1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. 2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. 3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. 4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός. 5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους. 6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. 7 οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν. 8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. 9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. 10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. 11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν. 12 ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν. 13 δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. 14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. 15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. 16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος. 17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος. 18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται. 19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. 20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται. 21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. 22 βδέλυγμα κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ. 23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. 24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. 25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. 26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. 27 οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. 28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός.
5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
7 οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν.
8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.
9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
12 ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
13 δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
22 βδέλυγμα κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ.
23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν.
25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
27 οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Cel ce iubește învățătura iubește știința, iar cel ce urăște certarea este nebun.
1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
2 Cel bun dobândește har de la Domnul, iar pe omul viclean îl osândește Domnul.
2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
3 Omul nu se întărește întru fărădelegea lui; rădăcina celor drepți nu se va clătina niciodată.
3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
4 Femeia virtuoasă este o cunună pentru bărbatul ei, iar femeia fără cinste este un cariu în oasele lui.
4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός.
5 Socotelile celor drepți sunt dreptatea, iar punerile la cale ale celor nelegiuiți înșelăciunea.
5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
6 Graiurile celor nelegiuiți sunt curse de moarte, iar gura celor drepți îi scapă pe ei din primejdie.
6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
7 Cei fără de lege numai cât se întorc și nu mai sunt, dar casa drepților dăinuiește de-a pururi.
7 οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν.
8 Omul este prețuit după priceperea lui, iar cel nepriceput este urgisit.
8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.
9 Mai mult prețuiește un om smerit dar harnic, decât unul mândru dar lipsit de pâine.
9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
10 Cel drept are milă de vite, iar inima celui rău este fără îndurare.
10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
11 Cel ce muncește ogorul său se satură de pâine, iar cel ce umblă după deșertăciuni este om lipsit de minte.
11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
12 Nelegiuitul poftește prada celor răi, dar rădăcina celor drepți dă rodul său.
12 ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
13 Prin păcatul buzelor se prinde în laț păcătosul, iar dreptul (prin dreptatea lui) scapă din strâmtorare.
13 δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
14 Din rodul gurii sale se satur; de cele bune omul, și fiecăruia i se răsplătește după faptele lui.
14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
15 Calea celui nebun este dreaptă în ochii lui, iar cel înțelept ascultă de sfat.
15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
16 Nebunul dă pe față îndată mânia lui, iar omul prevăzător își ascunde ocara.
16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
17 Cel ce spune adevărul vestește dreptatea, iar martorul mincinos umblă cu înșelăciunea.
17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
18 Cei nechibzuiți la vorbă sunt ca împunsăturile de sabie, pe când limba celor înțelepți aduce tămăduire.
18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
19 Buzele care spun adevărul vor dăinui totdeauna, iar limba grăitoare de minciună numai pentru o clipă.
19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
20 Înșelăciunea este în inima celor ce gândesc rău, iar bucuria pentru cei ce dau sfaturi de pace.
20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
21 Nici o nenorocire nu se întâmplă celui drept, pe când cei nelegiuiți sunt covârșiți de rele.
21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
22 Buzele cele grăitoare de minciună sunt urâciune înaintea Domnului, iar cei ce făptuiesc după adevăr sunt plăcerea Lui.
22 βδέλυγμα κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ.
23 Omul înțelept își ascunde știința, pe când inima celor nebuni propovăduiește nebunia.
23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
24 Mâna celor silitori va stăpâni, iar cea lăsătoare va fi birnică.
24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν.
25 Supărarea se abate asupra omului, dar numai un cuvânt bun îl bucură.
25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
26 Dreptul cercetează cu de-amănuntul pe prietenul său; calea celor nelegiuiți duce la rătăcire.
26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
27 Leneșul nu-și frige nici vânatul lui; cea mai scumpă comoară pentru om este munca.
27 οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
28 Pe cărarea dreptății este viața și pe calea pe care ea o însemnează; nemurirea, iar calea nebuniei duce la moarte.
28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.