1 Καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ. 2 καὶ εἶπεν αὐτῷ Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα, 3 ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν. 4 καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ. 5 καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε. 6 Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε, μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ’ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. 7 μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. 8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον. 9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς· 10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς. 11 οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. 12 καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι. 13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. 14 καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν. 15 ἐγώ εἰμι Ραφαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. 16 Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. 17 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα. 18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. 19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. 20 καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. 21 καὶ ἀνέστησαν· καὶ οὐκέτι εἶδον αὐτόν. 22 καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου.
1 Καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ.
2 καὶ εἶπεν αὐτῷ Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα,
3 ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν.
4 καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ.
5 καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε.
6 Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε, μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ’ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.
7 μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.
8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον.
9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς·
10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς.
11 οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.
12 καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι.
13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.
14 καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν.
15 ἐγώ εἰμι Ραφαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.
16 Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν.
17 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα.
18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.
19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε.
20 καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον.
21 καὶ ἀνέστησαν· καὶ οὐκέτι εἶδον αὐτόν.
22 καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου.
Traducerea catolică
Traducerea greacă bizantină
1 Când s-a terminat nunta, Tobít l-a chemat pe Tobía, fiul său, și i-a zis: „Copile, vezi să dai plata omului care a mers cu tine și pune ceva în plus la plată!”.
1 Καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ.
2 El i-a zis: „Tată, cât să-i dau ca plată? Nu aș rămâne păgubit nici dacă i-aș da jumătate din bunurile pe care le-am adus cu mine.
2 καὶ εἶπεν αὐτῷ Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα,
3 Pe mine m-a adus înapoi sănătos; pe soția mea a vindecat-o; a adus argintul împreună cu mine și pe tine te-a vindecat. Cât să-i dau ca plată?”.
3 ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν.
4 Tobít i-a răspuns: „Este drept să ia jumătate din toate bunurile cu care a venit”.
4 καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ.
5 L-a chemat și i-a zis: „Ia jumătate din toate bunurile cu care ai venit ca plată pentru tine și mergi sănătos!”.
5 καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε.
6 Atunci el i-a chemat pe amândoi deoparte și le-a zis: „Binecuvântați-l pe Dumnezeu și dați mărturie în fața tuturor celor vii pentru lucrurile bune pe care le-a făcut cu voi! Lăudați-l și cântați numele lui! Faceți cunoscute cuvintele lui Dumnezeu tuturor oamenilor cu cinste! Nu încetați să dați mărturie despre el!
6 Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε, μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ’ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.
7 Taina regelui e bine să o ții ascunsă, dar faptele lui Dumnezeu să le faci cunoscute și să dai mărturie cu cinste! Faceți binele și răul nu va da peste voi!
7 μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.
8 Este bună rugăciunea [făcută] în adevăr și pomana cu dreptate: este mai bună decât bogăția cu nedreptate. Mai bine să faci pomană decât să aduni aur.
8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον.
9 Pomana te scapă de la moarte și ea curăță orice păcat. Cei care fac pomană vor fi umpluți de viață.
9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς·
10 Cei care săvârșesc păcat și nedreptate sunt dușmanii propriului suflet.
10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς.
11 Vă voi arăta tot adevărul și nu voi ascunde nimic de la voi; v-am arătat deja și v-am spus: «Taina regelui e bine să o ții ascunsă, dar faptele lui Dumnezeu să le faci cunoscute, preamărindu-l».
11 οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.
12 Acum, când vă rugați tu și Sára, eu prezentam memorialul rugăciunii voastre înaintea gloriei Domnului. Iar când tu îi îngropai pe cei morți, la fel.
12 καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι.
13 Când nu ai ezitat să te scoli și să părăsești prânzul, să mergi și să-l iei pe cel mort, eu eram trimis la tine să te încerc.
13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.
14 La fel m-a trimis Dumnezeu ca să vă vindec pe tine și pe Sára, nora ta.
14 καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν.
15 Eu sunt Rafaél, unul dintre cei șapte îngeri care stau și umblă înaintea gloriei Domnului”.
15 ἐγώ εἰμι Ραφαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.
16 Cei doi s-au tulburat, au căzut cu fața [la pământ] și s-au înspăimântat.
16 Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν.
17 Dar el le-a zis: „Nu vă temeți! Pacea să fie cu voi! Binecuvântați-l pe Dumnezeu în toți vecii!
17 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα.
18 Eu când eram cu voi, nu din bunăvoința mea eram cu voi, ci din voia lui Dumnezeu. Pe el binecuvântați-l în toate zilele și lui să-i cântați!
18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.
19 În fiecare zi vi se părea: eu nu mâncam nici nu beam, ci ați avut o vedenie.
19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε.
20 Acum, binecuvântați-l pe Domnul pe pământ și dați mărturie lui Dumnezeu! Iată, eu urc la cel care m-a trimis! Puneți în scris toate câte vi s-au întâmplat!”. Apoi a plecat.
20 καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον.
21 Ei s-au ridicat și nu au mai putut să-l vadă.
21 καὶ ἀνέστησαν· καὶ οὐκέτι εἶδον αὐτόν.
22 Îl binecuvântau, îi cântau lui Dumnezeu și dădeau mărturie despre el pentru toate aceste fapte mari ale sale și pentru cum li s-a arătat îngerul lui Dumnezeu.
22 καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου.