1 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ ὀδύνης λέγων 2 Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα. 3 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ ἐμέ· μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου· 4 παρήκουσαν γὰρ τῶν ἐντολῶν σου. ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἐσκορπίσμεθα. 5 καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου. 6 καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί· ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. 7 Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς, 8 ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ’ αὐτῆς ὡς ἐν γυναιξίν. καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης. 9 τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ’ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα. 10 ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἐστιν, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ’ ὀδύνης εἰς ᾅδου. 11 καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα. 12 καὶ νῦν, κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα· 13 εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν. 14 σὺ γινώσκεις, κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς 15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ’ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν. 16 Καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαηλ, 17 καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν τοῦ Ραγουηλ δοῦναι Τωβια τῷ υἱῷ Τωβιτ γυναῖκα καὶ δῆσαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτήν. ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβιτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.
1 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ ὀδύνης λέγων
2 Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
3 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ ἐμέ· μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου·
4 παρήκουσαν γὰρ τῶν ἐντολῶν σου. ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἐσκορπίσμεθα.
5 καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου.
6 καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί· ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.
7 Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
8 ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ’ αὐτῆς ὡς ἐν γυναιξίν. καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
9 τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ’ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα.
10 ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἐστιν, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ’ ὀδύνης εἰς ᾅδου.
11 καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
12 καὶ νῦν, κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα·
13 εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
14 σὺ γινώσκεις, κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς
15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ’ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
16 Καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαηλ,
17 καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν τοῦ Ραγουηλ δοῦναι Τωβια τῷ υἱῷ Τωβιτ γυναῖκα καὶ δῆσαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτήν. ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβιτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.
Traducerea catolică
Traducerea greacă bizantină
1 Având inima mâhnită și suspinând, am plâns și am început să mă rog cu suspine:
1 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ ὀδύνης λέγων
2 „Drept ești tu, Doamne,
și toate faptele tale sunt drepte.
Toate căile tale sunt îndurare și adevăr.
Tu judeci veacurile.
2 Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
3 Acum, Doamne, amintește-ți de mine!
Privește și nu mă pedepsi
pentru păcatele și neștiința mea
și ale părinților mei
cu care am păcătuit înaintea ta!
3 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ ἐμέ· μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου·
4 Nu am ascultat de poruncile tale,
iar tu ne-ai dat prăzii, captivității și morții
și am devenit de exemplu,
de batjocură și de rușine
pentru toate popoarele
între care ne-ai împrăștiat.
4 παρήκουσαν γὰρ τῶν ἐντολῶν σου. ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἐσκορπίσμεθα.
5 Acum, multele tale judecăți sunt adevărate
căci faci cu mine după păcatele mele,
fiindcă nu am împlinit poruncile tale
și nu am umblat în adevăr în fața ta.
5 καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου.
6 Fă cu mine după cum îți place!
Poruncește să fie luat duhul meu din mine,
ca să fiu dezlegat de pe fața pământului
și să devin pământ!
Căci mai de folos îmi este să mor
decât să trăiesc,
pentru că am auzit reproșuri mincinoase
și am multă durere în mine.
Poruncește, Doamne,
să fiu dezlegat de strâmtorarea aceasta!
Dezleagă-mă înspre locul de veci
și nu-ți întoarce fața de la mine, Doamne!
Căci îmi este mai de folos să mor
decât să privesc strâmtorare multă
în viața mea și să mai aud reproșuri!”.
6 καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί· ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.
7 În aceeași zi, i s-a întâmplat Sárei, fiica lui Raguél din Ecbatána Médiei, să audă reproșuri de la una dintre slujitoarele tatălui său.
7 Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
8 Căci fusese dată [ca soție] la șapte bărbați, iar Asmodéu, demonul cel rău, îi ucisese pe aceștia înainte de a fi ei împreună cu ea, așa cum se cuvine soțiilor. Slujitoarea i-a zis: „Tu i-ai ucis pe bărbați. Iată, ai fost dată la șapte bărbați și nu ai rămas cu numele de la niciunul!
8 ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ’ αὐτῆς ὡς ἐν γυναιξίν. καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
9 De ce ne lovești pe noi pentru bărbații tăi, fiindcă au murit? Du-te după ei și să nu vedem nici fiu, nici fiică de la tine în veci!”.
9 τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ’ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα.
10 În aceeași zi, a fost mâhnită în suflet și a plâns. Mergând în camera de sus a tatălui, a vrut să se spânzure. Dar, înainte, s-a gândit și a zis: „Să nu i se aducă reproșuri tatălui meu și să i se spună: «Ai avut o singură fiică iubită și aceasta s-a spânzurat din cauza relelor!». Voi duce bătrânețea tatălui meu cu durere în locuința morților! Este mai bine pentru mine să nu mă spânzur și să mă rog Domnului să mor și să nu mai aud reproșuri în viața mea!”.
10 ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἐστιν, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ’ ὀδύνης εἰς ᾅδου.
11 În acel moment, întinzându-și mâinile spre fereastră, s-a rugat și a spus:
„Binecuvântat ești tu, Dumnezeule al îndurărilor,
și binecuvântat este numele tău în veci!
Să te binecuvânteze toate lucrările tale în veci!
11 καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
12 Acum, către tine îmi îndrept fața și ochii mei.
12 καὶ νῦν, κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα·
13 Spune ca să fiu dezlegată de pe pământ
și să nu mai aud reproșuri!
13 εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
14 Tu știi, stăpâne, că sunt pură
de orice impuritate cu vreun bărbat.
14 σὺ γινώσκεις, κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς
15 Nu mi-am pătat numele
și nici numele tatălui meu
în țara captivității mele.
Sunt singură la tatăl meu
și nu are un alt copil care să-l moștenească.
Nu are niciun frate apropiat, nici rudă,
ca să mă păstrez de soție pentru el.
Mi-au pierit deja șapte [soți]:
pentru ce să mai trăiesc?
Dar dacă ție nu-ți place
să mă dai morții, Doamne,
ascultă acum reproșul [adus] mie!”.
15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ’ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
16 În același timp a fost ascultată rugăciunea amândurora înaintea gloriei lui Dumnezeu.
16 Καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαηλ,
17 A fost trimis Rafaél ca să-i vindece pe cei doi. Pe Tobít să-l scape de albeața de pe ochi ca să vadă cu ochii săi lumina lui Dumnezeu, iar pe Sára, [fiica] lui Raguél, să i-o dea de soție lui Tobía, fiul lui Tobít, și să-l îndepărteze de la ea pe Asmodéu, demonul cel rău. Căci îi era menit lui Tobía să o aibă ca moștenire dintre toți cei care voiau să o ia. În aceeași clipă, Tobít s-a întors din curte spre casa lui, iar Sára, [fiica] lui Raguél, a coborât din camera de sus.