1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς 3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν. 4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα. 5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ’ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ 6 ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ’ ἵππων. 7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ’ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο. 8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ’ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ’ αὐτήν. 9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ’ οὓς ἐπετίθετο. 10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. – 11 καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς. 12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ’ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. 13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο. 14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι 15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν, 16 καὶ ἐπέθετο ἐπ’ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. 17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ’ αὐτῶν. 18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ’ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. 19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ, 20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. 21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. – 22 διὰ τοῦτο, Οολιβα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, 23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ’ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ’ ἵππων· 24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ’ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσιν φυλακὴν ἐπὶ σὲ κύκλῳ· καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν. 25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται. 26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου. 27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ’ αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι. 28 διότι τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν· 29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου 30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. 31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου. 32 τάδε λέγει κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι 33 μέθην καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, 34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει κύριος. 35 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. – 36 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν; καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, 37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι’ ἐμπύρων. 38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν. 39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. 40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ 41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς. 42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο· καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν. 43 καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν. 44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν τοῦ ποιῆσαι ἀνομίαν. 45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἷμα ἐν χερσὶν αὐτῶν. 46 τάδε λέγει κύριος κύριος Ἀνάγαγε ἐπ’ αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν 47 καὶ λιθοβόλησον ἐπ’ αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν. 48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν. 49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ’ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ κύριος.
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα.
5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ’ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ
6 ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ’ ἵππων.
7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ’ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο.
8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ’ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ’ αὐτήν.
9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ’ οὓς ἐπετίθετο.
10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. –
11 καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς.
12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ’ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.
13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο.
14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι
15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν,
16 καὶ ἐπέθετο ἐπ’ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ’ αὐτῶν.
18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ’ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. –
22 διὰ τοῦτο, Οολιβα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ’ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ’ ἵππων·
24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ’ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσιν φυλακὴν ἐπὶ σὲ κύκλῳ· καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν.
25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ’ αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
28 διότι τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν·
29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
32 τάδε λέγει κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι
33 μέθην καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,
34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει κύριος.
35 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. –
36 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν; καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν,
37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι’ ἐμπύρων.
38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν.
39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.
40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.
42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο· καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
43 καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν.
44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν τοῦ ποιῆσαι ἀνομίαν.
45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
46 τάδε λέγει κύριος κύριος Ἀνάγαγε ἐπ’ αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
47 καὶ λιθοβόλησον ἐπ’ αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν.
48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν.
49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ’ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ κύριος.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Și a fost iarăși cuvântul Domnului către mine și mi-a zis:
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 „Fiul omului, au fost odată două femei, fiicele unei mame;
2 Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
3 Și acestea s-au desfrânat în tinerețea lor, s-au desfrânat în Egipt. Acolo sânul lor a fost atins și trupul lor feciorelnic acolo a fost pângărit.
3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
4 Numele lor erau: al celei mai mari Ohola și al surorii ei Oholiba. Ele erau ale Mele și au născut fii și fiice. Ohola este Samaria și Oholiba este Ierusalimul.
4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα.
5 Ohola a început să-Mi fie necredincioasă și s-a aprins după amanții ei, după Asirieni, vecinii săi,
5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ’ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ
6 Dregători și căpetenii de cetăți, toți tineri și frumoși, îmbrăcați în purpură și călăreți iscusiți.
6 ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ’ ἵππων.
7 Ea și-a făcut plăcerile cu aceia, care erau fruntașii Asirienilor, și cu toți aceia după care înnebunea, spurcându-se cu toți idolii lor.
7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ’ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο.
8 Dar ea n-a încetat a se desfrâna și cu Egiptenii, căci aceștia dormiseră cu ea în tinerețile ei, atinseseră sânul ei fecioresc și își vărsaseră desfrânarea lor peste dânsa.
8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ’ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ’ αὐτήν.
9 De aceea am dat-o și în mâna amanților ei, în mâinile Asirienilor, după care înnebunea.
9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ’ οὓς ἐπετίθετο.
10 Aceștia au dezvelit rușinea ei și au luat pe fiii ei și pe fiicele ei, iar pe ea au ucis-o cu sabia. Și a ajuns ea de ocară între femei, după ce a fost osândită.
10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. –
11 Sora ei, Oholiba, a văzut aceasta și a fost și mai stricată în poftele sale și desfrânările ei au întrecut pe ale surorii sale.
11 καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς.
12 Ea s-a aprins după fiii lui Asur, vecinii ei, după dregători și căpetenii de cetăți, toți tineri aleși, îmbrăcați frumos și călăreți iscusiți.
12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ’ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.
13 Am văzut deci că s-a pângărit și aceasta; ca și sora sa, urmând amândouă aceeași cale.
13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο.
14 Dar aceasta a mers și mai departe cu desfrânarea, pentru că văzând zugrăvite pe pereți chipuri de bărbați, chipuri de caldei, zugrăviți cu vopsele,
14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι
15 Încinși peste mijloc cu centuri și pe cap cu turbane largi, având înfățișarea de mari viteji, după felul Babilonenilor, a căror patrie este țara Caldeilor,
15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν,
16 Ea s-a aprins după ei la cea dintâi privire a lor și a trimis soli la ei, în Caldeea.
16 καὶ ἐπέθετο ἐπ’ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
17 Și au venit fiii Babilonului la aceasta, în palatul ei de desfrânare, și au pângărit-o cu desfrânările lor și ea s-a pângărit cu ei și apoi sufletul său s-a depărtat de ei.
17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ’ αὐτῶν.
18 Iar când ea s-a dedat pe față la desfrânările sale și și-a descoperit goliciunea sa, atunci s-a depărtat inima Mea și de ea, cum se depărtase inima Mea și de sora ei;
18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ’ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
19 Căci ea a sporit desfrânările sale, aducându-și aminte de zilele tinereții sale, când se desfrânase în țara Egiptului;
19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
20 Și s-a aprins după amanții ei, cei cu trup ca de măgar și cu înfierbântarea ca de armăsar.
20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
21 Și așa ți-ai adus tu aminte de desfrânarea din tinerețile tale, când Egiptenii îți strângeau sânii feciorelnici ai pieptului tău.
21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. –
22 De aceea, Oholiba, așa zice Domnul Dumnezeu: Iată, Eu voi ațâța împotriva ta pe amanții tăi de care s-a dezgustat sufletul tău și-i voi aduce împotriva ta din toate părțile.
22 διὰ τοῦτο, Οολιβα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
23 Voi aduce pe fiii Babilonului și pe toți Caldeii: din Pecod, din Șoa și din Coa și, împreună cu ei, pe toți Asirienii, tineri frumoși, căpetenii de provincii, căpetenii de cetăți, slujitori și oameni vestiți; toți călăreți iscusiți.
23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ’ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ’ ἵππων·
24 Și vor veni împotriva ta cu arme, cu cai și cu căruțe și cu mulțime de popor și te vor înconjura din toate părțile, cu sulițe, cu săbii și cu scuturi; și te voi da lor spre judecată, și cu judecata lor te vor judeca.
24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ’ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσιν φυλακὴν ἐπὶ σὲ κύκλῳ· καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν.
25 Și voi întoarce zelul Meu împotriva ta, și ei se vor purta cu tine cu urgie; îți vor tăia nasul și urechile, iar celelalte ale tale vor cădea de sabie. Lua-vor pe fiii și pe fiicele tale, iar celelalte ale tale de foc vor fi mâncate.
25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
26 Vor lua de pe tine hainele tale, vor smulge gătelile tale,
26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
27 Și voi pune capăt desfrânărilor tale și destrăbălărilor tale aduse din țara Egiptului, iar tu nu-ți vei mai întoarce ochii spre ei și de Egipt nu-ți vei mai aminti,
27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ’ αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
28 Că așa zice Domnul Dumnezeu: Iată, te dau în mâinile acelora pe care i-ai urât, în mâinile acelora de la care s-a întors sufletul tău.
28 διότι τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν·
29 Aceia se vor purta cu tine crud și-ți vor lua tot ce ai dobândit cu osteneală; te vor lăsa goală, cu totul goală, și descoperită va fi goliciunea ta cea rușinoasă și desfrânarea ta și pângărirea.
29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
30 Acestea ți se vor face pentru desfrânarea ta cu popoarele, cu idolii cu care te-ai pângărit.
30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
31 Ai mers pe calea surorii tale și de aceea îți voi da în mână și paharul ei.
31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
32 Așa zice Domnul Dumnezeu: Vei bea paharul surorii tale, cel adânc și larg, și vei ajunge de râs și de batjocură, căci este mare paharul acesta.
32 τάδε λέγει κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι
33 Cuprinsă vei fi de beție și de amărăciune, că acesta este paharul groazei și al pustiirii, paharul surorii tale, Samaria.
33 μέθην καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,
34 Și tu îl vei bea, îl vei goli și cioburile lui le vei roade și-ți vei sfâșia pieptul; că Eu am spus aceasta, zice Domnul Dumnezeu.
34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει κύριος.
35 De aceea, așa zice Domnul Dumnezeu: Pentru că M-ai uitat și te-ai întors de la Mine, de aceea suferă și tu pentru nelegiuirea ta și pentru desfrânarea ta”.
35 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. –
36 Zis-a Domnul către mine: „Fiul omului, vrei tu să judeci pe Ohola și pe Oholiba? Spune-le ticăloșiile lor!
36 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν; καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν,
37 Căci ele s-au desfrânat și pe mâinile lor au sânge; s-au desfrânat cu idolii lor, și pe fiii lor, care Mi i-au născut, i-au trecut prin foc, ca să le fie de mâncare.
37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι’ ἐμπύρων.
38 Iată ce Mi-au mai făcut ele: Au pângărit locașul Meu cel sfânt în aceeași zi și zilele Mele de odihnă le-au călcat;
38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν.
39 Pentru că atunci când ele au junghiat copiii lor pentru idolii lor, în aceeași zi au venit în locașul Meu cel sfânt ca să-l pângărească; iată cum s-au purtat ele în locașul Meu!
39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.
40 Afară de aceasta, ele umblau după oameni veniți de departe; trimiteau la ei soli și ei veneau. Pentru ei te-ai îmbăiat, ți-ai făcut ochii cu dresuri și te-ai gătit cu podoabe.
40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
41 Te-ai așezat pe pat luxos, în fața căruia era gătită o masă pe care tu ai pus tămâia Mea și untdelemnul Meu.
41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.
42 Și răsunau strigătele de veselie ale mulțimii nepăsătoare, din pricina gloatei de oameni aduși din pustiu; și ei au pus brățări la mâinile femeilor și coroane mărețe pe capetele lor.
42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο· καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
43 Atunci am zis despre cea îmbătrânită în desfrânări: Acum vor sfârși desfrânările ei o dată cu ea.
43 καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν.
44 Și au venit la ea ca la o desfrânată; așa veneau la aceste femei desfrânate, adică la Ohola și la Oholiba.
44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν τοῦ ποιῆσαι ἀνομίαν.
45 Dar bărbați înțelepți le vor judeca și le vor osândi cu osânda desfrânatelor și cu osânda celor ce varsă sânge, pentru că ele sunt niște desfrânate și mâinile lor sunt însângerate.
45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
46 Căci așa zice Domnul Dumnezeu: Să se adune împotriva lor mulțimea și să le dea urgiei și jafului.
46 τάδε λέγει κύριος κύριος Ἀνάγαγε ἐπ’ αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
47 Mulțimea le va ucide cu pietre și le va tăia cu săbiile; vor omorî pe fiii lor și pe fiicele lor și casele lor le vor arde cu foc.
47 καὶ λιθοβόλησον ἐπ’ αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν.
48 Așa voi pune capăt desfrânării în țara aceasta și toate femeile vor lua învățătură și nu vor mai face lucruri rușinoase ca ele.
48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν.
49 Nelegiuirea voastră va cădea asupra voastră, și veți purta greutatea păcatelor voastre de închinare la idoli, și veți ști că Eu sunt Domnul Dumnezeu”.
49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ’ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ κύριος.