1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. 2 οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. 3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. 4 Ούκ ώφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἐν ἡμέρᾳ θανάτου. 5 δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. 6 δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. 7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. 8 δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. 9 ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. 10 ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις, 11 στόμασιν δὲ ἀσεβῶν κατεσκάφη. 12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. 13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. 14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. 15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας. 16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. 17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. 18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. 19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. 20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. 21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν. 22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. 23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. 24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. 25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. 26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. 27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν. 28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. 29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. 30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. 31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
2 οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
4 Ούκ ώφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἐν ἡμέρᾳ θανάτου.
5 δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
6 δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
8 δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
9 ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος.
10 ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,
11 στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.
12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.
22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.
23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.
28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ.
30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.
31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Cântarul strâmb este urgisit de Domnul, și cântărirea dreaptă este plăcerea Lui.
1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
2 Dacă vine mândria, va veni și ocara, iar înțelepciunea este cu cei smeriți.
2 οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
3 Neprihănirea poartă pe cei drepți, iar strâmbătatea prăpădește pe cei vicleni.
3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
4 La nimic nu folosește bogăția în ziua mâniei; numai dreptatea izbăvește de moarte.
4 Ούκ ώφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἐν ἡμέρᾳ θανάτου.
5 Dreptatea netezește calea celui fără prihană, iar cel fără de lege va cădea prin fărădelegea lui.
5 δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
6 Dreptatea izbăvește pe cei drepți, iar cei vicleni vor fi prinși prin pofta lor.
6 δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
7 La moartea omului drept rămâne nădejdea, iar la moartea celui păcătos piere nădejdea.
7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
8 Dreptul scapă din strâmtorare, și cel fără de lege îi ia locul.
8 δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
9 Făptuitorul de rele prăbușește cu gura pe aproapele lui, iar prin știința celor drepți va fi mântuit.
9 ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος.
10 De propășirea celor drepți cetatea se bucură, iar când pier cei fără de lege ea tresaltă de veselie.
10 ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,
11 Prin binecuvântarea oamenilor drepți cetatea merge înainte, iar prin gura celor nelegiuiți ajunge ruină.
11 στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.
12 Cel nepriceput urgisește pe aproapele lui, iar omul cu bună-chibzuială tace.
12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
13 Grăitorul de rele dă pe față lucruri de taină, iar omul cu duhul cumpănit le ține ascunse.
13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
14 Unde lipsește cârmuirea, poporul cade; izbăvirea stă în mulțimea sfetnicilor.
14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
15 Celui ce se pune chezaș pentru un străin îi merge rău; cel ce nu se pune chezaș stă la adăpost.
15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
16 Femeia cu purtare bună agonisește cinstire, iar cea care urăște cinstea e o rușine. Nu leneșii ci silitorii agonisesc avere.
16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
17 Omul milostiv își face bine sufletului său, pe când cel fără milă își chinuiește trupul său.
17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
18 Cel nelegiuit capătă un câștig înșelător, iar cel ce seamănă dreptatea, o răsplată adevărată.
18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
19 Cel ce umblă după dreptate ajunge la viață, iar cel ce fuge după rău, la moarte.
19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
20 Pe cei cu inima vicleană îi urgisește Domnul; plăcerea Lui este spre cei fără prihană.
20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
21 Încetul cu încetul păcătosul nu va rămâne nepedepsit, iar neamul celor drepți va fi mântuit.
21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.
22 Inel de aur în râtul porcului, așa este femeia frumoasă și fără minte.
22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.
23 Dorința celor drepți este bine; nădejdea celor fără de lege este mânia lui Dumnezeu.
23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
24 Unul dă mereu și se îmbogățește, altul se zgârcește afară din cale și sărăcește.
24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
25 Cel ce binecuvintează va fi îndestulat, iar cel ce blesteamă va fi blestemat.
25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
26 Cel ce ține grâul este blestemat de popor, iar binecuvântarea (se revarsă) peste capul celui ce îl vinde.
26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
27 Cel ce caută binele dobândește bunăvoința Domnului, iar cel ce umblă după rău va da peste el.
27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.
28 Cel ce-și pune nădejdea în bogăția lui se veștejește, iar cei drepți ca frunzișul odrăslesc.
28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
29 Cine își tulbură casa lui culege vânt, iar cel nebun va fi sluga celui înțelept.
29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ.
30 Rodul dreptății este un pom al vieții, iar silnicia nimicește viața.
30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.
31 Dacă cel drept este răsplătit pe pământ, cu cât mai mult cel nelegiuit și păcătos!
31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;