfă în ascuns
și au stabilit legea dumnezeirii într-un singur gând,
ca sfinții să împartă în același fel
și cele bune, și cele periculoase,
cântând de mai înainte imnurile părinților.
9 κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους.
10 Le răspundea glasul confuz al dușmanilor
și se răspândea sunetul plângăcios
al copiilor care jeleau.
10 ἀντήχει δ’ ἀσύμφωνος ἐχθρῶν ἡ βοή, καὶ οἰκτρὰ διεφέρετο φωνὴ θρηνουμένων παίδων·
11 Cu aceeași pedeapsă erau pedepsiți
sclavul împreună cu stăpânul,
iar cel din popor suferea
aceleași [lucruri] ca și regele.
11 ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων,
12 Toți, în același timp, prin aceeași moarte,
aveau morți nenumărați,
iar cei vii nu erau suficienți ca să-i îngroape
atunci când, într-o singură clipă,
a pierit descendența cea mai prețioasă.
12 ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους· οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διέφθαρτο.
13 Dar ei, necrezând nimic
din cauza vrăjitoriilor,
la moartea întâilor-născuți,
au mărturisit că poporul este fiul lui Dumnezeu.
13 πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι.
14 Când tăcerea profundă învăluia toate
și noaptea era la jumătatea cursului ei,
14 ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης
15 cuvântul tău atotputernic,
luptător de neoprit,
din ceruri, de la tronul tău regesc,
a pornit în mijlocul pământului
[sortit] pieirii purtând, ca o spadă ascuțită,
decretul tău de neschimbat.
15 ὁ παντοδύναμός σου λόγος ἀπ’ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων
16 Oprindu-se, a umplut toate de moarte;
atingea cerul, dar pășea pe pământ.
16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ’ ἐπὶ γῆς.
17 Atunci, dintr-odată,
i-au tulburat fanteziile viselor înfricoșătoare
și temeri neașteptate au venit asupra lor.
17 τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
18 Căzând ici și colo pe jumătate morți,
arătau cauza pentru care mureau.
18 καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι’ ἣν ἔθνῃσκον αἰτίαν ἐνεφάνιζεν·
19 Visele care i-au răscolit i-au avertizat de mai înainte,
pentru ca să nu piară
neștiind de ce sufereau atât de rău.
19 οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι’ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
20 Încercarea morții
i-a atins și pe cei drepți
și a fost în pustiu un măcel al mulțimii,
însă mânia nu a rămas
pentru mult [timp].
20 Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους. ἀλλ’ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή·
21 Dar un om neprihănit s-a grăbit
și a luptat dinaintea lor;
luându-și arma slujirii proprii
– rugăciunea și jertfa de ispășire cu tămâie –
a stat înaintea furiei
și a pus limită vicisitudinii,
arătând că era slujitorul tău.
21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων·
22 El a învins mânia amară
nu prin puterea trupului
și nici prin forța armelor,
ci prin cuvânt l-a potolit pe cel ce pedepsea,
amintindu-i de jurămintele [făcute]
părinților și de alianțe.
22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
23 Morții cădeau grămadă unii peste alții,
iar el, stând în mijloc, a oprit mânia
și a deschis calea spre cei care erau vii.
23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ’ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
24 Pe haina lui lungă era universul întreg
și [numele] glorioase ale părinților
erau sculptate pe pietre în patru rânduri,
iar măreția ta era pe diadema capului său.
24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
25 La acestea, Nimicitorul a dat înapoi,
s-a temut de acestea,
căci numai încercarea mâniei era de ajuns.
25 τούτοις εἶξεν ὁ ὀλεθρεύων, ταῦτα δὲ ἐφοβήθη· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.