1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ 3 καὶ ἐρεῖς Τάδε λέγει κύριος Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, 4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. 5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. 6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς. 7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. 8 εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. 9 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. 10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται. 11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 12 Υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. 13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται 14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. 15 καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται; 16 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. 17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ’ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. 18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται; 19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ. 20 καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. 21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα. – 22 διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ’ ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν 23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. 24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
3 καὶ ἐρεῖς Τάδε λέγει κύριος Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.
7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
8 εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
12 Υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται
14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν.
15 καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται;
16 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ’ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;
19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ.
20 καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα. –
22 διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ’ ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν
23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Fost-a iarăși cuvântul Domnului către mine și mi-a zis:
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 „Fiul omului, spune casei lui Israel o ghicitoare, spune-i o pildă
2 Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
3 Și zi: Așa grăiește Domnul Dumnezeu: Un vultur mare cu aripi mari, cu pene lungi, pufos și pestriț a zburat în Liban și a frânt vârful unui cedru.
3 καὶ ἐρεῖς Τάδε λέγει κύριος Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
4 A rupt pe cel mai de sus din lăstarii lui cei tineri și l-a adus în țara Canaanului și l-a pus într-o cetate de negustori;
4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
5 A luat apoi pe unul din lăstarii cedrului și l-a pus într-un pământ roditor, l-a sădit lângă o apă mare, ca pe o salcie.
5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
6 Și lăstarul a crescut și s-a făcut un butuc de viță întins, dar nu înalt, ale cărui ramuri se întorceau spre vultur, iar rădăcinile îi erau sub el; el s-a făcut viță, a dat lăstari și a făcut coarde.
6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.
7 Și a mai fost un alt vultur cu aripi mari și pufos. Și iată acest butuc de viță s-a întins spre el cu rădăcinile și cu coardele sale, ca să-l ude acela mai mult decât era udat în locul unde fusese sădit.
7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
8 El era sădit într-o țarină bună, la niște ape mari, încât își putea întinde vițele ca să aducă rod și să ajungă un minunat butuc de vie.
8 εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9 Spune dar: Așa grăiește Domnul Dumnezeu: Spori-va el oare? Nu cumva i se vor smulge rădăcinile și i se vor rupe vițele, încât să se usuce? Toți lăstarii tineri, care au crescut din el se vor usca. Și se va smulge din rădăcinile lui nu cu putere mare, nici cu oameni mulți.
9 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
10 Iată, deși a fost sădit, îi va merge oare, bine? Oare nu se va usca îndată ce se va atinge de el vântul de răsărit? Se va usca pe mușuroiul pe care a fost sădit”.
10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
11 Fost-a cuvântul Domnului către mine și mi-a zis:
11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
12 „Spune neamului de răzvrătiți: Oare nu știți ce înseamnă acestea? Spune: Iată a venit regele Babilonului la Ierusalim și a luat pe rege și pe căpeteniile lui și i-a dus cu sine în Babilon.
12 Υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
13 A luat pe unul din neamul regesc și a încheiat cu acela legământ, l-a legat cu jurământ, iar pe puternicii țării i-a luat cu sine,
13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται
14 Ca regatul să rămână ascultător și fără trufie, ca să păzească legământul și să-i fie credincios.
14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν.
15 Dar acela s-a depărtat de el, trimițându-și soli în Egipt ca să li se dea cai și oameni mulți. Va izbuti el oare și va scăpa el, cel ce a făcut una ca aceasta? El a călcat învoiala; va scăpa el oare?
15 καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται;
16 Precum este adevărat că Eu sunt viu, zice Domnul Dumnezeu, tot așa este adevărat că acolo unde șade regele care l-a făcut pe el rege, adică la Babilon, va muri, pentru că a nesocotit jurământul pe care l-a dat aceluia și a călcat legământul încheiat cu el.
16 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
17 Faraon cu puterea cea mare și cu mulțimea poporului nu va face nimic pentru el în acest război, când se va ridica val și se vor zidi turnuri de împresurare spre pieirea a multe suflete.
17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ’ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
18 El a nesocotit jurământul, ca să calce legământul, și iată ți-a dat mâna și a făcut toate acestea și nu va scăpa.
18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;
19 De aceea, așa zice Domnul Dumnezeu: Precum este adevărat că Eu sunt viu, tot așa este de adevărat că jurământul Meu, pe care l-a nesocotit, și legământul Meu, pe care l-a călcat, le voi întoarce asupra capului său;
19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ.
20 Voi arunca asupra lui mreaja Mea și va fi prins în lațurile Mele; îl voi aduce la Babilon și acolo Mă voi judeca cu el pentru necredincioșia lui față de Mine.
20 καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
21 Iar toți fugarii lui din toate taberele lui vor cădea de sabie, și cei rămași vor fi împrăștiați în toate vânturile și veți cunoaște că Eu, Domnul, am zis acestea”.
21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα. –
22 Așa zice Domnul Dumnezeu: „Voi lua din vârful cedrului celui înalt un lăstar și-l voi sădi; din creștetul lui voi rupe lăstarul cel plăpând și-l voi sădi pe un munte înalt și măreț.
22 διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ’ ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν
23 Pe muntele cel înalt al lui Israel îl voi sădi și va slobozi ramuri, va aduce rod, și se va face un cedru falnic și vor locui în el tot felul de păsări; tot felul de înaripate vor locui în umbra ramurilor lui.
23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
24 Și vor cunoaște toți pomii câmpului că Eu, Domnul, pomul înalt îl fac mic și pe cel mic îl fac înalt; pomul verde îl usuc și pomul uscat îl înverzesc. Eu, Domnul, am spus acestea”.
24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.