1 Καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ. 2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαφατ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου· 3 ἀλλ’ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον. 4 καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν. 5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει 6 καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ ἢ τῷ κυρίῳ, καὶ μεθ’ ὑμῶν λόγοι τῆς κρίσεως· 7 καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ’ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα. 8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ. 9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ’ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ’ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε. 11 καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ’ ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ.
1 Καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ.
2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαφατ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου·
3 ἀλλ’ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.
4 καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν.
5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει
6 καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ ἢ τῷ κυρίῳ, καὶ μεθ’ ὑμῶν λόγοι τῆς κρίσεως·
7 καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ’ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.
8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ.
9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ·
10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ’ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ’ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε.
11 καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ’ ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 După aceea Iosafat, regele lui Iuda, s-a întors în pace la casa lui în Ierusalim.
1 Καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ.
2 I-a ieșit însă înainte Iehu, fiul lui Hanani văzătorul, și a zis regelui Iosafat: „Fiindcă ai ajutat pe un nelegiuit și ai legat prietenie cu cei pe care-i urăște Domnul, de aceea mânia Domnului va fi asupra ta.
2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαφατ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου·
3 Dar ai și fapte bune, căci ai stricat chipurile cele cioplite din pământul lui Iuda și ți-ai îndreptat inima ta ca să caute pe Dumnezeu”.
3 ἀλλ’ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.
4 Atunci Iosafat, s-a așezat cu locuința în Ierusalim și a început el să umble iarăși prin poporul său de la Beer-Șeba, până la muntele lui Efraim și l-a întors la Domnul Dumnezeul părinților săi.
4 καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν.
5 Și a așezat judecători în țară, prin toate cetățile întărite și în fiecare cetate.
5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει
6 Și a zis el judecătorilor: „Luați seama la ce veți face; să nu faceți judecată omenească, ci judecata Domnului, că la rostirea judecății El este cu voi.
6 καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ ἢ τῷ κυρίῳ, καὶ μεθ’ ὑμῶν λόγοι τῆς κρίσεως·
7 De aceea să fiți cu frica Domnului în voi, să lucrați cu pază, căci la Domnul nu-i nici nedreptate, nici părtinire și nici daruri”.
7 καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ’ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.
8 Iosafat a pus și în Ierusalim pe unii din leviți, din preoți și din capii de familie, ca să facă judecata Domnului, să judece pricinile dintre Israeliții ce locuiau în Ierusalim.
8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ.
9 Și iată ce porunci a dat el acestora: „Așa să lucrați, în frica Domnului, cu credință și cu inimă curată!
9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ·
10 La orice fel de pricini, care vor veni înaintea voastră de la frații voștri care locuiesc în cetățile lor, fie pentru vărsare de sânge, sau pentru lege și poruncă, fie pentru rânduieli și ceremonii, să-i învățați să nu facă rău, ca să nu se găsească vinovați înaintea Domnului și să nu vină mânia Lui asupra voastră și asupra fraților voștri; lucrați așa și nu veți greși
10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ’ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ’ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε.
11 Și iată Amaria arhiereul este pus peste voi în toate lucrurile Domnului; iar Zebadia, fiul lui Israel, căpetenia casei lui Iuda, este pus pentru toate lucrurile regelui, iar ca dregători înaintea voastră aveți pe leviți. Fiți tari și lucrați astfel, și Domnul va fi cu cel bun”.