1 Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ. 2 τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον. 3 ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν. 4 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς. 5 καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον. – 6 καὶ ὥδευον ἀμφότεροι, ἕως ἤγγισαν ἐν Ἐκβατάνοις. 7 καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος; 8 καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ· 9 ἡ δὲ χολή, ἐγχρῖσαι ἄνθρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται. 10 Ὡς δὲ προσήγγισαν τῇ Ραγη, 11 εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἄδελφε, σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ, καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα· 12 λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν. 13 καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον. διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλέσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον. 14 τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας. 15 καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς θάψει αὐτούς. 16 εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα. 17 καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος. 18 ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει· μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία. 19 καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα.
1 Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ.
2 τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον.
3 ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.
4 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.
5 καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον. –
6 καὶ ὥδευον ἀμφότεροι, ἕως ἤγγισαν ἐν Ἐκβατάνοις.
7 καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος;
8 καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ·
9 ἡ δὲ χολή, ἐγχρῖσαι ἄνθρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.
10 Ὡς δὲ προσήγγισαν τῇ Ραγη,
11 εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἄδελφε, σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ, καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα·
12 λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν.
13 καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον. διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλέσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον.
14 τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.
15 καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς θάψει αὐτούς.
16 εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.
17 καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος.
18 ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει· μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία.
19 καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα.
Traducerea catolică
Traducerea greacă bizantină
1 Copilul a ieșit și îngerul era cu el. A ieșit și câinele cu el și a mers împreună cu ei. Au mers amândoi până când s-a lăsat noaptea și au poposit lângă râul Tígru.
1 Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ.
2 Copilul a coborât să-și spele picioarele în râul Tígru, iar un pește mare a sărit din apă voind să înghită piciorul copilului, însă el a strigat.
2 τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον.
3 Îngerul i-a zis copilului: „Apucă și prinde peștele!”. Băiatul a prins peștele și l-a adus la mal.
3 ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.
4 Îngerul i-a zis: „Spintecă peștele și scoate-i fierea, inima și ficatul și păstrează-le la tine; iar intestinele aruncă-le! Folositoare sunt ca medicament fierea, inima și ficatul lui”.
4 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.
5 Copilul a spintecat peștele și i-a luat fierea, inima și ficatul. Apoi a fript peștele, a mâncat și a luat din el ca să săreze.
5 καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον. –
6 Au mers amândoi împreună până s-au apropiat de Média.
6 καὶ ὥδευον ἀμφότεροι, ἕως ἤγγισαν ἐν Ἐκβατάνοις.
7 Atunci, băiatul l-a întrebat pe înger și i-a spus: „Frate Azaría, ce medicament poate fi în inima, în ficatul peștelui și în fiere?”.
7 καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος;
8 El i-a zis: „Inima și ficatul peștelui afumă-le în fața bărbatului sau a femeii pe care îi bântuie un demon sau un duh rău! Va fugi de la ei orice bântuială și nu va mai rămâne la ei în veci!
8 καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ·
9 Cu fierea să ungi ochii omului peste care s-a ridicat albeață. Să sufli peste ei, peste albeață, și se vor vindeca!”.
9 ἡ δὲ χολή, ἐγχρῖσαι ἄνθρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.
10 Când au ajuns în Média și se apropiau de Ecbatána,
10 Ὡς δὲ προσήγγισαν τῇ Ραγη,
11 Rafaél i-a zis băiatului: „Frate Tobía!”. El i-a zis: „Iată-mă!”. [Rafaél] i-a zis: „În noaptea aceasta trebuie să poposim la Raguél. Omul este ruda ta și are o fiică al cărei nume este Sára.
11 εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἄδελφε, σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ, καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα·
12 Nu are alt fiu sau altă fiică în afară de Sára singură. Tu ești cel mai apropiat dintre toți bărbații ca să o obții. Și pentru tatăl ei tu ai dreptul să o ai ca moștenire. Fata este inteligentă și curajoasă, foarte frumoasă, iar tatăl ei este [un om] bun”.
12 λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν.
13 I-a mai spus: „Ție ți se cuvine să o iei. Ascultă-mă, frate! Voi vorbi cu tatăl despre fată în noaptea aceasta ca să ți-o luăm ca mireasă. Când ne vom întoarce din Raghés, îi vom face nunta. Știu că Raguél nu ar putea să ți-o refuze și să o logodească cu altul, căci atunci ar fi vrednic de moarte, după judecata cărții lui Moise, pentru că știe că ție ți se cuvine să o ai pe fata lui înaintea oricărui bărbat. Acum, ascultă-mă, frate! Vom vorbi despre fată în noaptea aceasta și o vom logodi cu tine. Când ne vom întoarce de la Raghés, o vom lua și o vom aduce cu noi la tine acasă”.
13 καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον. διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλέσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον.
14 Tobía, răspunzând, i-a zis lui Rafaél: „Frate Azaría, am auzit că a fost dată deja [de soție] la șapte bărbați, iar ei au murit în camera lor nupțială; chiar în noaptea în care au intrat la ea au murit. Am auzit spunându-se că un demon i-a omorât.
14 τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.
15 Acum, mi-e teamă pentru că nu-i face rău ei, ci, dacă cineva se apropie de ea, îl omoară. Eu sunt singur la tatăl meu: nu vreau să mor și să cobor viața tatălui meu și a mamei mele cu suferință din cauza mea în mormântul lor, căci nu au un alt fiu care să-i îngroape”.
15 καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς θάψει αὐτούς.
16 [Rafaél] i-a zis: „Nu-ți aduci aminte de poruncile tatălui tău, care ți-a poruncit să-ți iei soție din casa tatălui tău? Acum, ascultă-mă, frate, și nu te preocupa de demonul acesta! Ia-o, căci eu știu că în noaptea aceasta îți va fi dată ca soție!
16 εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.
17 Când vei intra în camera nupțială, ia din ficatul peștelui și inima și pune-le peste jăratecul pentru tămâie: diavolul va mirosi și va fugi și nu se va mai arăta în preajma ei în veci.
17 καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος.
18 Când vei fi aproape să fii cu ea, mai întâi ridicați-vă amândoi, rugați-vă și cereți de la Domnul cerului ca să aibă milă și să vă ocrotească! Nu te teme, pentru că ție ți-a fost menită din veci! Tu o vei elibera, iar ea va merge împreună cu tine. Eu cred că vei avea copii de la ea și-ți vor fi ca frații. Nu te îngrijora!”.
18 ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει· μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία.
19 Când Tobía a auzit cuvintele lui Rafaél și că ea este sora lui, din descendența casei tatălui său, a îndrăgit-o foarte mult și inima lui s-a alipit de ea.
19 καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα.