Capitolul 19
1Regi 191 Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ. 2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. 3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ· 4 καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. 5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε. 6 καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη. 7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. 8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ. 9 καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου; 10 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 11 καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος· 12 καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος. 13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου; 14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας· 16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. 17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε. 18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. 19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλθεν ἐπ’ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν. 20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι. 21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.
1 Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.
2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ·
4 καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.
6 καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη.
7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ.
9 καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
10 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
11 καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος·
12 καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος.
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας·
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε.
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.
19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλθεν ἐπ’ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν.
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Aháb i-a făcut cunoscut Izabélei tot ce făcuse Ilíe și cum i-a ucis cu sabia pe toți profeții.
1 Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.
2 Izabéla a trimis un mesager la Ilíe să-i spună: „Așa să-mi facă Dumnezeu – ba mai rău – dacă mâine pe vremea aceasta nu voi face sufletul tău ca sufletul unuia dintre ei!
2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
3 [Ilíe], când a văzut, s-a ridicat și a mers pentru a-și salva viața; a ajuns la Béer-Șéba, [care e] în Iúda, și l-a lăsat acolo pe slujitorul său.
3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ·
4 Iar el a mers în pustiu cale de o zi; a ajuns și a șezut sub un ienupăr. Atunci a cerut să moară, zicând: „Ajunge, acum, Doamne, ia-mi viața, pentru că nu sunt mai bun decât părinții mei!”.
4 καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
5 S-a întins și a adormit sub ienupăr. Dar, iată, un mesager l-a atins și i-a spus: „Ridică-te și mănâncă!”.
5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.
6 Atunci a văzut aproape de capul său o turtă coaptă pe pietre și un urcior cu apă. A mâncat și a băut; apoi s-a întins din nou.
6 καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη.
7 Dar îngerul Domnului s-a întors pentru a doua oară, l-a lovit și i-a zis: „Ridică-te și mănâncă, pentru că e lung pentru tine drumul!”.
7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
8 El s-a sculat, a mâncat și a băut; și, cu puterea acelei hrane, a mers patruzeci de zile și patruzeci de nopți până la muntele lui Dumnezeu, Hóreb.
8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ.
9 A ajuns acolo, la peșteră, și a adormit acolo; și, iată, a fost [adresat] un cuvânt al Domnului către el: „Ce faci aici, Ilíe?”.
9 καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
10 El a răspuns: „Sunt plin de zel pentru Domnul Dumnezeul Sabaót, pentru că fiii lui Israél au abandonat alianța ta, au demolat altarele tale și i-au ucis cu sabia pe profeții tăi; am rămas doar eu, însă caută viața mea pentru a o lua”.
10 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
11 [Domnul] i-a zis: „Ieși și stai pe munte în fața Domnului, deoarece, iată, Domnul e pe punctul să treacă!”. Atunci a fost un vânt mare și puternic, să rupă munții și să despice stâncile în fața Domnului; dar nu era în vânt Domnul. După vânt a fost un cutremur de pământ; dar nu era în cutremur Domnul.
11 καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος·
12 După cutremur a fost un foc; dar nu era în foc Domnul; după foc a fost un sunet de liniște adâncă.
12 καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος.
13 Când l-a auzit Ilíe, și-a acoperit fața cu mantaua, a ieșit și a stat la intrarea peșterii; și, iată, a fost o voce către el: „Ce faci aici, Ilíe?”.
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
14 El a răspuns: „Sunt plin de zel pentru Domnul Dumnezeul Sabaót, pentru că au abandonat alianța ta fiii lui Israél, au demolat altarele tale și i-au ucis cu sabia pe profeții tăi; am rămas doar eu, însă caută viața mea pentru a o lua”.
14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
15 Domnul i-a spus: „Mergi, întoarce-te pe calea ta, spre pustiul Damáscului; când ajungi, unge-l pe Hazaél rege peste Arám,
15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας·
16 pe Iehú, fiul lui Nimsí, unge-l rege peste Israél și pe Elizéu, fiul lui Șafát din Ábel-Mehóla, unge-l profet în locul tău!
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
17 Pe cel care va scăpa de sabia lui Hazaél îl va ucide Iehú, iar pe cel care va scăpa de sabia lui Iehú îl va ucide Elizéu.
17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε.
18 Dar am păstrat în Israél șapte mii [de oameni] ai căror genunchi nu s-au plecat înaintea lui Báal și ale căror guri nu l-au sărutat”.
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.
19 [Ilíe] a plecat de acolo și l-a găsit pe Elizéu, fiul lui Șafát. El ara cu douăsprezece perechi de boi înaintea lui, iar el era cu a douăsprezecea [pereche]. Ilíe a trecut pe lângă el și și-a aruncat mantaua peste el.
19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλθεν ἐπ’ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν.
20 [Elizéu] a părăsit boii, a alergat după Ilíe și i-a zis: „Lasă-mă să-i sărut pe tatăl meu și pe mama mea și voi veni după tine!”. [Ilíe] i-a răspuns: „Mergi și întoarce-te, căci [știi] ce ți-am făcut!”.
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.
21 S-a întors din urma lui, a luat o pereche de boi, i-a înjunghiat, iar cu plugul de la [acești] boi le-a fiert carnea, a dat-o poporului și au mâncat. Apoi s-a ridicat, a mers după Ilíe și i-a slujit.
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci a zis Saul către Ionatan, fiul său și către toate slugile sale, să ucidă pe David. Ionatan fiul lui Saul însă iubea foarte mult pe David.
1 Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.
2 Și a vestit Ionatan pe David, zicând: „Tatăl meu Saul caută să te omoare. Deci să te păzești mine; ascunde-te și stai la loc tainic;
2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
3 Iar eu voi ieși și voi fi lângă tatăl meu în câmp unde vei fi tu și voi vorbi tatălui meu de tine și ce voi vedea îți voi spune”.
3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ·
4 Ionatan a vorbit de bine lui Saul, tatăl său, pentru David și i-a zis: „Să nu greșească regele împotriva robului tău David, căci el cu nimic n-a greșit împotriva ta și faptele lui sunt foarte folositoare pentru tine.
4 καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
5 El și-a pus viața în primejdie, ca să lovească pe Filisteni și Domnul a făcut izbăvire mare la tot Israelul. Tu ai văzut aceasta și te-ai bucurat. De ce dar vrei tu să păcătuiești împotriva unui sânge nevinovat și să ucizi pe David fără nici o pricină?”
5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.
6 Și a ascultat Saul glasul lui Ionatan și s-a jurat Saul: „Viu este Domnul! David nu va muri!”
6 καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη.
7 Atunci a chemat Ionatan pe David și i-a spus Ionatan toate cuvintele acestea; și a adus Ionatan pe David la Saul și a slujit el ca și mai înainte.
7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
8 Dar a început iarăși războiul și a ieșit David și s-a luptat cu Filistenii și le-a pricinuit înfrângere mare și au fugit ei de el.
8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ.
9 Iar duhul cel rău de la Dumnezeu a căzut asupra lui Saul și acesta ședea în casa sa și sulița lui era în mâna lui; David însă cânta din harfă.
9 καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
10 Atunci Saul a vrut să pironească cu sulița pe David de perete, însă David s-a ferit de Saul și sulița s-a înfipt în perete; apoi David a fugit în noaptea aceea și a scăpat.
10 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
11 Și a trimis Saul slujitorii acasă la David, ca să-l pândească și să-l omoare până dimineața. Micol însă soția lui David, i-a zis: „Dacă tu nu-ți scapi sufletul în această noapte, dimineață vei fi ucis”.
11 καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος·
12 Și a dat Micol drumul lui David pe fereastră; iar David, ieșind, a fugit și a scăpat.
12 καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος.
13 După aceea Micol a luat un idol și l-a pus în pat, a pus o piele de capră pe capul lui și l-a învelit cu o haină.
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
14 Când Saul a trimis slujitorii ca să aducă pe David, Micol a zis: „E bolnav!”
14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
15 Saul însă a trimis din nou slujitorii, ca să vadă bine pe David, zicând: „Aduceți-l la mine cu patul, ca să-l omor!”
15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας·
16 Și au mers slujitorii la casa lui David, dar iată în pat era un idol și pe capul lui o piele de capră.
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
17 Atunci Saul a zis către Micol: „De ce m-ai amăgit tu așa și ai lăsat pe vrăjmașul meu să fugă?” Iar Micol a răspuns lui Saul: „Pentru că el mi-a zis: Dă-mi drumul, căci de nu, te ucid!”
17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε.
18 Așa a scăpat David și a fugit și s-a dus la Samuel în Rama și i-a povestit toate cele ce-i făcuse Saul. Apoi a mers el cu Samuel și s-a oprit la Naiotul cel din Rama.
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.
19 Și s-a spus lui Saul: „Iată David este la Naiotul Ramei!”
19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλθεν ἐπ’ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν.
20 Și a trimis Saul slujitori să prindă pe David; dar când au văzut aceștia ceata proorocilor proorocind și pe Samuel povățuindu-i, S-a pogorât Duhul lui Dumnezeu peste slujitorii lui Saul și au început și ei a prooroci.
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.
21 Spunându-se acestea lui Saul, el a trimis alți slujitori, dar și aceștia au început a prooroci. Apoi Saul a trimis al treilea rând de slujitori și începură și aceștia să proorocească.
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.
22 Mâniindu-se, în sfârșit, Saul a plecat însuși la Rama și a mers până la izvorul cel mare din Soco. Acolo a întrebat și a zis: „Unde sunt Samuel și David?” Și i s-a spus: „Iată aici în Naiotul Ramei”.
23 Și a plecat el acolo, la Naiotul Ramei. Dar pe cale S-a pogorât peste el Duhul lui Dumnezeu, iar el a mers proorocind până a ajuns la Naiotul Ramei.
24 Acolo s-a dezbrăcat de haine și a proorocit înaintea lui Samuel și toată ziua aceea și toată noaptea a șezut dezbrăcat. De aceea se zice: „Au doară și Saul este printre prooroci?”