1 καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ’ αὐτῶν τρισχίλιοι ἑξακόσιοι. – 2 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων Ὡς ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ, 3 καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ. 4 καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας ὁ θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς. 5 καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ’ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ. 6 καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ, ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου. 7 καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου 8 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας καὶ ἔνδοξος. 9 καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας. – 10 καὶ εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων Ἐν τῷ ἀγαπῆσαι κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ’ αὐτοὺς εἰς βασιλέα. 11 καὶ εἶπεν Χιραμ Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ. 12 καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου 13 [ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου. 14 καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ. 15 καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ. – 16 καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι. 17 καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
1 καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ’ αὐτῶν τρισχίλιοι ἑξακόσιοι. –
2 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων Ὡς ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
3 καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ.
4 καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας ὁ θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
5 καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ’ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.
6 καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ, ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου.
7 καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
8 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας καὶ ἔνδοξος.
9 καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας. –
10 καὶ εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων Ἐν τῷ ἀγαπῆσαι κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ’ αὐτοὺς εἰς βασιλέα.
11 καὶ εἶπεν Χιραμ Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
12 καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου
13 [ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου.
14 καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
15 καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ. –
16 καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
17 καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Apoi Solomon hotărî să înalțe templu numelui Domnului și casă domnească pentru sine.
1 καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ’ αὐτῶν τρισχίλιοι ἑξακόσιοι. –
2 În acest scop Solomon a tocmit șaptezeci de mii de oameni ca să care poveri și optzeci de mii de tăietori de piatră din munte, iar peste ei, trei mii șase sute de supraveghetori.
2 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων Ὡς ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
3 Apoi a trimis Solomon la Hiram, regele Tirului, să i se spună: „Cum ai făcut cu David, tatăl meu, și i-ai trimis cedrii pentru clădirea casei lui de locuit, așa să faci și cu mine.
3 καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ.
4 Iată și eu, fiul lui, zidesc templu numelui Domnului Dumnezeului meu, ca să îl închin Lui, pentru ca să se ardă înaintea Lui tămâie mirositoare, să I se înfățișeze pururea pâinile punerii înainte și să I se aducă arderi de tot dimineața și seara, în ziua odihnei, la lună nouă și la sărbătorile Domnului Dumnezeului nostru, ceea ce s-a poruncit pentru totdeauna lui Israel.
4 καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας ὁ θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
5 Templul pe care voiesc să-l fac este mare, pentru că mare este Dumnezeul nostru și mai presus de toți dumnezeii.
5 καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ’ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.
6 Și cine poate să-I zidească Lui templu, când cerul și cerurile cerurilor nu-L încap? Și cine sunt eu, ca să-I pot zidi templu? Fără numai doar pentru a se tămâia înaintea Lui.
6 καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ, ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου.
7 Trimite-mi dar un om care să știe să facă lucruri de aur, de argint, de aramă și de fier, de tort purpuriu, stacojiu și albastru și care să mai știe a săpa și a face toate acestea împreună cu meșterii care sunt aici la mine în Iuda și Ierusalim și pe care i-a pregătit David, tatăl meu.
7 καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
8 Să-mi trimiți lemn de cedru, de chiparos și de molift din Liban, căci știu că robii tăi pricep să taie lemn în Liban, și robii mei vor merge cu ai tăi,
8 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας καὶ ἔνδοξος.
9 Ca să-mi pregătească lemn mult, deoarece locașul pe care voiesc să-l fac este mare și minunat.
9 καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας. –
10 Iată, robilor tăi, tăietorilor care taie lemnul, le dau hrană: douăzeci de mii de core de grâu, douăzeci de mii de core de orz, douăzeci de mii de baturi de vin și douăzeci de mii de baturi de untdelemn”.
10 καὶ εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων Ἐν τῷ ἀγαπῆσαι κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ’ αὐτοὺς εἰς βασιλέα.
11 Hiram, regele Tirului, a răspuns la aceasta, prin o scrisoare pe care a trimis-o lui Solomon, următoarele: „Din iubire pentru poporul Său, Domnul te-a pus pe tine rege peste el”.
11 καὶ εἶπεν Χιραμ Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
12 Apoi Hiram mai zicea: „Binecuvântat fie Domnul Dumnezeul lui Israel, Cel ce a făcut cerul și pământul și a dat regelui David fiu înțelept, cu minte și pricepere, care are de gând să înalțe templu Domnului și casă regală pentru sine.
12 καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου
13 Așadar îți trimit un om înțelept și înzestrat cu știință, și anume pe meșterul Hiram-Abi,
13 [ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου.
14 Fiul unei femei dintre fiicele lui Dan, iar tatăl său e tirian. Acela știe să facă lucruri de aur și de argint, de aramă și de fier, de piatră și de lemn, de tort purpuriu, stacojiu și albastru, de în și de purpură; știe să facă tot felul de sculpturi și să îndeplinească tot ce i se va porunci, împreună cu meșterii tăi, cu meșterii domnului meu David, tatăl tău.
14 καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
15 Iar grâul, orzul, untdelemnul și vinul de care vorbești tu, domnul meu, trimite-l robilor tăi.
15 καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ. –
16 Noi însă vom tăia lemn din Liban cât îți va trebui și-l vom duce cu plutele pe mare la Iafa, iar de acolo îl vei duce tu la Ierusalim”.
16 καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
17 Apoi Solomon a numărat pe toți străinii care se aflau atunci în pământul lui Israel, afară de numărătoarea pe care o făcuse David, tatăl său, și s-au găsit o sută cincizeci și trei de mii șase sute inși.
17 καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
18 Din aceștia a făcut șaptezeci de mii cărători cu spatele și optzeci de mii tăietori de piatră în munte, iar trei mii șase sute, supraveghetori, ca să îndemne pe oameni la lucru.