1 Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ’ αὐτούς, οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα. 2 ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι. 3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν· 4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν, 5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ. 6 καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ, ὅτι ἠρρώστει. 7 καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ’ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ. 8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ, καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς. 9 καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ιωσαφατ ἐστίν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας. 10 Καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα. 11 καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. 12 καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς.
1 Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ’ αὐτούς, οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα.
2 ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι.
3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·
4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,
5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ.
6 καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ, ὅτι ἠρρώστει.
7 καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ’ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ.
8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ, καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς.
9 καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ιωσαφατ ἐστίν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
10 Καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα.
11 καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.
12 καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 În locul lui locuitorii Ierusalimului au făcut rege pe Ohozia, fiul cel mai mic al lui, fiindcă pe toți fiii cei mai mari îi ucisese mulțimea care venise cu Arabii la tabără. Astfel s-a făcut rege Ohozia, fiul lui Ioram, regele Iudei.
1 Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ’ αὐτούς, οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα.
2 Ohozia era de douăzeci și doi de ani când s-a făcut rege și a domnit în Ierusalim un an. Pe mama lui o chema Atalia și era fiica lui Omri.
2 ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι.
3 El de asemenea a mers pe drumul casei lui Ahab, pentru că a avut pe mama lui sfătuitoare la fapte nelegiuite.
3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·
4 De aceea a făcut el lucruri care nu erau plăcute ochilor Domnului, ca și casa lui Ahab; pentru că pe casa aceasta a avut-o el de sfătuitor după moartea tatălui său, spre pieirea lui.
4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,
5 După sfatul lor, a plecat cu Ioram, fiul lui Ahab, regele lui Israel, la război împotriva lui Hazael, regele Siriei, în Ramotul din Galaad. Atunci arcașii sirieni au rănit pe Ioram.
5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ.
6 Acesta, ca să se lecuiască de rănile ce căpătase la Ramot, când s-a luptat cu Hazael, regele Siriei, s-a întors înapoi la Izreel. Și Ohozia, fiul lui Ioram, regele Iudei, s-a dus și el la Izreel, ca să vadă pe Ioram, fiul lui Ahab, pentru că acela era bolnav.
6 καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ, ὅτι ἠρρώστει.
7 Cu voia lui Dumnezeu și spre pieirea lui a venit Ohozia la Ioram, căci, după sosirea lui aici, a plecat cu Ioram împotriva lui Iehu, fiul lui Nimși, pe care-l unsese Domnul pentru stârpirea casei lui Ahab.
7 καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ’ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ.
8 Astfel pe când Iehu aducea la îndeplinire judecata care era asupra casei lui Ahab, a găsit și pe căpeteniile lui Iuda și pe fiii fraților lui Ohozia, care-i slujeau, și i-a ucis.
8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ, καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς.
9 Apoi Iehu a poruncit să caute și pe Ohozia și l-au prins pe când el se ascundea în Samaria, l-au adus la Iehu și l-au ucis și l-au înmormântat, căci ziceau: „Este fiul lui Iosafat care a căutat pe Domnul din toată inima sa”. Și n-a rămas în casa lui Ohozia nimeni care să poată domni,
9 καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ιωσαφατ ἐστίν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
10 Căci Atalia, mama lui Ohozia, văzând că a murit fiul ei, s-a sculat și a stârpit toată sămânța de rege din casa lui Iuda.
10 Καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα.
11 Dar Ioșeba, fiica regelui Ioram, a pus mâna pe Ioaș, fiul lui Ohozia, l-a scos din mijlocul fiilor regelui, care aveau să fie uciși și l-a ascuns pe el și pe doica lui în odaia de dormit. Și astfel Ioșeba, fiica regelui Ioram, femeia lui Iehoiada preotul și sora lui Ohozia, a ascuns pe Ioaș din fața Ataliei, și nu l-a omorât.
11 καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.
12 Și l-au ținut ei ascuns în templul lui Dumnezeu șase ani; iar peste țară a domnit Atalia.
12 καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς.