1 υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. 2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. 3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. 4 ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. 5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. 6 δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. 7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. 8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. 9 φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν. 10 κακὸς μεθ’ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. 11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ. 12 κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή. 13 ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. 14 νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. 15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. 16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. 17 βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν. 18 πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. 19 ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. 20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. 21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. 22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. 23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. 24 ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. 25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
1 υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
4 ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
6 δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία.
7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
9 φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν.
10 κακὸς μεθ’ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ.
12 κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
13 ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
14 νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
17 βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν.
18 πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
19 ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν.
23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
24 ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Fiul înțelept ascultă de învățătura tatălui său, iar cel batjocoritor nici de mustrare.
1 υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
2 Din rodul gurii sale omul mănâncă binele; pofta celor vicleni este silnicia.
2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
3 Cine își păzește gura își păzește sufletul său; cel ce deschide prea tare buzele o face spre pieirea lui.
3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
4 Sufletul celui leneș poftește, însă în zadar. Numai sufletul celor silitori este îndestulat.
4 ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
5 Dreptul urăște cuvintele mincinoase; ticălosul aduce numai rușine și ocară.
5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
6 Dreptatea păzește calea omului fără prihană, iar fărădelegea e pricina ruinii celui păcătos.
6 δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία.
7 Unii se dau drept bogați și n-au nimic, alții trec drept săraci, cu toate că au multe averi.
7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
8 Bogăția cuiva slujește la răscumpărarea lui; cel sărac nu se teme nici chiar de amenințare.
8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
9 Lumina celor drepți luminează, pe când sfeșnicul celor fără de lege se stinge.
9 φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν.
10 Mândria nu dă prilej decât la ceartă, înțelepciunea se află numai la cei ce primesc sfaturi.
10 κακὸς μεθ’ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
11 Bogăția adunată în grabă se împuținează, numai cel ce-o adună pe încetul o înmulțește.
11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ.
12 Așteptarea prea îndelungată îmbolnăvește inima, iar dorința împlinită este pom al vieții.
12 κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
13 Cel ce nu ia în seamă cuvântul (lui Dumnezeu) este dat pierzării, iar cel ce se teme de porunca Lui este răsplătit.
13 ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
14 Învățătura celui înțelept este izvor de viață, ca să putem scăpa de cursele morții.
14 νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
15 Buna înțelegere rodește har; calea celor vicleni este spre pieirea lor.
15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
16 Orice om înțelept lucrează cu chibzuință, numai cel nebun își desfășoară nebunia.
16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
17 Un sol ticălos cade în nenorocire, iar unul credincios aduce alinare.
17 βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν.
18 De sărăcie și de rușine are parte cel ce nesocotește certarea, iar cel ce primește mustrarea va fi cinstit.
18 πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
19 Dorința împlinită mulțumește sufletul, iar depărtarea de rău este urâciune pentru cei nebuni.
19 ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
20 Cel ce se însoțește cu cei înțelepți ajunge înțelept, iar cel ce se întovărășește cu cei nebuni se face rău.
20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
21 Nenorocirea urmărește pe cei păcătoși, iar fericirea răsplătește pe cei drepți.
21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
22 Omul bun lasă moștenirea sa nepoților săi, iar averea celui păcătos este sortită pentru cei drepți.
22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν.
23 Arătura în țelină, făcută de cei săraci, dă hrană din belșug, însă averea se pierde din pricina nedreptății.
23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
24 Cine cruță toiagul său își urăște copilul, iar cel care îl iubește îl ceartă la vreme.
24 ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
25 Dreptul mănâncă și își îndestulează sufletul său, iar pântecele celor fără de lege duce lipsă.
25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.