1 Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ, ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ φαγεῖν. 2 καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ κυρίου· καὶ ἰδοὺ μενῶ σε. 3 καὶ ἐλθὼν εἶπεν Πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ. 4 κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ὁ ἥλιος. 5 καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ· 6 καὶ ἐμνήσθην τῆς προφητείας Αμως, καθὼς εἶπεν Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα. 7 καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν. 8 καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς. 9 καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν· 10 καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Αχιαχαρος δὲ ἔτρεφέν με, ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαίδα. 11 Καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοῖς γυναικείοις· 12 καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον. 13 ὅτε δὲ ἦλθεν πρός με, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον. 14 ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν· ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ. –
1 Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ, ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ φαγεῖν.
2 καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ κυρίου· καὶ ἰδοὺ μενῶ σε.
3 καὶ ἐλθὼν εἶπεν Πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.
4 κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ὁ ἥλιος.
5 καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·
6 καὶ ἐμνήσθην τῆς προφητείας Αμως, καθὼς εἶπεν Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα.
7 καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.
8 καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.
9 καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν·
10 καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Αχιαχαρος δὲ ἔτρεφέν με, ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαίδα.
11 Καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·
12 καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον.
13 ὅτε δὲ ἦλθεν πρός με, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.
14 ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν· ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ. –
Traducerea catolică
Traducerea greacă bizantină
1 În timpul regelui Asarhadón, m-am întors acasă și mi-au fost redați Ána, soția mea, și Tobía, fiul meu. În Sărbătoarea noastră a Rusaliilor, adică Sfânta [Sărbătoare] a celor Șapte Săptămâni, mi s-a făcut un prânz bun și m-am așezat să mănânc.
1 Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ, ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ φαγεῖν.
2 Mi s-a pregătit masa; mi s-au pregătit multe feluri de mâncare. I-am spus lui Tobía, fiul meu: „Copile, mergi, și dacă vei găsi vreun sărac dintre frații noștri luați captivi la Niníve care își amintește din toată inima [de Domnul], adu-l să mănânce împreună cu mine! Iată, eu te voi aștepta, copile, până te vei întoarce!”.
2 καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ κυρίου· καὶ ἰδοὺ μενῶ σε.
3 Tobía s-a dus să caute pe cineva sărac dintre frații noștri. Întorcându-se, mi-a zis: „Tată!”, iar eu i-am răspuns: „Iată-mă, copile!”. Răspunzând, el a zis: „Tată, iată, unul din neamul nostru a fost omorât; zace în piață după ce tocmai l-au strangulat!”.
3 καὶ ἐλθὼν εἶπεν Πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.
4 Am sărit, uitând de prânz, înainte de a fi gustat ceva din el. L-am ridicat din piață și l-am pus într-una dintre camere până la apusul soarelui, urmând să-l îngrop.
4 κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ὁ ἥλιος.
5 Întorcându-mă, m-am spălat și am consumat hrana cu tristețe,
5 καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·
6 amintindu-mi de cuvintele profetului Ámos, care a vorbit împotriva [cetății Bétel], spunând:
„Sărbătorile voastre se vor schimba în durere
și cântecele voastre, în bocet și plânset”.
6 καὶ ἐμνήσθην τῆς προφητείας Αμως, καθὼς εἶπεν Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα.
7 Când a apus soarele, m-am dus și, săpând o groapă, l-am îngropat.
7 καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.
8 Vecinii mei mă luau în râs, spunând: „Tot nu se teme. A fost căutat ca să fie ucis pentru o astfel de faptă, dar a fugit. Iată, îngroapă din nou morții!”.
8 καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.
9 În acea noapte, m-am spălat, am venit și am adormit lângă zidul curții, iar fața mea nu era acoperită din cauza căldurii.
9 καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν·
10 Nu știam că sus pe zid sunt păsărele. A căzut găinaț cald peste ochii mei și mi-a apărut o albeață. M-am dus la medici ca să fiu vindecat, dar cu cât mă ungeau mai mult cu medicamente, cu atât orbeau ochii mei mai mult din cauza albeții, până când am orbit de tot. Am fost orb timp de patru ani și toți frații mei sufereau cu mine. Ahicár s-a îngrijit de mine timp de doi ani, până când a plecat la Elimáis.
10 καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Αχιαχαρος δὲ ἔτρεφέν με, ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαίδα.
11 În acel timp, Ána, soția mea, și-a luat de lucru treburi de femeie.
11 Καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·
12 Ea trimitea stăpânilor, iar ei îi dădeau plata. În luna a șaptea, adică Dystrós, a scos pânza și a trimis-o stăpânilor, care i-au dat toată plata; [mai mult] i-au dat și un ied pentru masă.
12 καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον.
13 Când a intrat la mine, iedul a început să zbiere. Eu am chemat-o și i-am spus: „De unde este iedul? Nu cumva a fost furat? Dă-l înapoi stăpânilor pentru că nu avem voie să mâncăm nimic furat!”.
13 ὅτε δὲ ἦλθεν πρός με, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.
14 Ea mi-a zis: „Mi-a fost dat pe lângă plată”. Dar eu nu am crezut-o și i-am spus să-l dea înapoi stăpânilor, roșind înaintea ei. Atunci ea a răspuns și mi-a zis: „Unde sunt faptele tale de milostenie și faptele tale de dreptate? Iată, se știe ce ți-au adus!”.