1 σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. 2 ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. 3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. 4 οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς. 5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος. 6 ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. 7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. 8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. 9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. 10 καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει. 11 οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται. 12 ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. 13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται. 14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. 15 ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. 16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ. 17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. 18 μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. 19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων. 20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. 21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. 22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. 23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. 24 στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. 25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. 26 ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. 27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. 28 ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. 29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. 30 πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. 31 ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. 32 ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. 33 ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. 34 δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. 35 δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
1 σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
2 ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
4 οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.
6 ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί.
10 καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.
11 οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
12 ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
15 ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ.
17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
18 μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
24 στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος.
26 ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
28 ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
30 πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
31 ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
32 ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
33 ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
34 δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
35 δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Femeile înțelepte zidesc casa, iar cele nebune o dărâmă cu mâna lor.
1 σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
2 Cel ce umblă întru dreptate se teme de Domnul, iar cel ce umblă pe căi strâmbe îl disprețuiește.
2 ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
3 În gura celui nebun este varga mândriei lui; buzele pe cei înțelepți îi păzesc.
3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
4 Unde nu sunt boi, staulul este gol, însă puterea boilor aduce mult folos.
4 οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
5 Martorul care grăiește adevărul nu minte, iar martorul mincinos spune numai minciuni.
5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.
6 Batjocoritorul caută înțelepciunea și nu o găsește, iar pentru cel priceput știința este ușoară.
6 ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
7 Fugi dinaintea omului fără de minte, căci tu știi că nu este nici o știință pe buzele lui.
7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
8 Înțelepciunea omului chibzuit este de a-și înțelege calea lui; iar nebunia celor neînțelepți este înșelăciune.
8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
9 Nebunul își bate joc de jertfa pentru păcat, însă între oamenii drepți este bună înțelegere.
9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί.
10 Inima cunoaște amărăciunile sale, iar un străin nu poate împărți bucuriile ei.
10 καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.
11 Casa celor fără de lege va fi distrusă, iar cortul celor drepți va înflori.
11 οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
12 Unele căi par drepte în ochii omului, dar sfârșitul lor sunt căile morții.
12 ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
13 Chiar când râdem, inima se întristează; bucuria se sfârșește prin plângere.
13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
14 Nelegiuitul se va sătura de căile sale și omul bun de roadele sale.
14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
15 Omul simplu crede toate vorbele; omul înțelept veghează pașii săi.
15 ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
16 Înțeleptul se teme și se ferește de rău, iar cel fără de minte își iese din fire și se simte la adăpost.
16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ.
17 Cel iute la mânie săvârșește nebunii, iar cel cumpănit se stăpânește.
17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
18 Cei nepricepuți au parte de nebunie, pe când cei înțelepți sunt încununați cu știință.
18 μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
19 Cei răi se pleacă înaintea celor buni și cei nelegiuiți stau la porțile celor drepți.
19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
20 Săracul este disprețuit chiar și de prietenul lui, pe când prietenii celui bogat sunt fără de număr.
20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
21 Cel care nu bagă în seamă pe prietenul său săvârșește un păcat; iar cel ce se îndură de sărmani e fericit.
21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
22 Cu adevărat rătăcesc cei ce plănuiesc fărădelegea, iar cei ce cugetă la lucruri bune au parte de milostivire și de adevăr.
22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
23 Orice osteneală duce la îndestulare, iar cuvintele fără rost la lipsă.
23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
24 Bogăția este o cunună pentru cei înțelepți; iar coroana celor nebuni este nebunia.
24 στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
25 Martorul drept scapă suflete, iar cel viclean spune numai minciuni.
25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος.
26 Întru frica lui Dumnezeu este nădejdea celui tare; fiii lui afla-vor (acolo) un liman.
26 ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
27 Frica de Dumnezeu este un izvor de viață, ca să putem scăpa de cursele morții.
27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
28 Strălucirea unui rege se sprijină pe mulțimea poporului, iar lipsa de supuși este pieirea prințului.
28 ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
29 Cel încet la mânie este bogat în înțelepciune, iar cel ce se mânie degrabă își dă pe față nebunia.
29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
30 O inimă fără patimă este viața trupului, pe când pornirea pătimașă este ca un cariu în oase.
30 πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
31 Cel care apasă pe cel sărman defaimă pe Ziditorul lui, dar cel ce are milă de sărac Îl cinstește.
31 ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
32 Cel fără de lege este răsturnat de răutatea lui, iar cel drept găsește scăpare în neprihănirea lui.
32 ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
33 Înțelepciunea sălășluiește în inima celui înțelept, iar în inima celor nebuni nu se arată.
33 ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
34 Dreptatea înalță un popor, în vreme ce păcatul este ocara popoarelor.
34 δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
35 Bunăvoința regelui este pentru sluga înțeleaptă, iar mânia lui pentru cel ce îi face rușine.
35 δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.